παθητόν, πάντῃ ὂν μεριστόν, καὶ πάντῃ εἰς ἄπειρον. τὸ δὲ ἀσώματον, ἁπλοῦν ὄν, ἀπαθές ἐστιν· οὔτε γὰρ διαιρεῖσθαι δύναται τὸ ἀμερὲς οὔτε ἀλλοιοῦσθαι τὸ μὴ σύνθετον. ἢ οὖν οὐδὲν ἔσται ποιητικὸν ἢ τὸ ἀσώματον, εἴπερ τὸ σῶμα, καθὸ σῶμα, οὐ ποιεῖ, πρὸς τὸ διαιρεῖσθαι μόνον καὶ πάσχειν ἐκκείμενον. ἐπεὶ καὶ πᾶν τὸ ποιοῦν δύναμιν ἔχει ποιητικήν· ἄποιον δὲ καὶ ἀδύναμον τὸ σῶμα καθ' αὑτό· ὥστε οὐ καθὸ σῶμα ποιήσει, ἀλλὰ κατὰ τὴν τοῦ ποιεῖν ἐν αὐτῷ δύναμιν· μεθέξει ἄρα δυνάμεως ποιεῖ, ὅταν ποιῇ. καὶ μὴν καὶ τὰ ἀσώματα παθῶν μετέχει ἐν σώματι γενόμενα, συνδιαιρούμενα σώμασι καὶ ἀπο λαύοντα τῆς μεριστῆς ἐκείνων φύσεως, ἀμερῆ ὄντα κατὰ τὴν ἑαυτῶν οὐσίαν. 81 Πᾶν τὸ χωριστῶς μετεχόμενον διά τινος ἀχωρίστου δυνάμεως, ἣν ἐνδίδωσι, τῷ μετέχοντι πάρεστιν. εἰ γὰρ [καὶ] αὐτὸ χωριστὸν ὑπάρχει τοῦ μετέχοντος καὶ οὐκ ἔστιν ἐν ἐκείνῳ, ὡς τὴν ὑπόστασιν ἐν ἑαυτῷ κεκτημένον, δεῖ δή τινος αὐτοῖς μεσότητος συνεχούσης θάτερον πρὸς θάτερον, ὁμοιο τέρας τῷ μετεχομένῳ καίτοι ἐν αὐτῷ τῷ μετέχοντι οὔσης. εἰ γὰρ ἐκεῖνο χωριστόν ἐστι, πῶς τοῦτο μετέχει, μήτε αὐτὸ ἐκεῖνο ἔχον μήτε ἄλλο ἀπ' αὐτοῦ; δύναμις ἄρα ἀπ' ἐκείνου καὶ ἔλλαμψις εἰς τὸ μετέχον προελθοῦσα συνάψει ἄμφω· καὶ τὸ μὲν ἔσται δι' οὗ ἡ μέθεξις, τὸ δὲ μετεχόμενον, τὸ δὲ μετέχον. 82 Πᾶν ἀσώματον, πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν ὄν, ὑπ' ἄλλων μετεχόμενον χωριστῶς μετέχεται. εἰ γὰρ ἀχωρίστως, ἡ ἐνέργεια αὐτοῦ οὐκ ἔσται χωριστὴ τοῦ μετέχοντος, ὥσπερ οὐδὲ ἡ οὐσία. εἰ δὲ τοῦτο, οὐκ ἐπιστρέψει πρὸς ἑαυτό· ἐπιστρέψαν γὰρ ἔσται τοῦ μετέχοντος χωρίς, ἄλλου ὄντος αὐτὸ ἄλλο ὄν. εἰ ἄρα δύναται πρὸς ἑαυτὸ ἐπι στρέφειν, χωριστῶς μετέχεται, ὅταν μετέχηται ὑπ' ἄλλων. 83 Πᾶν τὸ ἑαυτοῦ γνωστικὸν πρὸς ἑαυτὸ πάντῃ ἐπιστρε πτικόν ἐστιν. ὅτι μὲν γὰρ τῇ ἐνεργείᾳ πρὸς ἑαυτὸ ἐπιστρέφει, γινῶσκον ἑαυτό, δῆλον· ἓν γάρ ἐστι τὸ γινῶσκον καὶ γινωσκόμενον, καὶ ἡ γνῶσις αὐτοῦ πρὸς ἑαυτὸ ὡς γνωστόν· ὡς μὲν γινώσκοντος, ἐνέργειά τις οὖσα· αὐτοῦ δὲ πρὸς ἑαυτό, διότι ἑαυτοῦ γνωστικόν ἐστιν. ἀλλὰ μὴν ὅτι καὶ τῇ οὐσίᾳ, εἰ τῇ ἐνεργείᾳ, δέδεικται· πᾶν γὰρ τὸ τῷ ἐνεργεῖν πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν καὶ οὐσίαν ἔχει πρὸς ἑαυτὴν συννεύουσαν καὶ ἐν ἑαυτῇ οὖσαν. 