ὑπὲρ τοὺς τρισχιλίους χρηματίζοντας, τῇ οἰκίᾳ τοῦ Ἰωσὴφ καὶ τῶν αὐτῷ συνεργούντων ἅμα τῷ δήμῳ ἐπιτίθεται. καὶ εἰς διαρπαγὴν καὶ προνομὴν καὶ ἐρείπωσιν ταύτας περιστήσας ἐπὶ τὰ νεώρια ὥρμησεν, ἐκεῖθέν τε τὰς πυρφόρους τριήρεις, συνευδοκοῦντος τοῦ δήμου καὶ τῆς συγκλήτου, πρὸς τὸν Νικηφόρον ὁρμίσασθαι παρεσκεύασεν. ὧν ἐπιβὰς ἐξαυτῆς ὁ Νικηφόρος τῇ τῶν Ἀβραμιτῶν, ἣν καὶ Ἀχειροποίητον ὀνομάζουσι, προσέσχε μονῇ· ἐκεῖθεν τε τοὺς παραληψομένους ἑστίαν ἐξέπεμψε τὴν βασίλειον. οὓς ὁ Ἰωσὴφ προσιόντας ἰδὼν, ὀῤῥωδήσας τε καὶ δέει ἀσχέτῳ ληφθεὶς (ἤδη γὰρ οἱ περὶ αὐτὸν φρουροὶ τῷ Νικηφόρῳ προσέθεντο), καταλιπὼν τὰ βασίλεια δρομαίως εἰς τὸ ἱερὸν ἀφίκετο. ἦν οὖν ὁρᾷν τὸν πρὸ μικροῦ σοβαρὸν καὶ τὰς ὀφρῦς ᾐρκότα ὑπὲρ τὸ μέτωπον, ἱκέτην ἐλεινὸν καὶ αὐτὰς κατεπτηχότα τὰς ἀκοὰς, καὶ δεικνύοντα ἐν αὑτῷ, μηδὲν τῶν ἀνθρωπίνων τελεῖν πάγιον ἢ ἀκίνητον, παλίντροπα δέ τινα καὶ ὠκύμορα, καὶ δίκην κύβων τῇδε κἀκεῖσε μεταῤῥιπτούμενα καὶ μεταπεττευόμενα. ἡ γοῦν τούτου πρὸς τὸ ἱερὸν προσφυγὴ τῷ τοῦ Νικηφόρου γενέτῃ Βάρδᾳ γέγονεν ἐκεῖθεν ἀπαλλαγὴ καὶ ἀνάσωσις ἐπὶ τὸν υἱόν. ηʹ. Ὁ δὲ Νικηφόρος, ἐπεὶ κατὰ τὸ δοκοῦν ἑαυτῷ τέλος ἐχώρει τὰ πράγματα, τὸ ἰδιωτικὸν περιελὼν καὶ ἀποσφενδονήσας χιτώνιον, τὴν αὐτοκρατορικὴν καὶ βασίλειον ἐφεστρίδα ἐμπορπη 48 σάμενος, εἰς τὸ βασιλικώτερον ἑαυτὸν μετεσκεύασεν· ἵππου τε ἀγερώχου τῶν λευκῶν ἐπιβὰς, φαλάροις κεκοσμημένου βασιλικοῖς καὶ τάπησιν ἁλουργοῖς, διὰ τῆς χρυσῆς πύλης εἰσήλαυνεν, ὑπὸ παντὸς τοῦ δήμου καὶ τῶν ἐν τέλει κροτούμενός τε καὶ γεραιρόμενος. ἑκκαιδεκάτην ὁ Αὔγουστος ἤλαυνε μὴν, ἐπὶ τῆς ἕκτης ἰνδίκτου, ἐν τῷ ϛʹ ἔτει, ὅτε ταῦτα ἐπράττετο. ἄρτι δὲ, ἐπεὶ πρὸς τὸν τοῦ θείου περίπυστον σηκὸν εἰσεφοίτησε, καὶ ὑπὸ τοῦ τῶν ἱερέων πληρώματος ἀξιοχρέους τιμὰς ὑπεδέξατο, πρὸς τοῦ τὴν πατριαρχίαν