1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

18

Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· τουτέστιν· τοὺς τοῦ Ἰὼβ λόγους διαδεξάμενος. 4, 2 μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; οἶσθα, φησίν, ὦ Ἰώβ, ὅτι οὐδέποτέ σοι λελαλήκαμεν λυπηρὰ ὥστε σε κοπῶσαι, οὐδέποτέ σου κατεφρονήσαμεν· νῦν δέ, ἐπειδὴ μὴ δυνάμεθά σου φέρειν τὴν τραχύτητα τῶν ῥημάτων, εἰς ἀντιλογίαν ἤλθομεν. 4, 35 εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας, ἀσθενοῦντας τε ἐξανέστησας ῥήμασι, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας. νυνὶ δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας. ἀναμνήσθητι τοιγαροῦν, ὡς πολλοὺς ὑπὸ συμφορῶν ἐκλελυμένους ὡς φίλος τοῖς παρακλητικοῖς σου λόγοις ἐπέρρωσας καὶ καταπεσόντας ὑπὸ τῆς ἀθυμίας θαρρεῖν παρεσκεύασας ἀγαθὰς ἐλπίδας αὐτοῖς ὑποθέμενος. τί οὖν πέπονθας; πῶς τὸν ἐπελθόντα σοι πόνον φέρειν οὐ δύνῃ, ἀλλὰ θορυβῇ καὶ σπουδάζεις ἀποθέσθαι τὸ βάρος; καίτοιγε ἐ 52 χρῆν σε τῶν οἰκείων ὑπομιμνησκόμενον λόγων μὴ ἐν ταῖς ἑτέρων μόνον, ἀλλὰ κἀν ταῖς σαυτοῦ συμφοραῖς φιλοσοφεῖν. ἐπιτήρει δέ, ὡς πρὸς ταῖς ἄλλαις ἀρεταῖς μαρτυρεῖ τῷ Ἰὼβ ὁ Ἐλιφάζ, ὅτι καὶ διδασκαλικὸν εἶχε χάρισμα καὶ τὸν παρακλητικὸν μετὰ χάριτος θείας προέφερε λόγον, ὥστε καὶ εὐθυμεῖν τοὺς ἐν ταῖς συμφοραῖς παρασκευάζειν διὰ τῆς παραινέσεως. ταῦτα μὲν οὖν οὔπω τραχέα τοῦ Ἐλιφὰζ τὰ ῥήματα, τὰ δὲ ἐφεξῆς οὐκέτι πρὸς τὴν τοῦ παραμυθουμένου προσώπου ποιότητα φθέγγεται. 4, 6 πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου. δέδεικται γάρ, φησίν, ἐπὶ τῶν πραγμάτων, ὅτι μάτην ἔλεγες τὸν θεὸν φοβεῖσθαι. ὁ γὰρ περὶ θεὸν φόβος περιεκτικός ἐστι τῶν ἀρετῶν. σὺ δὲ οὐ καθαρὸν τοῦτον ἐκέκτησο, ἀλλ' ἐν κακίᾳ ὢν ἔλεγες φοβεῖσθαι θεὸν καὶ ἐλπίζειν ἐπ' αὐτόν, ὅπερ ἐστὶν ἀφροσύνης. 4, 79 μνήσθητι οὖν τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο. καθ' ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα, οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς. ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται. ὅτι μὲν ὃ σπείρει τις τοῦτο καὶ θερίζει, κατὰ τὸν ἱερὸν ἀπόστολον πρόδηλον, καὶ καλῶς τοῦτο εἶπεν ὁ Ἐλιφάζ. ἐπειδὴ δὲ δεῖ ἀροτριᾶν, εἶτα σπείρειν, εἶτα θερίζειν, ἀκολούθως ἐχρήσατο τῇ 53 τροπῇ τοῦ λόγου. ἐκεῖνο δὲ οὐκ ἐνόησεν, ὅτι οὐ πάντως ἐνταῦθα αἱ ἀνταποδόσεις· πολλοὶ γὰρ τῶν φαῦλα πραξάντων ἀνελέγκτως ἀπῆλθον μὴ κολασθέντες ἐν τῷδε τῷ βίῳ, ἀλλὰ τηρούμενοι τῷ μέλλοντι δικαίῳ κριτηρίῳ. οὐ καλῶς οὖν ἀπεφήνατο, ὅτι πάντως οἱ ἄδικοι ἐνταῦθα κολάζονται, ἢ ὅτι πάντως οἱ ἀληθινοὶ καὶ δίκαιοι οὐ περιπίπτουσιν ἐνταῦθα συμφοραῖς. οὗτοι γὰρ μάλιστα ὡς ἐπίπαν πάσχουσιν, ἵνα καὶ δοκιμασθῶσιν. τὸ δὲ ὁλόρριζοι ἀντὶ τοῦ· αὐτοῖς τέκνοις καὶ περιουσίᾳ, ὅπερ πέπονθεν ὁ Ἰώβ. πλανηθεὶς οὖν ὁ Ἐλιφὰζ ἀντιφθέγγεται τῇ γραφῇ. τῆς γὰρ γραφῆς εἰπούσης περὶ τοῦ Ἰώβ· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινὸς αὐτός φησιν ὅτι· οὐκ εἶ ἀληθινός, ἢ γὰρ ἂν οὐδὲ ἐκ ῥιζῶν ἀπώλου. τὸ δὲ ἀπὸ πνεύματος ὀργῆς αὐτοῦ ἀντὶ τοῦ· διὰ τῆς ἀπειλῆς τοῦ θεοῦ. 4, 1012 σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη· μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν, σκυμνοὶ δὲ λεόντων ἔλιπον ἀλλήλους. εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐδὲν ἂν τούτων ἀπήντησέ σοι. τὸν μυρμηκολέοντα οἱ μὲν οὐδὲ ὅλως εἶναί φασι ζῷον καθ' ἱστορίαν, ἀλλὰ κατὰ σύνθεσιν οὕτως εἰρῆσθαι. οἱ δὲ λέγουσιν, ὅτι καὶ ζῷόν ἐστι καὶ δίχα τροφῆς δύναται διαζῆν οὕτως αὐτὸ τοῦ θεοῦ κατασκευάσαντος. πρὸς μὲν οὖν τὴν ἱστορίαν πειρᾶται δεικνύναι ὁ 54 Ἐλιφάζ, ὅτι οὐκ ἔστιν ἀληθινὸς ὁ Ἰώβ, φυσικοῖς χρώμενος παραδείγμασιν. εἰπέ μοι, γάρ φησιν, ὦ Ἰώβ, μὴ οἱ λέοντες τὴν οἰκείαν ἀλκὴν ἀπώλεσαν; οὐ μέχρι νῦν ἰσχυρόν ἐστι τὸ ζῷον ὁ λέων; μὴ τῶν δρακόντων ἐσβέσθη τὸ γαυρίαμα; οὐ μέχρι νῦν σῴζουσι τὴν αὐθάδειαν καὶ τὸ ἀπτόητον; μὴ ὁ μυρμηκολέων ἀπώλετο, καὶ ταῦτα μὴ τρεφόμενος; μὴ οἱ τῶν λεόντων σκύμνοι ἀγεληδὸν ὥσπερ τὰ θρέμματα νέμονται; οὐ καθ' ἑαυτοὺς ζῶσι καὶ ἕκαστος ἐν ἰδιάζοντι τόπῳ, ὡς ἐξ ἀρχῆς ὑπὸ τῆς φύσεως