18
ἱκανῶς ἔχουσαν ἐπὶ μακρῷ κατορύξας, ἑκάτερον αὐτῆς τῷ προτειχίσματι τὸ πέρας ἐνῆψεν, ὕδατος μὲν αὐτὴν διαρκῶς ἐμπλησάμενος, ἄβατόν τε παντάπασι τοῖς πολεμίοις καταστησάμενος, ἐν μοίρᾳ δὲ αὐτῆς τῇ ἐντὸς προτείχισμα θέμενος ἕτερον· ᾧ δὴ ἐφεστῶτες ἐν πολιορκίᾳ φρουροῦσι Ῥωμαῖοι, τοῦ τε περιβόλου καὶ προτειχίσματος τοῦ ἑτέρου ἀφροντι2.1.26 στήσαντες, ὅπερ τοῦ τείχους προβέβληται. ἐτύγχανε δὲ τοῦ τε τείχους καὶ τοῦ προτειχίσματος μεταξὺ κατὰ τὰς πύλας, αἳ καταντικρὺ τοῦ Ἀμμώδιος χωρίου εἰσί, μέγα τι χρῆμα χώματος κείμενον, καὶ ἀπ' αὐτοῦ οἱ πολέμιοι λανθάνειν ἐκ τοῦ ἐπὶ πλεῖστον οἷοί τε ἦσαν, ἐπὶ τῇ πό2.1.27 λει διώρυχας ἔνερθεν τοῦ περιβόλου ποιούμενοι. ὅπερ ἐνθένδε περιελὼν καὶ περικαθήρας εὖ μάλα τὸν χῶρον, ταύτῃ τοῖς πολεμίοις τὴν ἐς τὸ τεῖχος ἐπιβουλὴν ἀνεχαίτισε. 2.2.1 Τὰ μὲν οὖν τοῦ ὀχυρώματος αὐτῷ τῇδέ πη πεποίηται. καὶ ὕδατος δὲ εἰργάσατο ἔλυτρα πὴ μὲν τοῦ περιβόλου καὶ τοῦ προτειχίσματος μεταξύ, πὴ δὲ ἄγχιστα τοῦ νεώ, ὃς Βαρθολομαίῳ ἀποστόλῳ ἀνεῖται πρὸς δύοντά 2.2.2 που τὸν ἥλιον. ῥεῖ δὲ καὶ ποταμὸς ἐκ προαστείου τῆς πόλεως διέχοντος αὐτῆς σημείων δυοῖν, ὃ δὴ Κόρδης 2.2.3 ἐπικαλεῖται. ἐφ' ἑκάτερα δὲ αὐτοῦ σκοπέλω δύο ἀνέχετον ὑπεράγαν σκληρώ. πρόεισί τε μεταξὺ τῆς ἑκατέρου ὑπωρείας ἄχρι ἐς τὴν πόλιν ὁ ποταμὸς οὗτος, παρὰ τοὺς πρόποδας φερόμενος τῶν ὀρῶν, μάλιστά τε καὶ δι' αὐτὸ 2.2.4 τοῖς πολεμίοις ἄτρεπτός τε καὶ ἀνέπαφος ὤν. οὐ γὰρ ἔχουσι βιάζεσθαί πη αὐτὸν ἐν ὑπτίῳ τῆς γῆς. ἐπι2.2.5 σπῶνται δὲ αὐτὸν ἐς τὴν πόλιν τρόπῳ τοιῷδε. ὀχετὸν μὲν ἐκ τοῦ περιβόλου πεποίηνται μέγαν, ὀβελοῖς δὲ σιδηροῖς τὸ τοῦ ὀχετοῦ στόμα συχνοῖς τε καὶ ὡς παχυτάτοις καταλαβόντες, τοῖς μὲν ὀρθοῖς, τοῖς δὲ ἐγκαρσίοις, διεπράξαντο τῷ ὕδατι ἐς τὴν πόλιν εἰσιτητὰ εἶναι, οὐκ 2.2.6 ἐπὶ πονηρῷ τοῦ ὀχυρώματος. οὕτω τοίνυν ἐς τὴν πόλιν ἐσιὼν καὶ τὰ ἐκείνῃ ἔλυτρα ἐμπλησάμενος, περιαγόμενός τε ὅποι ποτὲ δοκοίη τοῖς τῇδε ἀνθρώποις, εἶτα ἐκβάλλει ἐς ἑτέραν τινὰ τῆς πόλεως χώραν, ἐμφεροῦς