18
ὅλον τὸ ποίμνιον διασώσασθαι ἐκ θανάτου ἁμαρτίας, καὶ οὕτως κατὰ δεύτερον λόγον καὶ τὰ ἐπιτήδεια τῆς παρούσης ζωῆς δι' οἰκονόμων καὶ ἐπιτρόπων πορίζεσθαι. Ἀλλ' οὐαί μοι, ὅτι ἐμαυτῷ ταῦτα κατέλεξα, ἐκ τῶν οἰκείων παθῶν τὰ οὐκ ὄντα τοῖς ἄλλοις διαγραφόμενος. σὺ δέ, ὦ πανσεβάσμιε πάτερ, καθαρὸς ὢν ἀπὸ τῶν τοιούτων, ταῖς ἱεραῖς εὐχαῖς τοὺς νοητοὺς λύκους ἀποσοβοίης ἐκ τῆς χριστοσφραγίστου ἐπαύλεώς σου, εὖ οἶδ' ὅτι, καὶ ταῦτα ἄγοις καὶ διεξάγοις εἰς τὰ χωρία τῶν ἀρετῶν, ἐκτρέφων καὶ λιπαίνων τῇ πόᾳ τῆς ἐμμελοῦς σου διδασκαλίας καὶ τῷ ὕδατι τῆς καθαρᾶς πίστεώς σου, καὶ ἑκάστοτε προσάγοις θύματα δεκτὰ ταῖς λογικαῖς σου καὶ ἡγνισμέναις τῷ θεῷ λατρείαις. ἀλλὰ ταῖς ἱκετηρίαις προφθάνων ποιμαίνοις κἀμὲ τὸν τληπαθέστατον καὶ πολυαμάρτητον, δέομαι καὶ ἀντιβολῶ. καὶ σύγγνωθι, εἴ τι ὤφλησα γέλωτά σοι ἀμαθίας μου· πλὴν ὅτι οὐχ ἑκών, ἀλλ' ἐκβιασθεὶς ὑπὸ τῆς ἱερᾶς σου καὶ πνευματικῆς ἀγάπης, μᾶλλον δὲ κελεύσεως, καθῆκα ἐμαυτὸν εἰς τοῦτο, οὐ πρὸς ὄνησίν σού τινα φθεγξάμενος, ἀλλὰ πρὸς ἔνδειξιν, ὡς εἴρηται, ὑπακοῆς ἀνυποκρίτου σου. Ἔρρωσο ἐν Κυρίῳ, ὑπερευχόμενος ἡμῶν τῶν μόνων ἁμαρτωλῶν, τὰ πάντα ὁσιώτατε πάτερ.
12 {1Θωμᾷ δισυπάτῳ}1
Ποία πρόσρησις ἢ τίς λόγος παρακλήσεως εὑρεθείη πρὸς ἡμῶν τῶ ταπεινῶν
τῇ σῇ κυριότητι πρὸς τὰ ἐνόντα αὐτῇ λυπηρά, ὦ δέσποτα; ἐξενώθης τῆς ἐνεγκαμένης σε καὶ θρεψάσης πόλεως, ἀπεστερήθης τῆς μεγίστης ἑστίας, ἀπεγυμνώθης τῆς λαμπρᾶς ἀξίας, προσθήσω δὲ καὶ τῆς ὑπάρξεως, ἀποδιέστης τῶν φίλων, τῶν συνήθων, τῶν φιλτάτων σου τέκνων, ὑπερωρίσθης ὧδε κἀκεῖσε· τὰ δὲ τῆς ὑπερορίας ὅσα εἰς κακοπάθειαν τῷ ἀήθει σου σώματι, ἔνδεια βρωμάτων, πομάτων, λοετρῶν, ἐρημία ὁμιλούντων, εὐπορία προσεπεμβαινόντων, προσπλησσόντων. οἱ γάρ ποτε εὐγνώμονες νῦν ἴσως ἀγνώμονες καὶ οἱ φίλοι καὶ γνώριμοι τετράφθωσαν τὰ πρόσωπα, ἢ ἐγγύθεν ἢ μακρόθεν ὄντες, ἀπὸ τοῦ γνωρίζειν καὶ φιλεῖν καὶ κήδεσθαι. φροντὶς ἐπὶ τούτοις τῶν ἔτι ἐπιλελειμμένων ὑπηρετῶν δούλων, καὶ πρό γε τούτων τῶν καλλίστων παίδων· καὶ τὸ δύνασθαι οὐ πρόσεστι. καὶ ἐπὶ τούτοις καθέζῃ πρὸ τοῦ ἄστεος, οἷον ἐπὶ τῶν ποταμῶν Βαβυλῶνός ποτε ἀπαγόμενος εἰς Ἀσσυρίους Ἰσραήλ· ἐν ᾦ, φησίν, ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τὴν Σιών. Στεναγμοῦ τοίνυν καὶ κατηφείας καὶ δακρύων τὰ σά. ἀλλ' ἐπεὶ πρόσεστί σοι γνώσεως χάρισμα καὶ φρονήσεως δώρημα, οὐ πάντως καταπίπτειν οἰόμεθά σε ἐν τούτοις, εἰδότα ὅτι πειρατήριον ὁ βίος ἀνθρώπου, κατὰ τὸν ἀοίδιμον Ἰώβ, ὃς ὅσα πέπονθεν οὐκ ἀγνοεῖ σου ἡ πολυπειρία οὐδὲ τὴν ἄλλην ἄστατον φορὰν τῆς παραυτίκα ζωῆς, ἄλλοτε ἄλλως ἐχούσης κατὰ πᾶσαν σχεδὸν ἡμέραν τε καὶ ὥραν· ῥοῇ γὰρ καὶ ἀπορροῇ ἔοικεν, ἄνθεσί τε καὶ ὀνείρασι καὶ οἷστισιν ἄλλοις, κατὰ τὰς θείας φωνὰς τῶν ἁγίων. ἀναλογιζέσθω γάρ σου ἡ τιμία ψυχή, πόσα ἐν τῷ μεταξὺ χρόνῳ τῆς ἀπαγωγῆς πέπρακται, τῶν μὲν ἀποπεπτωκότων, τῶν δὲ ἀνυψωθέντων, ἄλλων τεθνηκότων, ἑτέρων εὐπραγησάντων, ἄλλων δυστυχησάντων. καὶ οὐδεμία στάσις ἐν τῷ ἀστάτῳ καὶ εὐκινήτῳ δρόμῳ τοῦ βίου ἡμῶν. Ἐκεῖνο τε πάλιν ἀληθὲς ὄν, ὅτι πάντες ἄνθρωποι ἐν ἐξορίᾳ ἐσμέν, κατὰ τὸ ἀποικισθῆναι ἡμᾶς διὰ τοῦ πρωτοπλάστου ἐκ τοῦ παραδείσου, ὡς ὁ λόγος, καὶ εἰς τόδε τὸ θανατηφόρον χωρίον ἐναυλίζεσθαι, ἕως ἂν τὸ ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου ᾄδωμεν, μεταβαίνοντες ἐκ παροικίας εἰς ἐλευθερίαν. ὥστε οὐδὲ ἐξορίζειν δύναιντ' ἂν ἄνθρωποι τοὺς ὁμογενεῖς, κατὰ τὸ ἀκριβὲς τοῦ λόγου, ἐξόριστοι ὄντες καὐτοί. ἐπεὶ πάντες πάροικοι καὶ παρεπίδημοι περιγεγράμμεθα. Εἴ τι