ἰθύνοντος Πολυεύκτου τῷ βασιλικῷ διαδήματι στέφεται, ἓν καὶ πεντηκοστὸν ἔτος τῆς ἡλικίας ἐλαύνων. τὴν δὲ ἰδέαν τοιόσδε τις ἦν· ὄψις αὐτῷ πρὸς τὸ μέλαν πλέον ἢ τὸ λευκὸν ἀποκλίνουσα, κόμη δὲ βαθεῖα καὶ κυανῆ· ὀφθαλμοὶ μέλανες, ἐπὶ συννοίας πεφροντικότες, δασείαις ταῖς ὀφρύσιν ὑποκαθήμενοι· ῥὶς μέσως ἔχουσα λεπτότητος καὶ παχύτητος, ἠρέμα συμπεραινομένη γρυπότητι· ὑπήνη σύμμετρος, ἀραιὰν παρὰ τὰς γνάθους προβαλλομένη τὴν πολιάν· ἀγκυλεὸς τὴν ἡλικίαν καὶ στιβαρὸς, εὐρύτατος τὸ στέρνον καὶ ὤμους ὡς μάλιστα, τὴν μέντοι ἀνδρείαν καὶ ῥώμην κατὰ τὸν θρυλλούμενον Ἡρακλῆν· φρονήσει δὲ καὶ σωφροσύνῃ καὶ τῷ τὸ δέον ἀνεπισφαλῶς ἐπιφράσασθαι, πάντων κατευμεγέθει τῶν κατ' ἐκείνου τὴν γενεὰν γεγενημένων ἀνδρῶν. ταινιωθεὶς οὖν τῷ βασιλείῳ στέφει ἐπὶ τὴν βασίλειον αὐλὴν ἄνεισι, παρὰ τοῦ πλήθους καὶ τῶν ἐν τέλει δορυφορούμενος, καὶ δὴ παρελθὼν ἐπὶ θρόνον ἐκάθισε τὸν βασιλικόν. ἦν οὖν ὁρᾷν τὴν τύχην ἐνωραϊζομένην καὶ ἐπιγαννυμένην τοῖς τελουμένοις, καὶ πάντα ἑαυ 49 τῆς τιθεῖσαν τὰ ἀνθρώπινα πράγματα, καὶ μηδὲν τῶν φθαρτῶν μηδενὸς καθίστασθαι ἴδιον. ὁ δὲ, ἐπεὶ τῆς βασιλείας ἐπέβη, καὶ τῶν οἰάκων ἀσφαλῶς τε καὶ ἀδεῶς ταύτης ἀντείχετο, Βάρδαν μὲν, τὸν ἑαυτοῦ πατέρα, εἰς τὴν τοῦ Καίσαρος τιμὴν προεβίβασε· τὸν δὲ συναράμενον αὑτῷ Ἰωάννην κατὰ τὴν τοῦ κινήματος ἀρχὴν, ᾧ Τζιμισκῆς τὸ ἐπίκλην, ∆ομέστικον Ἀνατολῆς καὶ Μάγιστρον ἀναδέδειχε. Λέοντα δὲ, τὸν ἴδιον σύναιμον, Κουροπαλάτην καὶ Μάγιστρον προβάλλεται· τὸν δέ γε Βασίλειον, τὸν τὸν Ἰωσὴφ, ᾗπέρ μοι ἐῤῥήθη, καταστασιάσαντα, εἰς τὸ τοῦ προέδρου κλέος ἀνεβιβάσατο. θʹ. Αὐτὸς δὲ τὴν συνήθη προσεποιεῖτο ἀπαρεγχείρητον σωφροσύνην διατηρεῖν, γυναικός τε συζυγίας ἐκκλίνων καὶ κρεωφαγίαν ἀποδιοπομπούμενος. ἀλλ' οἱ τὸν μονήρη βίον μετιόντες καὶ αὐτοῦ τὸν τρόπον δῆθεν ῥυθμίζοντες (ἐτίμα γὰρ