18
βάθρων ἠπείλουν. τῶν δὲ Νισιβηνῶν ἀντεχόντων πρὸς τὴν παράδοσιν, τότε λοιπὸν ἐξυδατῶσαι ταύτην τῷ πρὸς αὐτῇ ποταμῷ διεγνώκει. οἱ δὲ ἄνδρες ταῖς εὐχαῖς ἐνίκων τοὺς πολεμίους εὐμενῆ τὸν θεὸν ἔχοντες. τῶν γὰρ ὑδάτων μελλόντων τὴν θέσιν τῶν τειχῶν ἐξομαλίζειν πρὸς τὴν πτῶσιν, μέρος μέν τι τοῦ τείχους ἐπεπόνθει, καὶ τοῦτο κατὰ θεοῦ συγχώρησιν, ὡς ἐν τοῖς ἑξῆς δηλωθήσεται. εὐθέως γὰρ γίνεται τήν τε πόλιν φυλαχθῆναι, καὶ τοὺς πολεμίους τοῖς ὕδασι νήχεσθαι καὶ πολλοὺς ὑπὸ τοῦ ὕδατος διεφθάρθαι. οἱ δὲ καὶ τοῦτο πεπονθότες ἠπείλουν διὰ τοῦ καταπεσόντος τείχους εἰσελθεῖν παραστήσαντες τοὺς ἐλέφαντας ἐνόπλους καὶ τὸν ὄχλον εὐτρεπίσαντες προσέχειν ἐμβριθέστερον τῷ πολέμῳ μαγγάνοις τε παντοίοις. οἱ δὲ τὴν πόλιν φρουροῦντες στρατιῶται ἐντεῦθεν τὴν νίκην θεοῦ προνοίᾳ ἐσχήκασι τόν τε τόπον ἐπλήρουν παντοίοις ὅπλοις, ὀνάγροις δὲ τοὺς πλείους ἐλέφαντας ἀπέκτειναν· ἕτεροι δὲ ἐν τοῖς κατατέλμασι τῶν τάφρων ἐνέπεσον· ἄλλοι δὲ κρουσθέντες ἀπεστράφησαν εἰς τὰ ὀπίσω, καὶ ὑπὲρ μυρίους αὐτῶν ὁπλῖται ἀπέθανον. 40 τοῖς δὲ λοιποῖς σκηπτὸς οὐρανόθεν ἔπεσεν, καὶ νεφελῶν γνοφωδῶν καὶ ὑετῶν λάβρων καὶ βροντῶν φωναὶ ἅπαντας ἐξέπληττον, ὡς τοὺς πλείους τῷ φόβῳ διαφθαρῆναι. πάντοθεν δὲ ὁ νέος Φαραὼ Σαβώρης στενούμενος ἡττᾶτο τοῖς τοῦ φόβου κύμασιν· ὃς ἀτενίσας τοῖς ὀφθαλμοῖς πρὸς τῷ καταπεσόντι τοῦ τείχους ὁρᾷ ἄγγελον ἐπὶ τὸ ἄκρον ἑστῶτα, λαμπρῶς ἐστολισμένον καὶ παρὰ χεῖρα τὸν βασιλέα Κωνστάντιον κρατοῦντα· ὃς εὐθέως ταραχθεὶς τοῖς μάγοις θάνατον ἠπείλει. μαθόντες δὲ τὴν αἰτίαν διεγνώκεισαν τοῦ φανέντος τὴν δύναμιν ἑρμηνεύειν τῷ βασιλεῖ, ὡς μείζων, ἢ κατ' αὐτούς. [δι' ἧς] ἐντεῦθεν ἐπιγνοὺς τοῦ κινδύνου τὴν αἰτίαν καὶ ἔμφοβος γεγονὼς ἐκέλευσε τά τε μάγγανα καῆναι, καὶ ὅσα πρὸς τὴν τοῦ πολέμου παρασκευὴν εὐτρέπισε διαλυθῆναι. αὐτὸς δὲ σὺν τοῖς ἰδίοις φυγῇ ἐδίωκε τὴν πατρίδα, πρότερον λοιμικῇ νόσῳ διαφθαρέντες. ιδʹ. μηʹ. εʹ. εʹ. ιʹ. καʹ. ζʹ. Τούτῳ τῷ ἔτει