1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

18

"Ἐν μεγάλῃ γὰρ, φησὶν, οἰκίᾳ οὐκ ἔστι μόνον χρυσᾶ σκεύη, καὶ 83.385 ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα, καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν." ∆είκνυσι δὲ καὶ τὸ τῆς γνώμης αὐθαίρετον, καὶ τὸν νοῦν αὐτοκράτορα ὄντα, καὶ ῥᾳδίως τὴν οἰκείαν μετατιθέναι ῥοπὴν ἐφ' ὅπερ ἂν ἐθέλῃ δυνάμενον. Λέγει δὲ οὕτως· "Ἐάν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τῶν τοιούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, καὶ εὔχρηστον, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον." Παραπλήσια δὲ κἀν τῇ προτέρᾳ γέγραφεν Ἐπιστολῇ. "Ταύτην γὰρ, φησὶ, τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προ φητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρα τείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν· ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν." Σαφῶς δὲ διὰ τούτων ἐδίδαξεν, ὡς ὁ παράνομος βίος ὑποβάθρα τῆς ἀσεβείας. Τὴν γὰρ ἀγαθὴν συνείδησιν τὸν καθα ρὸν προσηγόρευσε βίον. Ἐκείνους δὲ ἔφη ταύτην ἀπωσαμένους ναυαγῆσαι περὶ τὴν πίστιν. Καὶ πά λιν· "Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ." Καὶ αὖθις· "Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ λογομαχῶν, καὶ περὶ ζητήσεις νοσῶν," καὶ τὰ ἑξῆς. Καὶ μετ' ὀλίγα· "Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι, ἀπεπλα νήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς." Καὶ ἐν αὐτῷ δὲ τῷ τέλει παρα κελευστικῶς βοᾷ· "Ὦ Τιμόθεε, τὴν παρακαταθή κην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενο φωνίας, καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν." Ταῦτα μὲν σαφῶς δηλοῖ, ὡς αὐτῶν ἔτι κηρυττόντων ἀνεφάνησαν πολλοὶ τῶν μυσαρῶν αἱρέσεων ἀρχηγοί. Προαγορεύει δὲ καὶ ὡς μετὰ τὴν αὐτῶν ἐκδημίαν, κενά τινες τούς σφισι πειθομένους διδάξουσι δόγ ματα. "Τὸ γὰρ Πνεῦμα, φησὶν, ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις, καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηρια σμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάλη ψιν μετ' εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν." Κἀν τῇ δευτέρᾳ δὲ πολλὰς τῶν μετ' αὐτοὺς ἐσομένων ἀνθρώπων κατηγορίας προειπὼν, καὶ ταῦτα προστέθεικεν· "Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυ ναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπι θυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ 83.388 μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα· ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρὴς ἀντέστησαν Μωϋσῇ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄν θρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν." Εἶτα προλέγει καὶ τὸ τῆς ψευδολογίας εὐφώ ρατον· "Ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλεῖστον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκεί νων ἐγένετο." Ἐγὼ δὲ τὰς ἀποστολικὰς παρήγαγον μαρτυρίας, δεῖξαι βουλόμενος, ὡς ἔτι γεωργούντων αὐτῶν ὁ κοινὸς δυσμενὴς παρέσπειρε τῶν αἱρέσεων τὰ ζιζάνια. Ἀλλ' ὁ πάνσοφος ∆εσπότης, τὴν μὲν τῶν πονηρῶν σπερμάτων καταβολὴν οὐκ ἐκώλυσε· τὰ δὲ πλεῖστα τῶν ζιζανίων εἰς σῖτον μετέβαλε· καὶ μαρτυροῦσι καὶ πόλεις, καὶ κῶμαι, καὶ τῶν Σίμωνος, καὶ τῶν Μενάνδρου, καὶ Κλεοβίου, καὶ ∆οσιθέου, καὶ Γορθέου, καὶ Ἀδριανοῦ, καὶ Σατορ-νίλου, καὶ Βασιλίδου, καὶ Ἰσιδώρου, καὶ Καρποκρά τους, καὶ Ἐπιφάνους, καὶ τῶν ἄλλων ἁπαξαπλῶς τῶν τοιούτων ζιζανίων ἀπηλλαγμέναι. Τοὺς γὰρ ὑπ' ἐκείνων βουκοληθέντας πυροὺς ὡρίμους ὁ ∆εσπότης ὠνόμασεν. Ὀλίγοι δέ τινες ἄγαν εὐαρίθμητοι, καὶ οὗτοι σποράδες ἔν τισι τῶν πόλεων, τὴν Βαλεντίνου, καὶ Μαρκίωνος, καὶ τοῦ Μάνεντος διέμειναν περι