ἔπαθε καὶ ἐπὶ τοῦ Ἰώβ. Ἀνεῖλε μάρτυρας, ἵνα σβέσῃ τὴν Ἐκκλησίαν, οὐκ εἰδὼς, ὅτι μετὰ τοὺς μάρτυρας ἀνθήσει ἡ Ἐκκλησία. Πάντες οὖν ἠγνόουν, πλὴν τοῦ Θεοῦ. Οἱ φίλοι ἀγνοοῦντες τὸν σκοπὸν τοῦ Θεοῦ, ἀγνοοῦντες καὶ τοῦ Ἰὼβ τὴν δοκιμασίαν, εἵλοντο ὡς ἐν συγκρίσει ἀγνοίας μᾶλλον καταδικάσαι τὸν Ἰὼβ ὡς ἄξια πάσχοντα, ἢ καταγνῶναι τοῦ Θεοῦ ὡς ἀναξίως δικάσαντος. Πρόσεχε ἀκριβῶς· Εἵλοντο κατακρῖναι ἄνθρωπον ὡς ἄξια πάσχοντα τῆς ἑαυτοῦ ἁμαρτίας, ἢ εἰπεῖν 56.580 κατὰ τοῦ Θεοῦ, ὅτι ἀναξίως ἐδίκασε. Καὶ ἑνὶ μὲν μέρει κατὰ σκοποῦ ἐφέροντο, τὸν Θεὸν ἀδικίας ἐκτὸς λέγοντες· ἑνὶ δὲ μέρει διημάρτανον, κατακρίνοντες τὸν ἀθῶον. Ἡ δὲ ἄγνοια ἀπολογεῖται ὑπὲρ τῶν ἀγνοούντων, καὶ ἀπόδεκτοι, ὅτι ἐν ἀγνοίᾳ φιλοσοφοῦσι, καὶ οὐ καταψηφίζονται, βλέποντες τὴν Θεοῦ δικαιοσύνην. Τὴν μὲν τοῦ Ἰὼβ δικαιοσύνην παραγράφονται, τὴν δὲ τοῦ Θεοῦ ἀνυμνοῦσιν. Εἶτα Ἰὼβ ἄρχεται παρὰ τῶν φίλων ἐλέγχεσθαι· καί φασι πρὸς αὐτὸν ἐκεῖνοι· Πότε ἀληθινοὶ πρόῤῥιζοι ἀπώλοντο; πότε εἶδες δικαίους ὁλοῤῥίζους ἀπολλυμένους; Εἰ μὴ ἥμαρτες, φησὶ, καὶ ἄξια ἁμαρτίας ἐποίησας, οὐκ ἂν ἀδίκως ἠδίκησέ σε ὁ δίκαιος. Πολλαί σού εἰσιν ἁμαρτίαι. Εἰ δὲ σὺ οὐχ ἥμαρτες, πόθεν τοῦτο, εἰ μὴ οἱ υἱοί σου ἥμαρτον; Πολλάκις δὲ χήραν ἠδίκησας, ὀρφανοὺς ἔθλιψας. Εἰ δὲ ταῦτα γέγονε, καὶ ὁ Θεὸς δικαίως ταύτην τὴν ψῆφον ἐπήγαγεν. Ὁ Ἰὼβ συνῄδει μὲν ἑαυτῷ μηδὲν τοιοῦτον πεποιηκότι, συνῄδει δὲ καὶ τῷ Θεῷ μὴ ἀδίκως κρίνοντι. Ἐπεὶ οὖν εἶδεν ὁ Ἰὼβ, ὅτι παρὰ τοῖς ἀνθρώποις μὲν κατακέκριται, ἡ δὲ συνείδησις αὐτὸν οὐ κατακρίνει, καὶ ὁ Θεὸς αὐτοῦ οὐ καταγινώσκει, ἐπειδὴ οὐκ εἶχε πείθειν ἀνθρώπους, μεταφέρει τὸν λόγον ἐπὶ τὸν κριτὴν, καὶ στρέφει τὸ ὄμμα τῆς ψυχῆς πρὸς τὰ ἄνω οὐ βλασφημῶν, ἀλλὰ δυσωπῶν, καί φησι πρὸς αὐτόν· Ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, ἵνα τί με ἔθου κατεντευκτήν σου; Σὺ ἐποίησάς με κατεντυγχάνειν τῆς σῆς δικαιοσύνης· οἶδάς μου τὴν καρδίαν. Εἶτα μέγα τι φθέγγεται Ἰὼβ, οὐκ ἀπὸ κακίας, ἀλλ' ἀπ' ἀκακίας· καὶ, ἵνα τὰ πολλὰ εἰς ὀλίγα συντέμω (πολλὴ γὰρ ἡ ὕλη