αὐτῷ τῇ ἐς 2.2.7 τὴν πόλιν εἰσαγωγῇ πεποιημένης τῆς ἐκβολῆς. περιιών τε τὰ ταύτῃ πεδία ἐς πολιορκίαν εὐπετῆ ἐποιεῖτο τὴν πόλιν. ἐνταῦθα γὰρ ἐνστρατοπεδεύεσθαι τοῖς πολεμίοις 2.2.8 τῇ τοῦ ὕδατος περιουσίᾳ οὐ χαλεπὸν ἦν. ὅπερ ἵνα μὴ γένηται λογισάμενος Ἰουστινιανὸς βασιλεὺς τὰ παρόντα ἐν βουλῇ ἐποιεῖτο, διασκοπούμενος εἴ τινα τῷ πράγματι 2.2.9 ἄκεσιν εὕροι. ὁ δὲ θεὸς αὐτῷ τὴν ἀμηχανίαν ἰώμενος, ἀπαυτοματίσας τὴν πρᾶξιν μελλήσει τὴν πόλιν οὐδεμιᾷ διεσώσατο. ἐγίνετο δὲ δὴ ὧδε. 2.2.10 Τῶν τις ἐκείνῃ στρατευσαμένων, εἴτε τινὰ ὄψιν ὀνείρου ἰδὼν εἴτε αὐτόματος εἰς τοῦτο ἠγμένος, τῶν περὶ τὰς οἰκοδομίας τεχνιτῶν ἑταιρισάμενος πολὺν ὅμιλον, διώρυχα ἐκέλευε μακρὰν ἐντὸς τοῦ περιβόλου γεγενῆσθαι, δείξας τι χωρίον αὐτοῖς· ὕδωρ γὰρ πότιμον ἐν2.2.11 ταῦθα εὑρήσειν ἐκ μυχῶν ἀποβλύζον τῆς γῆς. κυκλοτερῆ τε τὴν διώρυχα ἐς ποδῶν μῆκος πεντεκαίδεκα ποι2.2.12 ησάμενος ἐπὶ πλεῖστον τὸ βάθος κατῆγε. τοῦτο τῇ πόλει σωτήριον οὐκ ἐκ προνοίας τῶν τεχνιτῶν τούτων πεποίηται, ἀλλ' ὅπερ ἐνταῦθα ξυμβήσεσθαι κακὸν ἔμελλεν, ἐς πᾶν ξυμφέρον διὰ τῆς κατώρυχος ἀπεκρίθη Ῥωμαίοις. 2.2.13 ὄμβρων γὰρ μεταξὺ ἐξαισίων καταρραγέντων, ὁ ποταμός, οὗπερ ἐπεμνήσθην ἀρτίως, πρὸ τοῦ περιβόλου μορμύρων ἀρθείς τε ἐπὶ μέγα κατὰ τὰ ξυνειθισμένα οὐκέτι ἐχώρει, οὐ δεχομένων αὐτὸν τηλικόνδε γεγενημένον οὔτε τῶν 2.2.14 εἰσόδων οὔτε τοῦ ὀχετοῦ, ᾗπερ τὰ πρότερα. ξυνίστατο οὖν ἐπὶ τὸ τεῖχος ξυνάγων τὸν ῥοῦν, ἐς ὕψος τε καὶ βάθος κατατείνων πολύ, καὶ πὴ μὲν λιμνάζων, πὴ δὲ 2.2.15 κυρτούμενός τε καὶ κυματίας γεγενημένος. τὸ μὲν οὖν προτείχισμα βιασάμενος καθεῖλεν εὐθύς, κατασείσας δὲ καὶ πολλήν τινα τοῦ τείχους μοῖραν καὶ τὰς πύλας ἀναπετάσας πολύς τε ῥεύσας τὴν πόλιν καταλαμβάνει σχεδόν τι ὅλην, καὶ αὐτῆς τήν τε ἀγορὰν καὶ τοὺς στενωποὺς καὶ οὐδέν τι ἧσσον τὰς οἰκίας περιπολήσας, ἐπίπλων τε ἐνθένδε καὶ ξυλίνων τευχῶν καὶ ἄλλων τοιούτων φορυτὸν μέγαν ἐπαγόμενος, ἐς ταύτην τε τὴν διώρυχα ἐμ2.2.16 πεσὼν ἀφανίζεται ὑπόγειος