ἀληθείας τῷ ἐν τοῖς προφήταις πνεύματι καὶ ἐν τοῖς ἀποστόλοις Χριστοῦ λόγῳ, πολλαχοῦ καὶ ὑπὸ τῆς φράσεως συγχεῖται καὶ οὐχ ὡς ὑπὸ μίαν λέγεται ἀκολουθίαν· ἵνα μὴ καὶ ἀνάξιοι εἰς κρίμα τῆς ἑαυτῶν ψυχῆς εὕρωσι τὰ συμφερόντως αὐτοῖς ἀποκεκρυμμένα. καὶ τοῦτο πολλαχοῦ αἴτιόν ἐστι τοῦ δοκεῖν μὴ ἔχειν σύνταξιν μηδὲ ἀκολουθίαν τὴν ὅλην γραφήν· καὶ μάλιστα, ὡς προείπομεν, τὴν προφη τικὴν καὶ τὴν ἀποστολικήν· καὶ μάλιστα τῆς ἀποστολικῆς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν, ἐν ᾗ τὰ περὶ νόμου διαφόρως ὀνομάζεται, καὶ ἐπὶ διαφόρων πραγμάτων κείμενα· ὥστε δοκεῖν ὅτι οὐκ ἔχεται ὁ Παῦλος ἐν τῇ γραφῇ τῆς ἐπιστολῆς τοῦ προκειμένου αὐτῷ σκοποῦ.> 37 vii 7 τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν Οὐκ ἐπιθυμήσεις. νόμον ὧδε νοοῦμεν οὐ μόνον τὸν Μωσέως τὸν κωλύοντα τὴν ἐπιθυμίαν, ἀλλὰ καὶ τὸν φυσικόν· ἐνέσπαρται γὰρ ἡμῖν φυσικῶς ἡ ἐπιθυμία ὡς πάθος, καὶ ὁ περὶ ταύτην νόμος, καὶ ἔλαβεν ἀφορμὴν ἡ ἁμαρτία οὐ διὰ τῆ γραπτῆς μόνης ἐντολῆ, ἀλλὰ καὶ διὰ τῆς φυσικῆς. καὶ ὁ Ἀδὰμ δὲ ᾔδει τοῦτο καὶ πρὸ τοῦ Μωσέως νόμου. 38 vii 8 ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν. οὐκ ἐν Παύλῳ μόνῳ ἀλλ' ἐν πάσῃ ψυχῇ, ὅτε ἡ ἁμαρτία ὑπέστη, πᾶσα ἐπιθυμία κατεπολέμει τὸ γένος· ἀμήχανον γὰρ ἀνθρωπίνην ψυχὴν μὴ ὑπο πεσεῖν πάθεσι, κἂν ἐξ ἐπιμελείας ὕστερον οἱονεὶ ἐν ἀπαθείᾳ γένηται. ὧδε δὲ ὁ Παῦλος πᾶσαν ἐπιθυμίαν λέγει παθητικὴν καὶ ἁμαρτωλόν (ἣν ὁ νόμος ἀπαγορεύει διδάσκων τὸ Οὐκ ἐπιθυμήσεις), ἥτις ἐστὶν ὄρεξις ἄλογος γινομένη κατὰ ὁρμὴν πλεονάζουσαν παρὰ λόγον, καθ' ἣν φιλοζωοῦμεν, ὡς ἀγαθοῦ ὀρεγόμενοι τῆς μέσης καὶ ἀδιαφόρου ζωῆς, προσκείμενοι πλούτῳ καὶ δόξῃ καὶ γυναιξὶ καὶ ταῖς λοιπαῖς ἐπιθυμίαις, κατὰ τὸ τῆς ἁμαρτίας βούλημα ποιούσης ἡμᾶς ἐκτείνεσθαι ὡς ἐπὶ ἀγαθὸν <ἐπὶ> πᾶν τὸ ὑφ' ἡμῶν ἐπιθυ μούμενον. φαντασία γὰρ ἀγαθοῦ ἡ ἐπιθυμία γίνεται. 39 vii 8-11 χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά. ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον· ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ δι' αὐτῆς ἀπέκτεινεν. τότε γὰρ καὶ λέγοιτ' ἂν περὶ τοῦ τοιούτου ὅτι οὗτος ζῇ χωρὶς νόμου· ἐπὶ ταύτην γὰρ τὴν κατάστασιν ἀναφέρων ὁ Παῦλος καὶ πᾶς ἄνθρωπος ἐρεῖ, ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ, ἐπεὶ ποτὲ ἦν χωρὶς νόμου ὅπου, καθὼς αὐτός φησι, περιτομῇ ὀκταήμερο, ἐκ γένου Ἰραήλ, Ἑβραῖο ἐξ Ἑβραίων· οὐ γὰρ δύναταιτὸ ἔτι ἄλογον ἔχον κατάστασιν παιδίον ζῇν ὑπὸ νόμον. πᾶς γὰρ ἄνθρωπος ἔζη χωρὶς νόμου ποτέ, ὅτε παιδίον ἦν· <ὅτε οὐκ ἦν ἐπιτίμησις· ἄγνοια γὰρ κολάσει οὐχ ὑπόκειται·> καὶ παντὶ ἀνθρώπῳ ἦλθέν ποτε ἡ ἐντολή· πότε δὲ ἢ ὅτε συνεπλήρωσε τὸν λόγον, καὶ νενόηκε τὴν ἐντολὴν προστάττουσαν μὲν τὰ τοιάδε, ἀπαγορεύουσαν δὲ τὰ τοιάδε; ἅμα δὲ τῷ ἐλθεῖν τὴν ἐντολὴν κατὰ τὸν πρῶτον αὐτῆς καιρὸν ὑφίσταται ἡ κακία, ἤ, ὡς ὁ Παῦλος ὠνόμασεν, ἀναζῇ ἡ ἁμαρτία τέως οὖσα νεκρά· ἐπεὶ δὲ μὴ πέφυκεν ἅμα ζῇν ἁμαρτία καὶ ὁ ἔω ἄνθρωπο, διὰ τοῦτο ἐλθούσης τῆς ἐντολῆς ἡ μὲν ἁμαρτία ἀναζῇ ἡ δὲ ψυχὴ ἀποθνήσκει, κατὰ τὸ ψυχὴ ἡ ἁμαρτάνουα αὐτὴ ἀποθανεῖται. τὸ γὰρ ἐγὼ ἐπὶ τὴν ψυχὴν καὶ ἐπὶ τὸν ἔω ἄνθρωπον ἀναφέρεται. <περιίσταται τοίνυν τὸ ζωοποιὸν ἀγαθόν, ἡ τοῦ νόμου πρόσταξις, εἰς θανάτου πρόφασιν· ἧς γὰρ ἄνευ τὴν ἁμαρτίαν οὐχ οἷόν τε ἁμαρτίαν εἶναι, οὐδὲ καταδικάζειν θανάτῳ τὸν ἄνθρωπον, διὰ ταύτης δή που καὶ τὸ τῆς πονηρίας ἔγκλημα καὶ τὸ τῆς κολάσεως ἐπιτίμιον συνίσταται>. μὴ νομίσῃς δὲ παραπλήσιόν τι ἔχειν τὸν θάνατον τὸν πρῶτον τῆς ἁμαρτίας τῷ δευτέρῳ ταύτης θανάτῳ· ὡς γὰρ πολλὴ διαφορὰ ὅτε νεκρὰ ἡ ἁμαρτία χωρὶς νόμου καὶ ὅτε νεκρὰ ἡ ἁμαρτία νεκρωθέντων τῶν μελῶν τῶν ἐπὶ γῆ ὑπὸ τοῦ λόγου, οὕτως καὶ τῆς καθ' ἑκατέραν νεκρότητα τῆς ἁμαρτίας ζωῆς πολλή τις ἂν εἴη καὶ οὐ συγκριτικὴ ἡ ἑτέρα τῇ ἑτέρᾳ διαφορὰ τοῦ ζῇν· δῆλον γὰρ ὅτι ἡ νεκρὰ ἁμαρτία ζῇ ὅτε μήπω νεκροῦται τὰ μέλη τὰ