ὅλα τὰ τῆς φθορᾶς ἐργάζεσθαι, ἀεὶ φθείρεται. αἱ μὲν οὖν ἐπιθυμίαι τῆς ἀπάτης καὶ ἡ προτέρα ἀναστροφὴ ἐνεργοῦσι τὸ φθείρεσθαι αὐτόν, καὶ οὐδέπω πάντῃ ἔφθαρται ὅσον ταῦτα ποιεῖ, ἀλλὰ φθείρεται· ὁ δὲ λόγος τοῦ Θεοῦ οὐ φθείρει ἀλλὰ ἀποκτένει τὸν παλαιὸν ἄνθρωπον ἐπὶ τῷ ζωοποιῆσαι, ἐγὼ γάρ, φησίν, ἀποκτένω καὶ ζῇν ποιήω, καὶ ὅταν ἀπέκτενεν αὐτοὺ τότε ἐξεζήτουν αὐτόν. ἔτι ζητήσεις πῶς ὁ κατὰ τὴν κακίαν πεπαλαιωμένος παλαιὸς ἄνθρωπος λέγεται. καὶ μήποτε ὥσπερ ἀνακαινοῖ καὶ ἀνακτίζει ἡ ἀρετή, οὕτως ἡ ἐναντία αὐτῇ κακία παλαιοῖ, ὡς καὶ τῆς παλαιότητος σημεῖα γίνεσθαι περὶ τὴν ψυχὴν οἱονεὶ τὰς ῥυτίδας, ὥσπερ γίνεται ἐπὶ τῶν γηρασκόντων σωμάτων. διὰ τοῦτο ἔνδοξον αὐτῷ παρίτηι τὴν ἐκκληίαν Χριστός, μὴ ἔχουαν πίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων· ὅσον μὲν γὰρ ἔχει σημεῖα τῆς παλαιότητος, ἔχει καὶ τὴν ῥυτίδα· ὅταν δὲ ἀπόθηται τὸν παλαιὸν ἄνθρωπον, ἅπαντα ἀκμάζει καὶ πᾶσα ῥυτὶς ἐξαφανίζεται. ἀπάτης δέ ἐστιν ἐπιθυμία ἡ μοχθηρὰ ἐπιθυμία καὶ ἡ φαύλη. [ iv 23] ἀνανεοῦσθε δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν. εἰ χρὴ ἀνανεοῦσθαι κατὰ τὴν λέξιν ταύτην οὔτε ἁπλῶς ἐν τῷ πνεύματι οὔτε ἐν τῷ νοΐ, ἀλλ' ἐν τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, ζητητέον ἰδίᾳ τίς ὁ νοῦς ἡμῶν καὶ τί τὸ πνεῦμα αὐτοῦ. πρόσχες δὲ καὶ τῷ ψαλῶ τῷ πνεύματι ψαλῶ δὲ καὶ τῷ νοΐ, προεύξομαι τῷ πνεύματι προεύξομαι καὶ τῷ νοΐ. ἐπιστήσεις οὖν εἰ, ὥσπερ ἔστι πολλὰ πνεύματα καὶ ἕκαστόν τινι ᾠκείωται, οὕτως ἔστιν τι πνεῦμα ᾠκειωμένον ἡμῶν τῷ νοΐ, ὅπερ τοῦ νοὸς ἡμῶν ἀποκαθαιρομένου καὶ πᾶσαν ἀποβαλόντος ἀχλὺν ᾠκειωμένον αὐτῷ ἀνανεοῖ ἡμᾶς. [ iv 24a. καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα.] εἰ θέλομεν ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα, νοήσωμεν τὸ μιμηταί μου γίνεθε καθὼ κἀγὼ Χριτοῦ καὶ τὸ ζῶ δὲ οὐκέτι ἐγὼ ζῇ δὲ ἐν ἐμοὶ Χριτό· καὶ ἁπαξαπλῶς μορφωθέντα τὸν Χριτὸν ἐν ἡμῖν ὅλον καὶ κατὰ πᾶσαν πρᾶξιν δείξομεν. [ iv 25a] διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ. οἱ μὲν ἁπλούστεροι πλέον τοῦ ἠθικοῦ οὐδὲν οἰήσονται λέγεσθαι ἐκ τοῦ λεγομένου· ἡμεῖς δέ, ἐναντίον εἶναι πειθόμενοι τῇ ἀληθείᾳ τὸ ψεῦδος, τὸ ἐναντίον τῇ καθηκόντως λαλουμένῃ ἀληθείᾳ πρὸς μόνον τὸν πλησίον ζητοῦμεν ψεῦδος ἀποθέσθαι ὅπερ ἐστὶν ἡ ψευδοδοξία (ἔργον δὲ οὐ τὸ τυχόν ἐστι πρὸς τ<ῷ> ἀποθέσθαι ἐκεῖνο τὸ ψεῦδος καὶ τὸ οὕτως ψεῦδος ἀποθέσθαι, καὶ γὰρ δόκιμον δεῖ εἶναι τραπεζίτην καὶ πάντα δοκιμάζειν ἱκανόν, ἵνα μόνον κατέχωμεν τὸ καλὸν ἀπὸ δὲ παντὸ εἴδου πονηροῦ ἀπεχώμεθα)· ἐναντίον δὲ τῷ κατὰ τὰς ψευδοδοξίας ψεύδει ἐστὶν ἡ σωτήριος ἀλήθεια. τὸ δὲ λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ εἴληπται ἀπὸ τοῦ Ζαχαρίου. [ iv 26a] ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. ὅτι ἀπὸ τοῦ τετάρτου ψαλμοῦ τοῦτο εἴληπται δῆλόν ἐστιν. δύο δὲ σημαίνεται ἐκ τῆς ὀργίζεσθαι φωνῆς· ἢ τὸ ἀπροαίρετον, ὅπερ τινὲς ἐκάλεσαν προ<σ>πάθειαν, ἥτις συμβήσεται καὶ τοῖς τελείοις ἀπροαίρετόν τι πάσχουσι κατὰ τὰ τοιάδε εἰς ὀργὴν προκαλούμενα συμπτώματα· ἕτερον δέ, ὅταν ἤδη ἡ συγκατάθεσις παραδέχηται τὸ καθήκειν τιμωρεῖσθαι τὸν ἠδικη <κ>έν<αι> νομιζόμενον, ὅπερ ὡς ἐφ' ἡμῖν τυγχάνον κελεύει ἀποθέσθαι ὁ ἀπό στολος ἡμᾶς. τὸ πρότερον οὖν τῶν σημαινομένων δηλοῦται ἐν τῷ ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ἀντὶ τοῦ «εἰ καὶ παρεδέξασθέ ποτε τὴν ὀργήν, ἀλλὰ ἄπρακτον καταλείψατε.» [ iv 26b] ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. ἐὰν τὸν αἰσθητὸν ἥλιον ἀκούσωμεν λέγεσθαι, ἁμαρτησόμεθα ὅτε ὀργιζόμεθα καὶ τηροῦμεν τὴν ὀργὴν τοῦ ἡλίου δύνοντος, ὅπερ ἄτοπον εἶναι νομίζω. μήποτ' οὖν ὁ ἀληθινὸς ἥλιος, ὥσπερ δύσεται ἐπὶ τοὺς πονηροὺς προφήτας κατὰ τὸ εἰρημένον δύεται ὁ ἥλιο ἐπὶ τοὺ προφήτα ὑμῶν μεημβρία, οὕτως καὶ δύει ἐπὶ πάντας τοὺς ἁμαρτάνοντας, οὐ χαριζόμενος αὐτοῖς ἔτι ἁμαρτάνουσι τὴν ἰδίαν ἀνατολήν. ἐντέλλεται οὖν ἡμῖν ὁ Παῦλος μὴ ποιῆσαι τοιαῦτα κατὰ τὴν ὀργὴν ὡς ἐπιδῦναι ἡμῖν τὸν ἥλιον καὶ γενέσθαι ἐν ταῖς ψυχαῖς ἡμῶν νύκτα. 20 Eph. iv27 [μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ.] [Ὠριγένης δέ φησιν] ὅμοιον τοῦτό ἐστι τῷ ἐν τῷ Ἐκκλησιαστῇ