84 Πᾶν τὸ ἀεὶ ὂν ἀπειροδύναμόν ἐστιν. εἰ γὰρ ἀνέκλειπτός ἐστιν αὐτοῦ ἡ ὑπόστασις, καὶ ἡ δύναμις, καθ' ἥν ἐστιν ὅ ἐστι καὶ εἶναι δύναται, ἄπειρός ἐστι. πεπε ρασμένη γὰρ οὖσα ἡ κατὰ τὸ εἶναι δύναμις ἀπολίποι ἄν ποτε· ἀπολιποῦσα δέ, καὶ τὸ εἶναι τοῦ ἔχοντος αὐτὴν ἀπολίποι καὶ οὐκέτ' ἂν ἀεὶ ὂν ὑπάρχοι. δεῖ ἄρα τὴν τοῦ ἀεὶ ὄντος δύναμιν, τὴν συνέχουσαν αὐτὸ κατὰ τὴν οὐσίαν, ἄπειρον εἶναι. 85 Πᾶν τὸ ἀεὶ γινόμενον ἄπειρον τοῦ γίνεσθαι δύναμιν ἔχει. εἰ γὰρ ἀεὶ γίνεται, ἀνέκλειπτός ἐστιν ἡ τῆς γενέσεως ἐν αὐτῷ δύναμις. πεπερασμένη γὰρ οὖσα, ἐν τῷ ἀπείρῳ χρόνῳ παύσεται· παυσαμένης δὲ τῆς τοῦ γίνεσθαι δυνάμεως παύσαιτο ἂν καὶ τὸ γινόμενον τὸ κατ' αὐτὴν γινόμενον, καὶ οὐκέτ' ἂν ἀεὶ γινόμενον εἴη. ἀλλὰ μὴν ἀεὶ ὑπόκειται γινόμενον· ἄπειρον ἄρα ἔχει τὴν τοῦ γίνεσθαι δύναμιν. 86 Πᾶν τὸ ὄντως ὂν ἄπειρόν ἐστιν οὔτε κατὰ τὸ πλῆθος οὔτε κατὰ τὸ μέγεθος, ἀλλὰ κατὰ τὴν δύναμιν μόνην. πᾶν [μὲν] γὰρ τὸ ἄπειρον ἢ ἐν ποσῷ ἐστιν ἢ ἐν πηλίκῳ ἢ ἐν δυνάμει. τὸ δ' ὄντως ὂν ἄπειρον μὲν ὡς ἄσβεστον ἔχον τὴν ζωὴν καὶ τὴν ὕπαρξιν ἀνέκλειπτον καὶ τὴν ἐνέργειαν ἀνε λάττωτον· οὔτε δὲ διὰ μέγεθός ἐστιν ἄπειρον (ἀμέγεθες γὰρ τὸ ὄντως ὄν, αὐθυποστάτως ὄν· πᾶν γὰρ τὸ αὐθυποστάτως ὂν ἀμερές ἐστι καὶ ἁπλοῦν), οὔτε διὰ πλῆθος (ἑνοειδέστατον γάρ, ἅτε ἐγγυτάτω τοῦ ἑνὸς τεταγμένον, καὶ τῷ ἑνὶ συγγενέστατον), ἀλλὰ κατὰ τὴν δύναμιν ἄπειρον ἐκεῖνο. διὸ κατὰ ταὐτὸν ἀμερὲς ἐκεῖνο καὶ ἄπειρον· καὶ ὅσῳ δὴ μᾶλλον ἓν καὶ μᾶλλον ἀμερές, τοσούτῳ καὶ ἄπειρον μᾶλλον. ἡ γὰρ μεριζομένη δύναμις ἀσθενὴς ἤδη καὶ πεπερασμένη, καὶ αἵ γε πάντῃ μερισταὶ δυνάμεις πεπερασμέναι πάντως εἰσίν· αἱ γὰρ ἔσχαται καὶ πορρωτάτω τοῦ ἑνὸς διὰ τὸν μερισμὸν πεπερασμέναι πάντως εἰσίν, αἱ δὲ πρῶται διὰ τὴν ἀμέρειαν ἄπειροι· ὁ μὲν γὰρ μερισμὸς διαφορεῖ καὶ ἐκλύει τὴν ἑκάστου δύναμιν, ἡ δὲ ἀμέρεια σφίγγουσα καὶ συσπειρῶσα ἀνέκλειπτον αὐτὴν καὶ