τῆς δικαιολογίας), λέγει· Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ἵνα γνῷ τὸ πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου, ὅτι οὕτω με ἔκρινας; Φοβερὸν τὸ ῥῆμα, ἀλλ' ἀπ' ἀκακίας. Προλαβὼν γὰρ εἶπεν ὁ Θεὸς, ὅτι Οὐκ ἔστι κατ' αὐτὸν ἄκακος· τῷ δὲ ἀκάκῳ οὐδεὶς τὸ ῥῆμα εἰς πονηρίαν λογίζεται. Ἀεὶ γὰρ, ἀδελφοὶ, πάντες ἡμεῖς οἱ ἄνθρωποι, μήτι γε Θεὸς, οὐ τοῖς πράγμασι δικάζομεν, ἀλλὰ τῇ προθέσει τῶν ποιούντων. Ὑβρίζει υἱὸς πατέρα· καὶ τὸ πρᾶγμα ἀφόρητον, καὶ τῷ πάσχοντι, καὶ τῷ ἀκούοντι· καὶ πατραλοίας ὁ τοιοῦτος καλεῖται, καὶ μητραλοίας, καὶ ἀνόσιος καὶ παράνομος, ὅτι φωνὴν ἐναντίαν ἔῤῥηξε πατρὶ, ὅτι ἐτόλμησε δυσφημῆσαι τὴν ἑαυτοῦ ῥίζαν. Ταῦτα δὲ πάσχει καὶ κατακρίνεται ὁ ἐπὶ τῶν τελείων ὣν λογισμῶν· παιδίον δὲ ἄκακον, κἂν τύπτῃ τὸν πατέρα, ἢ τὴν μητέρα, ἢ καὶ ὑβρίσῃ, πάσης εὐφροσύνης ποθεινότερον. Πολλάκις μητέρες ἐρεθίζουσι τὰ τέκνα εἰς ὕβριν φέρουσαι, οὐ τῇ ὕβρει, ἀλλὰ τῇ ἀκακίᾳ καὶ τῷ ἀκεραίῳ καὶ ἀφελεῖ τοῦ ἤθους ἐπαγαλλόμεναι. Οὕτω καὶ ὁ Θεὸς εἰδὼς, ὅτι οὐκ ἐκ κακίας, ἀλλ' ἐξ ἀκακίας φθέγγεται (μαρτυρεῖ γὰρ αὐτῷ λέγων, Ἔτι δὲ ἔχεται ἀκακίας), δέχεται τὰ παρὰ τοῦ Ἰὼβ, εἰς κρίσιν καλούμενος παρ' αὐτοῦ. Φοβερὸν τὸ ῥῆμα, οἰκέτην ∆εσπότην καλεῖν εἰς κρίσιν· ἄνθρωπον, Θεόν· τὸ πλάσμα, τὸν πλάσαντα· τὸν πηλὸν, τὸν κατασκευάσαντα· ἀλλ' ὅμως, ὡς ἔφθην εἰπὼν, ἀκακίας τὸ ῥῆμα, οὐ πονηρίας. Πλὴν ὅμως, ἀδελφοὶ, ἡ ἀκακία οὐκ ἦν ἐκτὸς συνέσεως, ἀλλ' ἐντὸς πάσης σοφίας. Θέλεις γὰρ τὸ ἀκριβέστερον μαθεῖν; Οὐδὲν ᾔτησεν ὁ Ἰὼβ ὧν μὴ ἐποίησεν. Ἤδει ἑαυτὸν οἰκέτην τοῦ Θεοῦ, ᾔδει τὸν Θεὸν ἑαυτοῦ ∆εσπότην. Ἀλλ' ἐπειδὴ καὶ αὐτὸς πολλάκις κρινόμενος πρὸς τοὺς ἑαυτοῦ δούλους, ἔδωκεν αὐτοῖς ἰσηγορίας ἀξίαν, καὶ εἴ ποτε ἐδοκιμάζετο πρὸς αὐτῷ δοῦλος, οὐχ ὡς δοῦλον ἐπεστόμιζεν, ἀλλὰ τὴν δικαιολογίαν ἐλάμβανεν· ὃ ἐποίησεν, ᾔτησε, πειθόμενος τῷ λόγῳ, ὅτι Ὧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Καί φησι· Τίς δώσει κριτήν; Καὶ πότε δούλῳ ἐφύλαξας ἰσηγορίαν; Ἄκουε αὐτοῦ ὅτε τὰς ἀρετὰς ἀπαριθμεῖται, καὶ