Κωνστάντιος ὁ Αὔγουστος μόνος βασιλεύων Γάλλον, ἀνεψιὸν ἴδιον, κοινωνὸν τῆς ἑαυτοῦ βασιλείας καίσαρα ἀναγορεύσας, μετονομάσας αὐτὸν Κωνστάντιον ἐν τῇ ἀνατολῇ ἀπέστειλε κατὰ τὴν Ἀντιόχειαν, τῶν Περσῶν ἔτι ἐπικειμένων. ιεʹ. μθʹ. ϛʹ. ϛʹ. ιαʹ. κβʹ. ηʹ. Τούτῳ τῷ ἔτει οἱ κατὰ Παλαιστίνην Ἰουδαῖοι ἀντῇραν· καὶ πολλοὺς τῶν ἀλλοεθνῶν, Ἑλλήνων τε καὶ Σαμαρειτῶν, ἀνεῖλον· καὶ αὐτοὶ δὲ παγγενεὶ ὑπὸ τοῦ στρατοῦ Ῥωμαίων ἀνῃρέθησαν, καὶ ἡ πόλις αὐτῶν ∆ιοκαισάρεια ἠφανίσθη. Τῷ δ' αὐτῷ ἔτει Κωνστάντιος Λιβερίῳ γράψαντι πρὸς αὐτὸν ὑπὲρ τοῦ ὁμοουσίου καὶ τοῦ ἱεροῦ Ἀθανασίου θυμωθεὶς καὶ ἀποστείλας ἐξώρισε τοῦτον κατὰ τὴν Βέροιαν τῆς Θρᾴκης, Εὐσεβίου, τοῦ πρώτου τῶν εὐνούχων, τοῦτο παρασκευάσαντος τοῦ Ἀρειανόφρονος· Φίλικα δὲ ἀντ' αὐτοῦ ἐχειροτόνησαν, ὃς διάκονος μὲν τῆς αὐτῆς ἐκκλησίας ἦν, τὴν δὲ ἐν Νικαίᾳ σύνοδον ἀποδεχόμενος, Ἀρειανοῖς δὲ κοινωνῶν ἀλόγως. τούτῳ κοινωνεῖν οἱ κατὰ τὴν Ῥώμην οὐκ ἠνέσχοντο, ἀλλ' ἰδίᾳ καθ' ἑαυτοὺς ἐκκλησίαζον. κατὰ δὲ κέλευσιν Κων41 σταντίου συνηθροίσθη σύνοδος ἐν Μεδιολάνῳ, τʹ μὲν ἐπισκόπων δυτικῶν, ἀνατολικῶν δὲ πάνυ ὀλίγων. διελύθη δὲ ἄπρακτος, τῶν δυτικῶν μὴ καταδεξαμένων πάλιν τὰς κατὰ τοῦ ἱεροῦ Ἀθανασίου συσκευάς. τῶν δὲ Ῥωμαίων αἰτησαμένων τῷ βασιλεῖ, βιασθεὶς ἀνακαλεῖται Λιβέριον καὶ ἀποκαθιστᾷ τῷ θρόνῳ· Φίλιξ δὲ ἐξελθὼν τῆς Ῥώμης οὐκ ἔτι ἐπανῆλθεν. Ῥώμης ἐπίσκοπος λεʹ Φίλιξ ἔτος αʹ. ιϛʹ. νʹ. αʹ. ζʹ. ιβʹ. κγʹ. θʹ. Ῥώμης ἐπίσκοπος λϛʹ ∆άμασος ἔτη κηʹ. ιζʹ. ναʹ. αʹ. ηʹ. ιγʹ. κδʹ. ιʹ. ιηʹ. νβʹ. βʹ. θʹ. ιδʹ. κεʹ. ιαʹ. Τούτῳ τῷ ἔτει Γάλλος, ὁ καὶ Κωνστάντιος, καῖσαρ ὢν καὶ ἐν πολέμοις ἀριστεύων, τὴν εὐπραγίαν μὴ ἐνεγκὼν τυραννίδα μελετᾷ, κτείνει τε ∆ομετιανόν, ἔπαρχον τῆς ἑῴας, καὶ Μάγνον κυαίστορα, μηνύσαντας Κωνσταντίῳ τὰ τῆς ἐπιβουλῆς. τοῦτον μεταπεμψάμενος ὁ Κωνστάντιος περὶ Θαλμῶνα τὴν νῆσον ἀναιρεθῆναι ἐκέλευσεν, Ἰουλιανὸν δέ, τὸν τούτου ἀδελφόν, ἐν φρουρᾷ κατέσχεν. Εὐσεβία δέ, ἡ γαμετὴ Κωνσταντίου, τοῦτον