τούτου ἀμαυρουμένου καὶ αὐταὶ ἀμαυροῦνται, ἡ ψυχὴ τούτου 34 μαραινομένου ἀκμάζει. ἔτι πᾶν ἐφίεται φυλάττειν τὸ οἰκεῖον ὑποκείμενον. εἰ ἡ ψυχὴ ἐνσώματος, πῶς θέλει φθείρειν αὐτό; Ἀξίωμα. πᾶσα οὐσία ἔχουσα ἐνέργειαν χωριστὴν σώματος ἐξ ἀνάγκης καὶ αὐτὴ χωριστή. εἰ γὰρ μή, τοῦ κρείττονος τὸ καταδεέστερον κρεῖττον. εἰ τῆς ψυχῆς ἐνέργεια χωριστὴ σώματος, λοιπὸν καὶ αὐτὴ χωριστή. πᾶσα δὲ χωριστὴ σώματος οὐσία ἀίδιος. εἰ δὲ φθαρτή, πρὶν γενέσθαι ἢ ἠδύνατο γενέσθαι ἢ οὐκ ἠδύνατο. εἰ μὴ ἠδύνατο, οὐκ ἂν ἐγένετο. εἰ δὲ ἠδύνατο, ὑλική· τοῦτο γὰρ ἡ δύναμις εἶναι καὶ μὴ εἶναι. εἰ δὲ ἄυλα τὰ χωριστὰ τῆς ὕλης, οὐκ ἔσονται ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ. διττῶς ἡ φθορά· ἢ σώματος τῇ εἰς τὰ στοιχεῖα ἀναλύσει, ἢ τοῦ τῶν ἀσωμάτων ἀποσβεννυμένου εἴδους τῇ ἀναρμοστίᾳ τοῦ ὑποκειμένου ἐν ᾧ τὸ εἶναι ἔχει. ἡ γοῦν ψυχὴ ἀσώματος, καὶ τὸ εἶναι ἔχει οὐκ ἐν ὑποκειμένῳ. καὶ πῶς ἂν φθαρῇ; καὶ ἡ μὲν λογικὴ ψυχὴ οὐκ ἐν σώματι, αἱ δ' ἄλλαι ἐν σώματι καὶ διὰ σώματος καὶ αἱ ἐνέργειαι αὐτῶν οὐκ ἄνευ σώματος, ἤγουν ἡ θρεπτική, αὐξητική, γεννητική, ἐπιθυμητική, θυμητική. αἱ [δυνάμεις] αὗται μετὰ θάνατον διαμένουσι τῷ σώματι· αὔξονται γὰρ ὄνυχες καὶ τρίχες, εἰ καὶ τῇ ἀληθείᾳ τῇ τήξει καὶ τῇ ἀπογυμνώσει τῶν σαρκῶν δοκοῦσιν αὔξεσθαι. καὶ ἡ ἄλογος δὲ ἐπιδιαμένει τῷ πνευματικῷ σώματι, ὃ ἐκ τῶν τεττάρων μέν ἐστιν, ἐκ τοῦ πλεονάζοντος δὲ ἀέρος καλεῖται πνευματικὸν καὶ γήινον. τοῦτο τὸ σῶμα κατὰ τὴν φλυαρίαν τῶν Ἑλλήνων ἐπιφέρει ἡ ψυχή, καὶ κολαζομένη αἰσθάνεται· οὐ γὰρ ἂν εἶχεν αἰσθάνεσθαι χωρίς τινος σώματος. Τί δὲ τὸ σῶμα τὸ ἐναέριον; οὐχὶ καὶ τοῦτο ἀσώματον; λύσις· ἀλλ' ἐπιφέρεται καὶ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν καὶ μετὰ τὸ καθαρθῆναι ἡ ψυχὴ ἀποβάλλεται καὶ ταύτας καὶ τὸ ἀέριον σῶμα. πάλιν δὲ ἐπιφέρεται ἕτερον σῶμα αὐγοειδὲς ἢ ἀστροειδές. εἰ γὰρ ἀεικίνητός ἐστι, δεῖ ἔχειν ἀιδίως ἐξημμένον τι σῶμα κατὰ τὴν