πέφυκας, φησίν, ὦ νύμφη, κεκλεισμένος, ἔχουσα πάντων τῶν καλῶν ἐν ἑαυτῇ τὴν ὥραν, ἐλαίαν τὴν κατάκαρπον συκῆν τε τὴν γλυκεῖαν· πηγὴ δὲ πάλιν πέφυκας καλῶς ἐσφραγισμένη, καθ' ὅσον μάτην οὐδαμῶς τὸ νᾶμά σου προχέεις, ἀλλὰ ποτίζεις τοὺς πιστοὺς διψῶντας σωτηρίαν. ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρπῶν ἀκροδρύων, κύπροι μετὰ νάρδων, νάρδος καὶ κρόκος, κάλαμος καὶ κινάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου, σμύρνα ἀλόη μετὰ πάντων πρώτων μύρων [4, 13-14]. Ἐν τούτοις ὑπαινίττεται ξύμπασιν ὁ νυμφίος τοῦ δόγματος τῆς πίστεως ἡμῶν τῆς ἀμωμήτου τὸ φοβερὸν καὶ κάλλιστον εὐῶδές τε καὶ θεῖον, ἥνπερ πρεσβεύει πάντοτε στόμα τῆς ἐκκλησίας. ἀποστολαί σου, γάρ φησιν, ἤγουν αἱ διδαχαί σου, παράδεισος πεφύκασι ῥοῶν ἠγλαϊσμένος καὶ πάσης χάριτος μεσταὶ τυγχάνουσιν, ὦ νύμφη. πηγὴ κήπων [4, 15]. Οὐ γὰρ εἰς μάτην σου, φησί, τὰ νάματα προχέεις, ἀλλὰ ποτίζεις τοὺς πιστούς, ἤγουν φυτὰ τὰ θεῖα. φρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου [4, 15]. Τοσοῦτον γάρ, φησί, καλῶς πρὸς ἀρετὰς ὑψώθης, ὡς καὶ τῆς κλήσεως αὐτῆς ἔμοιγε συμμετέχεις. ἐγὼ γὰρ ζῶντος ὕδατος ὄντως τυγχάνω φρέαρ, ὁ κατελθὼν ἐξ οὐρανοῦ ὡς ὑετὸς εἰς πόκον, ὥσπερ ἐξ ὄρους ὑψηλοῦ τοῦ θαυμαστοῦ Λιβάνου. ἐξεγέρθητι, βορρᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου καὶ πνευσάτωσαν ἀρώματά μου [4, 16]. Ἐπείπερ ἐπελάβετο πάντων τῆς ἐξουσίας ἡ ἐκκλησία τοῦ θεοῦ, κῆπος ὀνομασθεῖσα ἔχων ἁπάντων τῶν φυτῶν ἐν ἑαυτῷ τὴν ὥραν, τοῦ μὲν βορρᾶ τὴν κάκιστον ἔμπνευσιν ἀφορίζει τὴν ἀποκρυσταλλώσασαν τὸ κάλλος τῶν ἀνθέων, τὸν νότον δὲ τὸν κάλλιστον καλεῖ προσεπιπνεῦσαι, ὃς ἐπιπνεύσας ἐν Σιὼν τοῖς ἀποστόλοις πάλαι ῥεύματα λόγου δέδωκε τοῖς ἀγραμμάτοις χέειν. ἐκεῖνο τὸ πανάγιον τοίνυν ἡ νύμφη πνεῦμα καλεῖ πρὸς κῆπον τὸν αὐτῆς πνεῦσαι τὴν σωτηρίαν, ὡς ἂν καρποφορήσωσι πάντα τὰ τέκνα ταύτης καὶ τὸν Χριστὸν εὐφράνωσι τὸν λόγον καὶ νυμφίον. Ἐπεὶ γοῦν ὃ κεκέλευκεν εἰς ἔργον ἐγεγόνει καὶ τὸν βορρᾶν σιγήσαντα κατεῖδεν ἡ παρθένος καὶ πνεύσαντα τὸν κάλλιστον ὄντως καὶ θεῖον νότον καὶ καρποφόρα δείξαντα πάντα τὰ τέκνα ταύτης, ἐπεύχεται τὸ κατελθεῖν τὸν θαυμαστὸν νυμφίον εἰς τὸν καρποφορήσαντα κῆπον αὐτῆς ἐν τάχει, ὡς ἂν τρυγήσῃ τοὺς καρποὺς αὐτῆς τῶν ἀκροδρύων, τοῦτ' ἔστιν ὅπως εὐφρανθῇ τοῖς καρποφόροις τέκνοις. εἰ μὴ γὰρ οὕτως πρὸς ἡμᾶς τοὺς ταπεινοὺς κατέλθῃ, ἀναλαμβάνων τοὺς πραεῖς κατὰ τὸν ψαλμογράφον, οὐκ ἔστιν ἄλλως πως ἡμᾶς εἰς οὐρανοὺς ἀρθῆναι. Ταῦτα μὲν λελιπάρηκεν ἡ νύμφη τὸν νυμφίον· ὁ δὲ πληρῶν τὰ σύμπαντα καὶ πανταχοῦ τυγχάνων, ὁ λέγων «ἰδοὺ πάρειμι» τοῖς ἐπικαλουμένοις, πρὶν πληρωθῆναι τὴν εὐχὴν τῆς νύμφης ἐπακούσας εἰς κῆπον κατελήλυθεν αὐτῆς ὡς ἠβουλήθη καὶ τοὺς καρποὺς ἐτρύγησε ταύτης τῶν ἀκροδρύων. φησὶ γὰρ οὕτω πρὸς αὐτήν, ὡς καθ' εἱρμὸν εὑρήσεις· εἰσῆλθον εἰς κῆπόν σου, ἀδελφή μου νύμφη, ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων, ἔφαγον ἄρτον μου μετὰ μέλιτος, ἔπιον οἶνόν μου μετὰ γάλακτος [5, 1]. Κατῆλθον ἔγωγε, φησί, πρὸς κῆπόν σου, παρθένε, καὶ τῶν καρπῶν ἀπήλαυσα τῶν σῶν φυτῶν εἰς κόρον, καὶ τῇ θερμῇ τῶν τέκνων σου πίστει καὶ μετανοίᾳ μεγάλην ἔσχηκα χαράν, μεγάλην εὐφροσύνην. τοῦτο γὰρ ὅλον πέφυκεν ὁ τρυγητὸς τῆς σμύρνης ἡ βρῶσίς τε τοῦ μέλιτος, τοῦ γάλακτος ἡ πόσις. Ταῦτα τὴν νύμφην προσειπὼν Χριστὸς ὁ καὶ νυμφίος ὥσπερ ἀντίχαρίν τινα τῆς μελιτοτροφίας τὸ σῶμα δίδωσιν αὐτοῦ τοῖς τέκνοις τῆς παρθένου. φησὶ γὰρ οὕτω πρὸς αὐτούς, πλὴν μόνους τοὺς ἀξίους, οὓς καὶ πλησίον εἴρηκεν ὄντως αὐτοῦ τυγχάνειν· φάγετε, οἱ πλησίον μου, πίετε καὶ μεθύσθητε, ἀδελφοί μου [5, 1]. Ὅσοι πεφύκατε, φησί, τοῖς ἔργοις ἀδελφοί μου, τὸ σῶμα μέν μου