18
εἶδος τῆς ἐντολῆς ταύτης, ἐπείπερ ἀπαιτεῖ ἕκαστον ὑπὲρ ἑαυτὸν ἀγαπᾶν τὸν πλησίον. 243 Jo 13, 36 243 Ἀφορήτως ἔχων κἂν πρὸς βραχὺ αὐτοῦ χωρισθῆναι τοῦτο εἶπεν. εἶτα ὁ Χριστὸς λέγει <ὅτι> οὔτε εἰς τὸν ᾅδην πρὸς τὸ παρὸν ἠδύνατο αὐτῷ ἀκολου θῆσαι διὰ δειλίαν οὔτε μετὰ τὴν ἀνάστασιν εἰς οὐρανὸν ἀνιόντι εὐθὺς αὐτῷ συνανελθεῖν· ἔχρῃζε γὰρ αὐτῶν ὁ κόσμος διὰ τὴν εὐαγγελικὴν διδασκαλίαν. πλὴν ἐπαγγέλλεται τρόπον τινά, δι' ὅν φησιν ὕστερον εἰς οὐρανοὺς βαστα σθήJoνται. 244 Jo 13, 37 Ἐπειδὴ λυπηρὸν ἦν σφόδρα τῷ Πέτρῳ τὸ χωρισθῆναι κἂν πρὸς βραχὺ τοῦ διδασκάλου (διάπυρος γὰρ ἦν), ἐπηγγέλλετο οὐ μόνον συναποθνῄσκειν αὐτῷ, ἀλλὰ καὶ ὑπεραποθνῄσκειν. 245 Jo 13, 38 Εἰδὼς ὡς θεὸς τὸ τοῦ Πέτρου ἄτονον ἐναντία αὐτῷ λέγει καὶ ἡ πεῖρα ἔδειξεν τὸν ἀληθεύοντα.
246 Jo 14, 1 ∆είκνυσιν, ὅτι οὐκ ἔστι τέλειος πιστός, εἰ μὴ ὁ εἰς πατέρα καὶ υἱὸν πιστεύων. 247 Jo 14, 1 Ἐπειδὴ τὰ εἰρημένα σκυθρωπὰ ἱκανὰ ἦν αὐτοὺς ταράξαι, διὰ τοῦτο εἶπε τοῦτο μονονουχὶ λέγων, ὅτι ἡ πρὸς ὀλίγον ἄρνησις παραχρῆμα ἐξαλειφθήσεται ὑπὸ τῆς γινομένης εὐθὺς τῷ Πέτρῳ μεταμελείας καὶ ὁμολογίας. 248 Jo 14, 2-3 Ἐπειδὴ διάφορος καὶ ποικίλη τις εἶναι δοκεῖ ἡ τῶν ἀνθρώπων πολιτεία-οὐ γὰρ εἷς ὁ τῶν ἀνθρώπων βίος οὐδὲ μία καὶ ὁμοία τῶν πάντων ἐστὶν ἀγωγή, ἀλλ' ἄλλος ἄλλου κρείττων ἢ ἐλάττων τυγχάνει κατὰ τὴν ἄσκησιν τῆς δικαι οσύνης ὑπερέχων καὶ ἐλαττούμενος-εἰκότως οὐδὲ μία, ἀλλὰ πολλαὶ τοῖς ἁγίοις ἡτοιμάσθησαν μοναί, ὅπως ἑκάστου κατὰ τὴν ἀξίαν τῶν βεβιωμένων αὐτῷ καὶ τὸ ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ ἐνδιαίτημα λαμβάνοντος ἡ τοῦ κυρίου φανῇ δικαιοσύνη. 249 Jo 14, 2-3 Ἐπειδὴ διάφορος ἡ κατ' ἀρετὴν δικαιοσύνη, εἰκότως καὶ διαφόρους λέγει τὰς δοθηJoμένας αὐτοῖς τιμάς, ἵνα φανῇ ἡ τοῦ θεοῦ δικαιοσύνη. ταῦτα δὲ λέγει ὑπισχνούμενος αὐτοῖς τὴν ἀπὸ γῆς εἰς οὐρανοὺς ἄνοδον. βεβαιοῖ δὲ αὐτὸ διὰ τῶν ἑξῆς· μετὰ γὰρ τὴν ἀνάστασιν ἀνελθὼν εἰς οὐρανὸν πάλιν ἦλθε πρὸς αὐτοὺς διαφόρως αὐτοῖς ὀπτανόμενος, ὅπως αὐτοὺς κατὰ τὴν ὑπόσχεσιν ἀνα γάγοι πρὸς ἑαυτὸν εἰς οὐρανῶν βασιλείαν. 