δὲ Ἰουδαῖοι τὸν βίον καταλύοντες τῷ θανάτῳ καὶ τῇ κολάσει παρεπέμποντο. διό φησιν· καὶ ὅπου ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ἀλλ' ἐκείνοις μὲν οὕτω φησίν, τοῖς δὲ μαθηταῖς· τί ζητήσετέ, φησίν. οὐκέτι δὲ προστίθησιν, ὅτι καὶ ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν· προειρήκει γὰρ αὐτοῖς· ὅτι ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ. καλῶς ἄρα νῦν τὸ ζητήσετέ με εἰπὼν οὐδὲν ἕτερον ὡς τοῖς Ἰουδαίοις προσέθηκεν. λέγει δὲ αὐτοῖς καὶ προαναφωνεῖ ταῦτα, ἵνα ὅταν ταῖς θλίψεσιν καὶ τοῖς πειρασμοῖς συνεχόμενοι ἐπιζητῶσιν αὐτόν, εὑρίσκωσιν ἀναψυχὴν καὶ παραμυθίαν αὐτὸ τοῦτο τὸ προειρῆσθαι αὐτοῖς καὶ προεγνωκέναι τὰ συμβησόμενα αὐτοῖς· ἢ προστίθησι καὶ ἐπὶ τῶν μαθητῶν καὶ τὸ ὅπου ἐγὼ ὑπάγω καὶ ἑξῆς, ἀλλὰ δι' ἕτερον καὶ οὐχὶ τὸν αὐτὸν τρόπον. 83 Jo 13, 34 Τὸ καθὼς ἠγάπησα ὑμᾶς δύο ὑποσημαίνει. καθὼς προῖκα καὶ δωρεὰν μὴ προαγαπηθεὶς ὑφ' ὑμῶν ἐγὼ προλαβὼν ἠγάπησα ὑμᾶς, οὕτω καὶ ὑμεῖς ὀφείλετε ἀλλήλους ἀγαπᾶν προφθάνοντες ἀλλήλους εἰς αὐτὸ τοῦτο. ἀλλὰ δεῖ πῶς ἀγαπᾶν, μέχρι τίνος καὶ τοῦτο; καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς μέχρι θανάτου· ἐγὼ γὰρ οὕτως ἠγάπησα ὑμᾶς ὥστε τὸν ὑπὲρ ὑμῶν ἀναδέχομαι θάνατον. 84 Jo 14, 1-7 Τί ἐστι τὸ πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς; καὶ ποῦ μετὰ ταῦτα φαίνεται ἐλθὼν καὶ παρειληφὼς αὐτούς; ἢ οὐ τοῦτο λέγει νῦν οὐδὲ ἁπλῶς ἀποφαίνεται, ὅτι ἐλεύΣομαι καὶ παραλήψομαι ὑμᾶς, ἀλλ' ἐξ ὑποθέσεως αὐτὸ ἔφη τὴν περὶ αὐτοὺς διάθεσιν ἐνδεικνύς· λέγει γάρ· εἰ μὴ ἦσαν ὑμῖν ἡτοιμασμέναι ἐν οὐρανῷ ἀναπαύσεις, τοΣοῦτον ὑμῶν κήδομαι, ὅτι ἀπελθὼν ἂν ἡτοίμασα καὶ πάλιν ἐλθὼν καὶ λαβὼν ὑμᾶς ἀποκατέστησα ἂν ὑμᾶς ἐν αὐταῖς. ἀλλὰ τούτων οὐκ ἔστι νῦν χρεία, ὅτι προητοίμασεν ὑμῖν ταῦτα ὁ πατήρ. τὸ δὲ ὅπου ἐγὼ ὑπάγω οἴδατε καὶ τὴν ὁδὸν οἴδατε ἔνστασιν ἔχει· πῶς γὰρ ἄν τις αὐτοὺς εἰδέναι εἴποι αὐτῶν ἐκείνων ὁμολογούντων ἀγνοεῖν τοῦ μὲν Πέτρου δι' ὧν ἔλεγεν κύριε <ποῦ> ὑπάγεις, τοῦ δὲ Θωμᾶ αὐτόθεν ἀνακεκραγότος κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις. πῶς