ἀμφοτέρων τῶν ἀδελφῶν ἐλάττων γεγονέναι. 20.3.14 Ἔξεστιν τοίνυν μὴ ὄντα σπέρμα τοῦ Ἀβραάμ, τῷ πάντως διὰ τὴν κατὰ τὸν κατακλυσμὸν ἱστορίαν ἀπὸ Νῶε τοὺς ἑξῆς γεγονέναι, εἶναι σπέρμα Νῶε· εἰ δὲ τοῦτο, καὶ σπέρμα Ἐνώχ, πάντως δὲ καὶ σπέρμα Ἐνὼς καὶ Σήθ· ἄδηλον δ' ἡμῖν ἐπὶ τῶν πολλῶν κατωτέρω τοῦ Νῶε, τίς σπέρμα τοῦ Σὴμ καὶ τίς τοῦ Χὰμ καὶ τίς τοῦ Ἰάφεθ καὶ τῶν ἔτι κατωτέρω· πλὴν οὐκ ἔστιν τις μηδαμῶς μετέχων σπέρ 20.3.15 ματος δικαίων. ἐφίστημι δὲ μήποτε δυνατὸν ἔχοντα τὰς ἀφορμὰς ἃς εἶχεν ὁ Ἀβραὰμ ἐκ τῶν προτέρων σπερμάτων γενέσθαι τὸν μὴ ὄντα σπέρμα τοῦ Ἀβραὰμ τοιοῦτον, ὥστε αὐτὸν οὐκ ὄντα ἀπὸ τοῦ 20.3.16 Ἀβραὰμ ἐξομοιωθῆναι τῷ Ἀβραάμ. ὡς γὰρ Ἀβραάμ, οὐκ ἐκ σπέρματος Ἀβραὰμ τυγχάνων ἀλλὰ τῶν προειρημένων, γέγονεν Ἀβραάμ, οὕτω δυνατόν τινα τὰ κρείττονα τῶν ἐν αὐτῷ ἐγκατασπαρέντων γεωργήσαντα γενέσθαι ἄλλον Ἀβραάμ, οὐ πάντως ἐκ σπέρματος Ἀβραὰμ ἀλλὰ καὶ αὐτὸν ἱκανὸν σπείρειν ὡς Ἀβραάμ. 20.4.17 Ὅλων δὲ τούτων ἀκούωμεν ἀναφέροντες τὰ λεγόμενα οὐκ ἐπὶ σώματα καὶ ἀνθρώπους, ἀλλ' ἐπί τινα νοητὰ καὶ λόγους πλείονας ἢ ἐλάττονας, ὧν μετέχουσι διαφόρως οἱ κατιόντες εἰς γένεσιν ἢ εἰσ 20.4.18 ιόντες, καὶ τάχα δέ πως καὶ ἀνιόντες. ἐπιστήσεις δὲ εἰ δύναται ἐπὶ τὰ τοιαῦτα σπέρματα, ἤδη καὶ τῶν εἰς ἑαυτοὺς λαμβανόντων αὐτὰ ἴδια ὀνομαζόμενα, ἀναφέρεσθαι τὸ «Πορευόμενοι ἐπορεύοντο «καὶ ἔκλαιον, αἴροντες τὰ σπέρματα αὐτῶν»· εἴ τις γὰρ δύναται, τὴν μετὰ κλαυθμοῦ πορείαν τινῶν ψυχῶν εἰς γένεσιν ἐρχομένων κατα νοησάτω, φερουσῶν τὰ σπέρματα ἤτοι πλειόνων δικαίων ἢ ὀλιγω 20.4.19 τέρων καὶ ἀδίκων ὁμοίως. καὶ ἐννοείτω θεωρῶν ὡσπερεὶ γεωργοὺς ἀγωνιῶντας περὶ ὧν ἔχουσιν σπερμάτων, πῶς τάδε μὲν γεωργήσωσιν (λέγω δὲ τὰ διαφέροντα), τάδε δὲ μὴ σπείρωσιν, εἴγε ἔρχονται καὶ 20.4.20 μετὰ χειρόνων σπερμάτων. ποῖον γὰρ εἰκὸς κλαυθμὸν κλαίειν τού τους περὶ ὧν φησιν ὁ λόγος· «Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, 20.4.21 «αἴροντες τὰ σπέρματα αὐτῶν»; καὶ ἐλπίς γε ἀγαθή ἐστιν ἐν