Σεβαστείας τῶν Ἀρμενίων μεταπεμψάμενος ἀντὶ Εὐδοξίου τῷ θρόνῳ ἐγκαθιδρύει, ἤδη γὰρ Εὐδόξιος Κωνσταντινουπόλεως ἐπέβαινεν. ὁ δὲ Μελέτιος τὰ μὲν πρῶτα τῇ τοῦ βασιλέως ῥοπῇ θεραπεύων τὸ ἑτεροούσιον ὑπεκρίνετο καὶ τῷ τόμῳ τῶν Ἑσπερίων ὑπέγραψεν· τοῦ δὲ τῆς Ἀντιοχείας ἐπάρξας θρόνου, θερμὸς ἦν τοῦ ὁμοουσίου ὑπέρμαχος. χειροτονεῖ δὲ καὶ Πελάγιον ὁ Ἀκάκιος ἐν Λαοδικείᾳ· καὶ ἁπλῶς, ἔνθα ἂν ἡ δύναμις εἵπετο, τὴν βουλὴν ἐδίδου κατὰ τὸ κράτιστον ἀντὶ τῶν ἐξελασθέντων τοὺς τὸ ὁμοούσιον εἰς τὸ ἀπροφάσιστον τιμῶντας ἐγκαθιστάναι. 5.2 Ὅτι, φησίν, μαθὼν ὁ βασιλεὺς παρὰ Ἀκακίου ὡς ὁ Ἀέτιοςὑπὸ Αὐξεντίου τοῦ Μοψουεστίας ἐπισκόπου ἐς τὰ μάλιστα φιλοφροσύνης ἀξιοῦται, εἰς Ἄμβλαδα τοῦτον μεθορισθῆναι παρακελεύεται, ἐκεῖ κακῶς ἀπορρῆξαι τὸν βίον διὰ τὸ βάρβαρον καὶ μισάνθρωπον τῶν ἐνοικούντων. αὐχμοῦ δὲ καὶ λοιμοῦ τὴν χώραν ἔχοντος ἀνυποστάτου, ὡς οὗτος ὁ δυσσεβὴς ψευδολογεῖ, τὸν Ἀέτιον ἐξιλεωσάμενον τὸ θεῖον λῦσαι μὲν τὰ δεινά, παμπόλλης δὲ τυχεῖν ὑπὸ τῶν ἐνοικούντων εὐνοίας τε καὶ σεβασμιότητος. 5.3 Ὅτι, τῶν περὶ Εὐστάθιον καὶ Εὐσέβιον καὶ Ἐλεύσιον καθαιρεθέντων, οἱ ἀμφὶ τὸν Μάριν καὶ Εὐδόξιον γνώμῃ Κωνσταντίου τῆς Κυζίκου τὸν Εὐνόμιον ἐπίσκοπον χειροτονοῦσιν, οὐκ ἄλλως ἐκείνου τὴν χειροτονίαν ἀνασχομένου, εἰ μὴ παρ' αὐτῶν ὑποσχέσεις λάβοι τὸν Ἀέτιον καὶ τῆς ὑπερορίας καὶ τῆς καθαιρέσεως ἀθωωθῆναι· καὶ χρόνος ἦν ὁ τῆς προθεσμίας εἰς τρεῖς ἀπαρτιζόμενος μῆνας. 5.4 Ὅτι, φησίν, εἰωθὼς Κωνστάντιος τῶν πολεμίων κρατεῖν, ἐπειδὴ ὁμογνίῳ λύθρῳ τὴν δεξιὰν ἐξεμίανεν καὶ τοὺς ἀμφὶ Θεόφιλον καὶ Ἀέτιον καὶ Σέρραν, διαβολαῖς ἀναπεισθεὶς Βασιλείου, ὑπερορίους ἐποιήσατο, πρὸς Πέρσας συμπλακεὶς τὸ ἧττον ἤνεγκεν. 5.5 Ὅτι φησὶν οὗτος ὁ δυσσεβὴς τὸν Ἀντιοχείας Μελέτιον ὑπὸ τοῦ Κωνσταντίου καὶ αὐτοῦ ἐν Ἀντιοχείᾳ διατρίβοντος ὑπερόριον εἰς τὴν ἑαυτοῦ πατρίδα τὴν Μελιτινὴν ἐκπεμφθῆναι, ὡς ἐπιορκίαις ἁλόντα καὶ ὅτι, τὸ ὁμοούσιον πρεσβεύων ἐκτόπως, τὸ ἑτεροούσιον κατεσχηματίζετο. μεταπέμπεται δὲ ἐξ Ἀλεξανδρείας τὸν συναιρεσιώτην Ἀρείου Εὐζώϊον καὶ τούτῳ χεῖρας ἐπιθεῖναι τοὺς ἐπισκόπους κελεύσας, ἐπίσκοπον Ἀντιοχείας ἀποκαθίστησιν. 