ἐδικαιώθη ἀρξαμένης εἶναι ἐν αὐτῷ δικαιοσύνης ἀπὸ τῆς ····· πίστεως λογιζομένης αὐτῷ εἰς δικαιοσύνην *** πῶς χρὴ ἕκαστον τ̣ὰ τοῦ Ἀβραὰμ <ἔργα> ποιεῖν τὸ ἐξελθεῖν τινα ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συγγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ εἰς τὴν γῆν ἣν | δείξει τῷ ἐξελθόντι ἀπὸ τούτων ὁ Κύριος, καὶ εἴ τίς γ' ἐξέρχεται ἀπὸ τούτων, ἐπιτεύξασθαι τῶν ἐπὶ τούτοις ὡσπερεὶ ἄθλων εἰρημένων πρὸς τὸν Ἀβραάμ *** [Rom. 5, 1-2] οὐ γὰρ δυνατόν ἐστιν εἰρήνην ἔχειν πρὸς τὸν Θεὸν τὰ ἐναντία ἔργα τῇ ἀρετῇ πράττοντα ἅπερ ἐχθροποιεῖ Θεῷ τὸν κατεργαζόμενον, καθὸ λέγεται τὸ «Ἐχθροὶ ὄντες τῷ Θεῷ» ᾧ ἐπιφέρεται τὸ «Κατηλλάγη|μεν» *** Ὁ Θεὸς μὲν ····τὸν ἥλι̣ο̣ν αὐτοῦ ἀνατέλ λων ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδί κους τὰ τῆς πρὸς ἡμᾶς εἰρήνης ἐπιτελεῖ, ἡμεῖς δὲ ἁμαρτάνοντες ἑαυτοὺς ἐχθροὺς Θεῷ κατασκευάζομεν, κατορθοῦντες δὲ φίλ̣ο̣υ̣ς, ὁ´̣τ̣ε καὶ εἰρήνην ἔχομεν πρὸς τὸν Θεόν· καὶ ἵνα τὸ κυριώτερον τὸ | ἐναντίον τῇ εἰρήνῃ ἐπὶ τῶν ἁμαρτανόντων λάβω, εἴποιμι δ' ἂν ὅτι ὁ μὲν κατορθῶν εἰρήνην ἔχει πρὸς τὸν Θεόν, ὁ δὲ τὰ ἐναντία τῷ κατορθοῦντι πράττων, τουτέστιν ἁμαρτάνων, πόλεμον αἱρεῖται καὶ ἔχει πρὸς τὸν Θεόν, καὶ δι' αὐτοῦ τοῦ ποιεῖν κακῶς πολεμεῖ τῷ Θεῷ *** Καὶ τὴν προσαγωγὴν δὲ ἐσχήκαμεν δι' οὐδενὸς ἢ διὰ Ἰησοῦ Χριστοῦ | τοῦ Κυρίου ἡμῶν· λόγος γὰρ καὶ ἀλήθεια καὶ σοφία καὶ δικαιοσύνη καὶ τὰ ἄλλα πάντα, ὅσα ἐστὶν ὁ Σωτὴρ ἡμῶν ὁ πρωτοτόκος πάσης κτίσεως, προσάγει τῷ ἐπὶ πᾶσιν Θεῷ καὶ Πατρὶ τὸν ἑαυτὸν τούτοις ἐπιδεδωκότα *** Καὶ ὅρα πηλίκον ἐστὶν τὸ κατὰ τὴν χάριν ὡς περὶ ὀλίγων ἀναγεγράφθαι τὸ «Εὗρεν χάριν ἐνώπιον τοῦ Θεοῦ». Ἐν ἐπαίνῳ γὰρ εἴ|ρηται τὸ «Νῶε 226 δὲ εὗρεν χάριν ἐνώπιον τοῦ Θεοῦ» καὶ Μωσῆς δὲ παρρησιαζόμενος «Εἰ εὗρον χάριν, φησίν, ἐνώπιόν σου» *** «Καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ», ὅπερ ἴσον νομίζω τυγχάνειν τῷ «καυχώμεθα ἐπὶ τῇ ἐλπίδι τοῦ ὄψεσθαι τὴν δόξαν τοῦ Θεοῦ καὶ τοῦ μεταλήμψεσθαι αὐτῆς»· ἧς δόξης Θεοῦ ἀπαύγασμα ὁ Σωτὴρ ἡμῶν ἐν τῇ | πρὸς Ἑβραίους εἶναι λέγεται *** δόξαν μὲν ἐπὶ τοῦ προσώπου Μωσέως τοῦ νοῦ αὐτοῦ τὴν καθαρότητα καὶ πρὸς τὴν θεότητα τοῦ Πατρὸς τῶν ὅλων κοινωνίαν, ἀφ' ἧς ἐλλαμπόμενον φωτιζόμενον πάντων μᾶλλον τῶν ἐπὶ γῆς ἐνεώρα ἥτις ποτ' ἐστὶν ἡ ἀγένητος καὶ ὑπὲρ πάντα τοῦ Θεοῦ φύσις· καλύμμα δὲ ἐπὶ τοῦ προσώπου | Μωσέως ἡ ἀπόκρυψίς ἐστιν τῶν νενοημένων αὐτῷ καὶ τεθε‖ωρημένων, ἐπεὶ μηδὲ ἐδύναντο οἱ πολλοὶ τοῖς τηλικούτο̣ις ἐν Μωσεῖ θεωρήμασιν μαθητεύεσθαι· ἀλλὰ καὶ ὅτε συνετέλεσεν Μωσῆς τὰ ἔργα καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ οὐ δυνήθη Μωσῆς | εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου εἰσελθεῖν ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν ἡ νεφέλη καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή *** οἶκος ἀληθινὸς ἡ ἐκκλησία ἐστὶν ζῶντος Θεοῦ λεγομένη ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, νεφέλη δὲ ὁ Σωτὴρ ἡμῶν ἐπὶ τ]ο`̣ν οἶκον τοῦτον ὡς μηδὲ τοὺς ἱερεῖς στῆναι δύνασθαι λει|τουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης ταύτης ὅτι ἔπλησεν δ̣[όξα Κυρίου τὸν οἶκο̣ν *** ὅσον μὲν γὰρ ἐπὶ τοῦ ἀπὸ τῆς πρὸς Κορινθίους ········· ἔοικεν ἔχειν ἤδη τὴν δόξαν τοῦ Θεοῦ ἐπ̣ι`̣ τοῦ ἑαυτοῦ προσώπο̣υ· ὅσον δὲ ἐπὶ τῇ προκειμένῃ λέξει ὡς οὐκ ἔχων αὐτήν̣ φησιν [··] «Καυχώμεθα ἐπ' ἐλπίδι τῆς 228 δόξης τοῦ Θεοῦ». Ὅρα τοίνυν εἰ δυ|νάμεθα οὕτω λῦσαι τὸ ἐπαπορηθέν· ὁ αὐτός φησιν Παῦλος· «Εἴ τις ἔγνω, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι» καὶ «βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον» καὶ «Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν» *** [Rom. 5, 3-5] «Οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν εἰδότες ὅτι ἡ | θλῖψις ὑπομονὴν κατεργάζεται» τῶν γὰρ πολλῶν ἐνδιδόντων πρὸς τὰς θλίψεις καὶ λυπουμένων ἐπ' αὐταῖς ὡς δυσαρεστεῖσθαι, ἡμεῖς τοσοῦτον διὰ Ἰησοῦ Χριστοῦ ὑπὸ Θεοῦ ὠφελήθημεν ὥστε καυχᾶσθαι διὰ τὴν ἐκ Θεοῦ ἐν θλίψεσιν πολλὴν ὑπομονὴν ἐπὶ ταῖς θλίψεσιν ὡς ἐπὶ ὕλῃ ἀγαθῶν. ∆ιὸ καὶ ἐπιστήμην τινὰ καινὴν ἀνειλήφαμεν· |