Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
τὸ σημεῖον τοῦ τιμίου σταυροῦ καὶ αὐτοὶ ψάλλοντες. Συνεμίγησαν δὲ οἱ τῶν δύο τόπων, καὶ ἐγένοντο οὐκ ὀλίγος λαός· πλείους γὰρ ἦσαν οἱ ἀπὸ τῆς παραλίου διὰ τὸ πολλοὺς ἔχειν Αἰγυπτίους ἐμπόρους οἴνων. Οἱ δὲ τῆς εἰδωλομανίας, ὁρῶντες τὰ γινόμενα, ἐπρίοντο, οὐδὲν δὲ ἐτόλμων ποιῆσαι, ἐπειδὴ προήκουσαν πόσην τιμὴν εἶχον οἱ ὁσιώτατοι ἐπίσκοποι παρὰ τοῖς βασιλεῦσιν καὶ ὅτι τὰ εἴδωλα ἤμελλον καταστρέφεσθαι, καὶ ἦσαν ἐν πολλῇ φροντίδι καὶ ἀθυμίᾳ.
59 Ὡς δὲ εἰσήλθομεν εἰς τὴν πόλιν περὶ τὸ καλούμενον τετράμφοδον, στήλη ἵστατο ἀπὸ μαρμάρου ἣν ἔλεγον εἶναι Ἀφροδίτης· ἦν δὲ ἐπάνω βωμοῦ λιθίνου, ὑπῆρχεν δὲ τὸ ἐκτύπωμα τῆς στήλης, γυναικὸς γυμνῆς ἐχούσης ὅλα τὰ ἄσχημα αὐτῆς φαινόμενα. Ἐτίμων δὲ τὴν στήλην πάντες οἱ ἀπὸ τῆς πόλεως, μάλιστα αἱ γυναῖκες λύχνους ἅπτουσαι καὶ λίβανον θυμιῶσαι. Ἐφήμιζον γὰρ περὶ αὐτῆς ὅτι χρηματίζει κατ' ὄναρ ταῖς βουλομέναις προσομιλῆσαι γάμῳ, ἠπάτων δὲ ἀλλήλας ψευδόμεναι. Ἐπιτραπέντες δὲ παρὰ τοῦ δαίμονος, πολλάκις χάριν συναλλαγῆς γάμου, τοσοῦτον ἀπέτυχον ὥστε καὶ εἰς διαζύγια αὐτοὺς ἐλθεῖν ἢ κακῶς συνοικῆσαι.
60 Ταῦτα δὲ ἔγνωμεν ἐκ τῶν ἀποστραφέντων τὴν πλάνην καὶ ἐπιγνόντων τὴν ἀλήθειαν· ἀλλὰ καί τινες τῶν εἰδωλολατρῶν, μὴ φέροντες τὰς συμφορᾶς τῶν χαλεπῶν συνοικεσίων ὧν ἐπετράπησαν κατὰ κέλευσιν τοῦ δαίμονος τῆς Ἀφροδίτης, ἀγανακτοῦντες ἐξομολογήσαντο τὴν ἀπάτην. Καὶ γὰρ τοιοῦτοι τυγχάνουσιν οἱ δαίμονες εἰς τὸ ἀπατᾶν καὶ μηδ' ὅλως ἀληθὲς λέγειν· οὔτε γὰρ ἔνεστιν αὐτοῖς τὸ βέβαιον εἰδέναι, ἀλλ' ἐξ εἰκότων φαντάζειν τοὺς καταδεδουλωμένους αὐτοῖς προσποιοῦνται. Πῶς γὰρ δύνανται ἀληθεύειν οἱ τῆς ἀληθείας ἐκπεπτωκότες; Εἰ δὲ καὶ ἐπιτύχωσιν εἴς τινα μαντευόμενοι, ἀπὸ συμβάντος τοῦτο γίνεται, ὥσπερ καὶ ἐπὶ τῶν ἀνθρώπων συμβαίνει πολλάκις τινὰ προειπεῖν ἕνεκεν πράγματος, καὶ ἀπὸ συμβάντος γενέσθαι. Εἰς τὰς οὖν ἐπιτυχίας τὰς σπανίως γινομένας ἀπὸ συμβάντος θαυμάζομεν, τὰς δὲ ἀποτυχίας δὲ συνεχῶς γινομένας σιωπῶμεν. Τοσαῦτα μὲν περὶ δαιμόνων καὶ τῆς πλάνης αὐτῶν.