6.τ ΕΚ ΤΗΣ ΕΚΤΗΣ ΙΣΤΟΡΙΑΣ 6.1 Ὅτι τὸν Εὐνόμιόν τινες τῶν ἐν τῷ κλήρῳ Κυζίκου Εὐδοξίῳ διαβάλλουσιν ὡς ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν εἰσηγούμενον, τὸ μὴ κατ' οὐσίαν ὅμοιον εἰς κατηγορίαν ἀνομοιότητος πατρὸς πρὸς υἱὸν μετασκευάζοντες· καὶ τὰ παλαιὰ δὲ μετακινεῖν ἔθη, καὶ τοὺς μὴ συνασεβεῖν ἐθέλοντας διασκευάζειν. ἐπὶ τούτοις θόρυβος τὴν Κωνσταντινουπολιτῶν ἐκκλησίαν εἶχεν, ἀνακινοῦντος αὐτὴν ἐπίτηδές τινος τῶν ἐν αὐτῇ πρεσβυτέρου, Ἡσυχίου τοὔνομα. διὸ μετάπεμπτον ὁ Εὐδόξιος τὸν Εὐνόμιον ποιεῖται. παραγεγονὼς δὲ ὁ μὲν τῆς βραδυτῆτος καὶ ὀλιγωρίας τῶν ὑπεσχημένων τὸν Εὐδόξιον ᾐτιᾶτο· ὁ δὲ περὶ τούτων μὲν ὑπεκρίνατο μὴ ἂν ἀμελῆσαι, δεῖν δὲ πρὶν τὴν περὶ αὐτοῦ γεγενημένην διαλῦσαι στάσιν. ἐντεῦθεν εἰς ἀπολογίαν ὁ Εὐνόμιος τῷ Κωνσταντινουπόλεως κλήρῳ καταστάς, οὕτω τοὺς πρὶν θορυβοῦντας εἷλεν, ὡς μὴ μόνον εἰς τὴν ἐναντίαν μεταστῆσαι δόξαν, ἀλλὰ καὶ μάρτυρας αὐτοῦ θερμοὺς τῆς εὐσεβείας γενέσθαι. καὶ γὰρ ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν οὐ μόνον οὐδαμῶς ἐν οἷς ἐδημηγόρησε δογματίζειν ἐφωράθη, ἀλλά γε καὶ ὅμοιον κατὰ τὰς γραφὰς ἀνακηρύττειν ἐπαρρησιάζετο. τὸ μέντοι ὅμοιον κατὰ τὴν οὐσίαν οὐ προσίετο, ἴσον εἰς βλασφημίαν λέγων εἶναι ὅμοιον κατ' οὐσίαν λέγειν τῷ πατρὶ τὸν υἱὸν καὶ μὴ ὁμοιότατον φρονεῖν κατὰ τοὺς μονογενεῖ θεῷ πρὸς τὸν ἀπαθῶς γεγεννηκότα πατέρα προσήκοντας λόγους. οὐ μόνον δὲ τὸν κλῆρον οὕτως διέθηκεν, ἀλλὰ καὶ πάνδημον ὅλην ἐκκλησίαν, τὰ αὐτὰ διαλεχθείς, εἰς μέγα καὶ γλυκὺ θαῦμα καὶ σοφίας καὶ εὐσεβείας εἱλκύσατο. ἐξ οὗ καὶ τὸν Εὐδόξιον ὑπεραγασθέντα ἀναβοῆσαι· «20ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστίν20», καὶ κρότον ἀγεῖραι τῷ πλήθει, ὡς εὖ καὶ κατὰ καιρὸν τὴν ἱερὰν ἀνειπόντος χρῆσιν. 6.2 Ὅτι ὁ δυσσεβὴς οὗτος Εὐνόμιον τὸν θεοστυγῆ κατ' ἐπιτροπὴν Εὐδοξίου