250 Jo 14, 6 Ἀγνοοῦντι καὶ ἐπιζητοῦντι μαθεῖν τὴν ὁδὸν δείκνυσιν ἑαυτὸν εἶναι τὸν ἀπὸ γῆς εἰς οὐρανὸν ἀνάγοντα καὶ ἄξοντα τοὺς ἀξίους πρὸς τὸν πατέρα. ἀλήθειαν δὲ ἑαυτὸν καλεῖ διὰ τὴν τῶν ἐπαγγελιῶν ἀψευδίαν, ζωὴν δὲ διὰ τὸ διδόναι πᾶσι τὴν αἰώνιον ζωὴν ὡς πηγήν. δι' ἑαυτοῦ δὲ λέγει πρὸς τὸν πατέρα ἥξειν τοὺς ἁγίους, ἐπειδὴ διὰ τῆς εἰς τὸν υἱὸν πίστεως ἐπιγινώσκει τις τὸν πατέρα. 251 Jo 14, 7 ∆ιὰ γὰρ τοῦ υἱοῦ οἱ ἅγιοι καὶ τὴν πρὸς τὸν πατέρα ἐπίγνωσιν λήψονται. τότε δὲ λέγει αὐτοὺς ἐγνωκέναι, ὅτε διὰ τῆς διδαχῆς ἔμαθον τὴν περὶ αὐτοῦ ἀλήθειαν. 252 Jo 14, 8 Ὡς ἕτερόν τι τὸν πατέρα ὄντα παρὰ τὸν υἱὸν οἰηθεὶς εἶπε τοῦτο. 253 Jo 14, 8-9 Ὁ μὲν γὰρ ὀφθαλμὸς ὁρῶν οὐ πολλοῦ χρόνου δεῖται πρὸς τὴν τοῦ συν τυγχάνοντος θέαν, ὁ δὲ νοητῶς γνῶναι βουλόμενος χρόνου δεῖται οὐκ ὀλίγου καὶ πολλῆς τῆς περισκέψεως πρὸς τὴν τοῦ ἀσωμάτου κατάληψιν. ἐχρῆν οὖν δήπου καὶ τὸν Φίλιππον ἐν πολλῷ τῷ παρελθόντι χρόνῳ τὰς δυνάμεις τοῦ κυρίου θεωρήσαντα ἐν καταλήψει ἤδη ὑπάρχειν καὶ σαφῶς ἐγνωκέναι τὴν θεό τητα τοῦ κυρίου. προδιδάξας τοιγαροῦν, ὅτι τῆς ψυχῆς τὴν γνῶσιν ἐπιζητεῖ, ἀκολούθως ἐπισυνῆψε περὶ τῆς ὁράσεως, ὅτι οὐκέτι ὑποπτεύεσθαι ἐδύνατο σωματικὴν ὅρασιν ἐπιζητεῖν λέγων ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. ἐξ οὗ παρίσταται, ὅτι τὴν κατὰ διάνοιαν ὅρασιν ἔλεγεν. 254 Jo 14, 9 Οὐ τοῦτο λέγει, ὅτι αὐτὸς ἦν ὁ πατήρ, ἀλλ' ὅτι διὰ τῆς εἰκόνος τὸ ἀρχέ τυπον τῇ διανοίᾳ θεωρῆσαι δυνατόν· ὅλην γὰρ εἶχεν ὁ υἱὸς τοῦ πατρὸς ἐν ἑαυτῷ τὴν οὐσίαν οὐκ ὀφθαλμοφανῶς δυναμένην ὁραθῆναι, ἀλλὰ τῇ τῆς θεω ρίας γνώσει <κατὰ> τὸ ἐφικτόν. διὸ καὶ περὶ τῆς ἑαυτοῦ οὐσίας τῆς ἀγνώστου καὶ ἀθεωρήτου οὔ φησιν οὐκ ἑώρακάς με, ἀλλ' οὐκ ἔγνως με ὅπερ διὰ πολλοῦ χρόνου δυνατόν σε ἦν γνῶναι τὰς τοιαύτας ἑωρακότα