οὖν ἔλεγεν αὐτοῖς ὁ σωτὴρ ὅπου ἐγὼ ὑπάγω οἴδατε καὶ τὴν ὁδὸν οἴδατε; ἢ οὐδὲ τοῦτο ἁπλῶς εἴρηται, ἀλλὰ συνηρτημένον ἐστὶ τοῖς ὄπισθεν καὶ ἐξ ὑποθέσεως ῥηθεῖσιν οἷον· εἰ μὴ ἦσαν ὑμῖν οἰκίαι, ἀπῆλθον ἂν καὶ ἡτοίμασα καὶ πάλιν ἐλθὼν καὶ παραλαβὼν ὑμᾶς ἀποκατέστησα ἂν ὑμᾶς ἐν αὐταῖς, ἵνα ἦτε καὶ ὑμεῖς, ὅπου ἐγώ εἰμι καὶ ἵνα ὅπου ὑπάγω οἴδατε καὶ τὴν ὁδὸν οἴδατε· ἀπὸ κοινοῦ γὰρ τὸ ἵνα καὶ συνήρτηται ταῦτα τοῖς προειρημένοις ἐξ ὑποθέσεως, ὥστε οὐ κατὰ ἀπόφασιν καὶ ἀπολύτως εἴρηται ταῦτα τῷ δεσπότῃ, ἀλλ' ὡς ἐξ ὑποθέσεως καὶ τοῖς προειρημένοις ἑπόμενα. διὰ τί δὲ ὅλως αὐτῷ τοιαῦτα εἴρηται; ὁ θαυμάσιος Ἰωάννης θεοσόφως τὴν αἰτίαν ἀπεφήνατο. τὸ δὲ πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς καὶ βαθυτέραν ἄλλην καὶ μυστικωτέραν ἔννοιαν ἔχει, τοῦτ' ἔστιν εἰ μὴ ἦν ὑμῖν ἡτοιμασμένα ταῦτα, οὐκ ἂν ἀπώκνησα καὶ πάλιν ἐλθεῖν καὶ παθεῖν ὑπὲρ ὑμῶν μετὰ τὸ πρῶτον πάθος, ἵνα μόνον αὐτοὶ μὴ ἦτε ἐστερημένοι τῆς ἐκεῖθεν σὺν ἐμοὶ διαγωγῆς. τοΣοῦτον ἐμοὶ μέλει περὶ ὑμῶν. εἰ δὲ ταῦτα, οὐ χρὴ ὑμᾶς ταράσσεσθαι καὶ ἀδημονεῖν. τὸ δὲ ἀπ' ἄρτι γινώσκετε αὐτὸν εἶπε τὸ πάντως ἐσόμενον αὐτοῖς καὶ ἀναμφιβόλως συμβησόμενον παριστὰς οἷον· πάντως ἔσται ἡ ἀληθινὴ γνῶσις περὶ ἐμοῦ τε καὶ τοῦ πατρὸς καὶ τοῦ παρακλήτου ἐπελθόντος ὑμῖν καὶ χρὴ θαρρεῖν ὑμᾶς καὶ ἀναμφιβόλως ἔχειν περὶ τούτου, ὅτι γνώσεσθε ὡς καὶ ἤδη ἀπηρτισμένη ὑμῖν ἐτύγχανεν καὶ παροῦσα ἡ τοιαύτη γνῶσις. 85 Jo 14, 8-9 Τίνα ἀκολουθίαν ἔχει τὸ ἐπιζητοῦντος τοῦ Φιλίππου ἰδεῖν τὸν πατέρα εἰπεῖν τὸν Χριστὸν τοΣοῦτον χρόνον μεθ' ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με· οὐ γὰρ αὐτὸν ἐπεζήτει ἰδεῖν ὁ Φίλιππος, ἀλλὰ τὸν πατέρα. ἢ καὶ πολλὴν ἄγαν τὴν ἀκολουθίαν ἔχει· ὁ γὰρ Φίλιππος αἰσθητῶς ἰδεῖν ἐπεζήτει τὸν πατέρα. ἐλέγχων οὖν αὐτὸν ὡς κακῶς ἐπιζητοῦντα τοῦτό φησιν οἷον ἀσυνέτως ποιεῖς ἐμοῦ τοῦ λόγου καὶ ἀσωμάτου <ὄντος> τὸν πατέρα αἰσθητοῖς ἰδεῖν ἐπιζητῶν ὀφθαλμοῖς. ἀλλ' ὡς ἔοικεν οὐδὲ ἐμὲ ἔγνωκας, ὅτι λόγος εἰμὶ καὶ θεὸς καὶ ἀσώματος· εἰ γὰρ τοῦτο ᾔδεις, οὐκ ἂν τὸν ἐμὸν πατέρα