61 Ἐκπλευσάντων δὲ ἡμῶν εἰς τὴν πόλιν, καθὼς εἴρηται, ὡς ἐφθάσαμεν τὸν τόπον ἔνθα ὑπῆρχεν τὸ εἰρημένον εἴδωλον τῆς Ἀφροδίτης (ἐβάσταζον δὲ Χριστιανοὶ τὸ τίμιον ξύλον τοῦ Χριστοῦ, τουτέστιν τὸν τύπον τοῦ σταυροῦ), ἑωρακὼς ὁ ἐνοικῶν δαίμων ἐν τῇ στήλῃ, μὴ φέρων ἰδεῖν τὸ φοβερὸν σημεῖον, ἐξελθὼν ἐκ τοῦ μαρμάρου μετὰ ἀταξίας πολλῆς, ἔρριψεν αὐτὴν τὴν στήλην καὶ συνέκλασεν αὐτὴν εἰς πολλὰ κλάσματα. Ἔτυχεν δὲ δύο ἄνδρας τῶν εἰδωλολατρῶν παρίστασθαι τῷ βωμῷ ἐν ᾧ ἵστατο ἡ στήλη, καὶ συμπεσοῦσα, τοῦ μὲν τὴν κεφαλὴν ἐδιχοτόμησεν, τοῦ δὲ τὸν ὦμον καὶ τὸν καρπὸν κατέκλασεν· ἵσταντο γὰρ ἀμφότεροι μυκτηρίζοντες τὸν ἅγιον λαόν.
62 Πολλοὶ δὲ τῶν Ἑλλήνων θεασάμενοι τὸ σημεῖον τὸ γενόμενον ἐπίστευσαν, καὶ συμμιγέντες τοῖς λαϊκοῖς συνεισῆλθον αὐτοῖς εἰς τὴν ἁγίαν ἐκκλησίαν τὴν ἐπώνυμον Εἰρήνην. Ἐγένετο δὲ χαρὰ μεγάλη τοῖς Χριστιανοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ κατὰ τρεῖς τρόπους· κατὰ πρώτην τάξιν ὅτι ἀπέλαβον τὸν ἱερέα ὑγιαίνοντα καὶ καταθυμίως πράξαντα, κατὰ δὲ τὴν δευτέραν ὅτι συνετρίβησαν οἱ θεοὶ τῶν ἐθνῶν καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς διασκορπιζόμενος ἀπὸ ἅλωνος θερινῆς, ἀλλὰ καὶ οἱ ὅμοιοι αὐτῶν συγκεκλασμένοι ἐγένοντο, πεποιθότες ἐπ' αὐτοῖς, κατὰ τὴν τρίτην δὲ τὴν μείζονα τῶν ἄλλων ὅτι καὶ ἐσώθησαν ψυχαὶ πλανώμεναι καὶ προσετέθησαν τῇ τοῦ Χριστοῦ ποίμνῃ. Σφραγίσας δὲ αὐτοὺς ὁ ἐπίσκοπος, ἀπέλυσεν μετ' εἰρήνης, παραγγείλας αὐτοῖς σχολάζειν ταῖς ἁγίαις προσευχαῖς. Ἦσαν δὲ τὸν ἀριθμὸν ἄνδρες τριάκοντα δύο καὶ γυναῖκες ἑπτά. Ποιήσας δὲ ὁ ἀρχιεπίσκοπος Ἰωάννης ἄλλας δύο ἡμέρας ἐν Γάζῃ, ἐξῆλθεν ἐπὶ Καισάρειαν, πάντων τῶν Χριστιανῶν καὶ τοῦ ὁσίου ἐπισκόπου ἀποκαταστησάντων αὐτὸν ἕως δύο μιλίων.