φλυαρίαν τῶν Ἑλλήνων. Αἱ γνωστικαὶ καὶ ζωτικαὶ δυνάμεις ἐν τῷ πνεύματι ἵδρυνται, αἱ ζωτικαὶ δὲ καὶ ἄλογοι φοιτῶσι καὶ εἰς τὸ σῶμα. αἱ αἰσθήσεις δὲ πᾶσαι τῷ ἐγκεφάλῳ ἐλλάμπονται διὰ τῶν νεύρων, καὶ πεπονθότος αὐτοῦ ἀνενέργητοι γίνονται (μῆνιγξ ἐστὶν ὑμήν τις σκέπων τὸν ἐγκέφαλον), καὶ τοῦ νωτιαίου μέρους πεπονθότος τὸ ἀνωτέρω ἀπολαύει αἰσθήσεως, τὰ δὲ κάτω οὔ, διὰ τὸ μὴ χορηγεῖσθαι ἀπὸ τοῦ ἐγκεφάλου τὴν αἰσθητικὴν δύναμιν. 35 Ἡ θεολογία ῥᾴστη καὶ δύσληπτος· τὸ μὲν διὰ τὴν τῶν ἑστώτων γνῶσιν, τὸ δὲ διὰ τὴν ἡμετέραν ἀσθένειαν. Πλάτων ἀθανάτοις ὁμώνυμον ἐπιφέρει τὴν ψυχήν, ὅτι τὸ κυρίως ἀθάνατον καὶ κατ' οὐσίαν καὶ ἐνέργειαν ἀμετάβλητον, ἡ δὲ ψυχὴ οὐχὶ καὶ κατ' ἐνέργειαν· ὡσαύτως καὶ τὰ οὐράνια· μεταβάλλει γὰρ κατὰ τόπον. Ἡ περὶ ψυχῆς πραγματεία λυσιτελεῖ πρὸς τὰ ἠθικά, ὅτι ἀδύνατον κοσμῆσαι ἤθη μὴ ἐπεσκεμμένους τὰς δυνάμεις τῆς ψυχῆς· καὶ πρὸς θεολογίαν, ὅτι ζητοῦμεν περὶ τοῦ νοῦ τοῦ χωριστ{ικ}οῦ καὶ ἐν ἡμῖν· καὶ πρὸς φυσικήν, ὅτι περὶ τῶν ἐν σώματι εἰδῶν καταγίνεται αὐτή, ὧν δὴ κάλλιστον ἡ ψυχή. Ἡ ψυχὴ ὡς ποιητικὸν αἴτιον κινεῖ τὸ ζῷον μόνον βουλήσει· ὡς εἰδικὸν εἰδοποιεῖ, τὰ γὰρ ἔμψυχα κατὰ ψυχὴν εἰδοποιεῖται· τελικόν, ὅτι αὐτῆς ἕνεκα τὸ σῶμα, αὐτὴ δὲ οὗ ἕνεκα. ἡ μὲν ψυχὴ πορρωτέρω ἀρχή, ἡ δὲ φύσις προσεχής. Ἡ νόησις ἴδιον τῆς ψυχῆς, τὸ δὲ αἰσθάνεσθαι, φαντασιοῦσθαι, φοβεῖσθαι, θυμοῦσθαι, ἐπιθυμεῖν τοῦ συναμφοτέρου. τὸ πάσχειν διττόν· ἢ τὸ φθείρεσθαι, ὡς τὸ ξύλον ὑπὸ τοῦ πυρός, ἢ τὸ τελειοῦσθαι καὶ ἐκ δυνάμεως εἰς ἐνέργειαν ἄγεσθαι, ὡς αἱ αἰσθήσεις ὑπὸ τῶν αἰσθητῶν. Οὐκ εἴ τι καθ' αὑτό, τοῦτο καὶ πρώτως. καὶ τὸ ζῷον τῷ ἀνθρώπῳ καθ' αὑτὸ μέν, οὐ μὴν καὶ πρώτως. Τεκμήριόν ἐστιν τὸ ἄλυτον σημεῖον, <ὡς> τὸ ἐκ καπνοῦ πῦρ κατανοῆσαι· ἂν δὲ λύηται, σημεῖον, ὡς τὸ «ἥδε ὠχρὰ ἐπεὶ τέτοκεν». Ἐπὶ τί γένος ἀνάγεται ἡ ψυχὴ δύσκολον. οἱ μὲν γὰρ οὐσίαν λέγουσιν, οἱ δὲ ποσόν, ὡς Ξενοκράτης ἀριθμόν, οἱ δὲ ποιόν, ἤγουν κρᾶσιν ἢ