τοῖς πορευομένοις καὶ κλαίουσιν, αἴρουσιν τὰ σπέρματα ἑαυτῶν· οὗτοι γὰρ ὡς ἐπίπαν «ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα 20.4.22 «αὐτῶν». τάχα δὲ ἕτεροι ἦλθον, περὶ ὧν εἴποις ἄν· "7Πορευόμενοι ἐπορεύοντο καὶ ἐγέλων, αἴροντες τὰ σπέρματα ἑαυτῶν"7· οἷς ἀκολου θήσει τὸ "7Ἐρχόμενοι δὲ ἥξουσιν ἐν κλαυθμῷ, αἴροντες τὰ δράγματα ἑαυτῶν"7· περὶ ὧν εἴποις ἄν· «Ἐγεννήθησαν ὡσεὶ χόρτος δωμάτων, «ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα «αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. 20.4.23 «καὶ οὐκ εἶπαν οἱ παράγοντες· Εὐλογία κυρίου ἐφ' ὑμᾶς». καὶ ὅρα εἰ δύναται κατὰ τοῦτο βαθύτερον καὶ μυστικώτερον λέγεσθαι ὑπὸ τοῦ σωτῆρος ἡμῶν τὸ «Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται»· 20.4.24 καὶ τὸ «Οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε». ὅσῳ μέντοι γε μεταγενεστέρων τίς ἐστιν δικαίων σπέρμα, τοσούτῳ πλείο νας φέρει δικαιοσύνης λόγους, ὡς διὰ τοῦτο μὲν γεγράφθαι τὸ «Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ», διὰ τοῦτο δέ πως εἶναι καὶ τὸ περὶ τοῦ Ἰωάννου εἰρημένον· «Μείζων «ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν». 20.4.25 Ἐν τούτοις δὲ γενόμενος τοῖς τόποις πρόσχες εἰ μὴ λόγον ἔχει τὸ ἀφανίζεσθαί τινα τῶν σπερμάτων ὑπὸ θεοῦ, ἵνα μὴ πλείονα τὰ κακὰ ᾖ ἐπὶ τῆς γῆς, σπειρομένων τῶν μὴ ἐχόντων ἀφορμὰς ἀπὸ κρειττόνων πρὸς τὸ γεωργῆσαι τὰ ἀπὸ διαφερόντων σπερμάτων· διὰ τοῦτο γὰρ κατακλυσμὸς γίνεται, ἵνα ἐξαφανισθῇ τὸ τοῦ Κάϊν σπέρμα, οὐκ ἂν δυνηθέντων τῶν ἀπ' αὐτοῦ γενομένων ἔχειν τί 20.4.26 γεωργήσωσιν, εἰ μὴ τὰ ἀπὸ τοῦ Ἀδὰμ μόνα. ὅτι δὲ ὁ κατακλυσμὸς ὑπὲρ τοῦ ἐξαφανισθῆναι τὸ σπέρμα τοῦ Κάϊν γεγένηται, παρίστησιν ἡ ἐπιγεγραμμένη τοῦ Σολομῶντος Σοφία διὰ τούτων· «Ἀποστὰς δὲ «ἀπ' αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ» (δῆλον δ' ὅτι τῆς σοφίας) «ἀδελ «φοκτόνοις συναπώλετο θυμοῖς δι' ὃν κατακλυζομένην γῆν πάλιν 20.4.27 «ἔσωσεν σοφία, δι' εὐτελοῦς ξύλου τὸν δίκαιον