προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
τυγχά «νουσιν, ἐν υἱῷ».〛 ἀμέλει γοῦν ἃ ἑώρακε καὶ ἤκουσε ταῦτα διδακτι κῶς τοῖς ἀνθρώποις ἐλάλει. ταῦτα δὲ ἐφαρμόζει τῇ οἰκονομίᾳ· περὶ γὰρ τῆς θεότητος ταῦτα οὐκ ἀκόλουθον ἐκλαμβάνειν. 47 Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει · καίτοι
πολλῶν εἰληφότων τὴν μαρτυρίαν αὐτοῦ, 〚ὡς αὐτὸς πάλιν ὁ Ἰωάννης ἐπιφέρει, φάσκων· «Ὁ λαβὼν τὴν αὐτοῦ μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀλη «θής ἐστι».〛 πῶς δὲ οἷόν τε εἶναι ἀληθές, λαμβανόντων αὐτοῦ τὴν μαρτυρίαν τινῶν, τὸ «Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει»; λυτέον οὖν τὸ ἠπορημένον οὕτως· Ἰησοῦς, ἄνωθεν ἐληλυθὼς λαλῶν τε ἃ ἤκουσε καὶ εἶδεν, ὑψηλοτάτην καὶ πάνυ μεγάλην τὴν μαρτυρίαν λέγει περὶ τοῦ πατρὸς καὶ ἑαυτοῦ· καὶ οὐδεὶς λαμβάνει ταύτην τὴν μαρτυρίαν ὡς αὐτὸς αὐτὴν λέγει, τῷ τοὺς ἀκροατὰς ἀρχὴν τοῦ λαμβάνειν ἔχοντας πολὺ ἀπολείπεσθαι τοῦ μεγέθους τῆς μαρτυρίας. ὅμως εἰ καὶ οὐδεὶς οἷός τε δέξασθαί ἐστι τὴν μαρτυρίαν αὐτοῦ οὕτως, ἀλλ' οὖν ἔστι λαβεῖν αὐτὴν ὡς δυνατὸν δέξασθαι τοὺς ἄρτι προσερ χομένους τῇ πίστει. ὅθεν οὐ μάχεται τὸ «Ὁ λαβὼν αὐτοῦ τὴν μαρ τυρίαν» τῷ μηδένα αὐτὴν εἰληφέναι, τῷ ἑτέρως μὲν μὴ λαμβάνεσθαι αὐτήν, *** οἳ καὶ ἐκ τοῦ εἰληφέναι τὴν Ἰησοῦ μαρτυρίαν σφραγίζουσι καταθέσει βεβαίᾳ τὸν θεὸν ἀληθῆ εἶναι, μαθόντες ὅτι <ὁ> παρ' αὐτοῦ ἀποσταλεὶς τοῦ θεοῦ τὰ ῥήματα λαλεῖ·
ἐπείπερ οὐκ ἐστὶν ἐκ τῆς γῆς, οὐδὲ ἐκ ταύτης φθέγγεται. 〚οὐ γὰρ ἐκ μέρους δίδωσι τὸ πνεῦμα ὁ θεός.〛 48 Εἰ γὰρ καὶ ἄνδρες σοφοὶ θεὸν ἐσχηκότες ἐλάλησαν τὰ τοῦ θεοῦ ῥήματα, ἀλλ' οὖν ἐκ μέρους εἶχον τὸ πνεῦμα τοῦ θεοῦ λέγοντος. «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα». ὁ δέ γε σωτὴρ ἀποσταλεὶς ἐπὶ τῷ τὰ ῥήματα τοῦ θεοῦ λαλεῖν οὐκ ἐκ μέρους δίδωσι τὸ πνεῦμα. οὐ γὰρ λαβὼν αὐτὸς ἑτέροις παρέχει, ἀλλ' ἀποσταλεὶς ἄνωθεν καὶ ἐπάνω πάντων ὑπάρχων δίδωσιν αὐτό, τυγχάνων αὐτοῦ πηγή. ἑρμηνεύσομεν δὲ καὶ ἑτέρως τὸ «Τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς «λαμβάνει». ἐπεὶ γὰρ ὁ ἐρευνῶν τὰς γραφὰς εὑρίσκει αὐτὰς μαρτυ ρούσας περὶ Χριστοῦ. οὐδεὶς τῶν ἀνεξετάστως ἐντυγχανόντων ταῖς γραφαῖς Ἰουδαίων ἐλάμβανε τὴν [περὶ αὐτοῦ] μαρτυρίαν· μόνου καὶ παντὸς τοῦ δυναμένου εἰπεῖν· «Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ, καὶ «οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν» λαμβάνοντος τὴν περὶ αὐτοῦ μαρτυρίαν καὶ σφραγίζοντος ὅτι ὁ θεὸς ἀληθής ἐστιν, προεπαγγει λάμενος τὸ εὐαγγέλιον διὰ τῶν προφητῶν. φέρεται δὲ καὶ ἐν ἑτέ ροις ἀντιγράφοις· «Οὐ γὰρ ἐκ μέρους δίδωσι τὸ πνεῦμα» σημαινούσης καὶ ταύτης τῆς γραφῆς μὴ μέτροις <προσ>έχειν τὸν ἀποσταλέντα, ὥστε πεφεισμένως καὶ ἐκ μέρους παρέχειν καὶ εὐαριθμήτοις τισίν, ἀλλὰ δαψιλῶς καὶ πλουσίως πᾶσι τοῖς εὑρισκομένοις τοῦ λαβεῖν ἀξίοις. 49 Ἐπειδὴ οἱ διὰ πάντων τὸν ἑαυτῶν νοῦν διαστρέφοντες αἱρετι κοί, διαιροῦντες τὴν θεότητα καὶ διὰ τοῦτο τὴν παλαιὰν γραφὴν ἑτέρου λέγοντες θεοῦ καὶ ἑτέρου τὴν καινὴν διαθήκην τιθέντες, φασὶ τὸν Ἰωάννην περὶ ἑαυτοῦ καὶ τῶν ἑτέρων προφητῶν εἰρηκέναι τὸ «Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ», περὶ δὲ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ· «Ὃν γὰρ ἀπέστειλεν ὁ θεὸς τὰ ῥήματα αὐτοῦ «λαλεῖ»,
ἐλεγκτέον αὐτοὺς ψευδῶς μᾶλλον δὲ ἀσεβῶς τοῦτο δογμα τίζοντας. 〚αὐτὸς γὰρ ὁ βαπτιστὴς περὶ ἑαυτοῦ λέγει· «Ὁ πέμψας «με βαπτίζειν ἐν τῷ ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ «πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, † ἐκεῖνός ἐστιν ὁ βαπτί «ζων ἐν πνεύματι ἁγίῳ. κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός «ἐστιν ὁ υἱὸς τοῦ θεοῦ». εἰ γὰρ ὁ πέμψας αὐτὸν βαπτίζειν ὁ πατήρ ἐστι, λέγων αὐτῷ περὶ τῆς καθόδου τοῦ πνεύματος, καὶ ὡς ὁ χριστὸς υἱὸς αὐτοῦ τυγχάνει, πῶς λέγων ἃ παρὰ τοῦ πατρὸς τοῦ χριστοῦ ἤκουσεν ἐκ τῆς γῆς λαλεῖ; ἅμα καὶ τοῦ εὐαγγελιστοῦ γρά φοντος περὶ αὐτοῦ· «Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, «ὄνομα αὐτῷ