And the poet Homer, using the license of poetry, and rivalling the original opinion of Orpheus regarding the plurality of the gods, mentions, indeed, several gods in a mythical style, lest he should seem to sing in a different strain from the poem of Orpheus, which he so distinctly proposed to rival, that even in the first line of his poem he indicated the relation he held to him. For as Orpheus in the beginning of his poem had said, “O goddess, sing the wrath of Demeter, who brings the goodly fruit,” Homer began thus, “O goddess, sing the wrath of Achilles, son of Peleus,” preferring, as it seems to me, even to violate the poetical metre in his first line, than that he should seem not to have remembered before all else the names of the gods. But shortly after he also clearly and explicitly presents his own opinion regarding one God only, somewhere37 Iliad, ix. 445. saying to Achilles by the mouth of Phœnix, “Not though God Himself were to promise that He would peel off my old age, and give me the vigour of my youth,” where he indicates by the pronoun the real and true God. And somewhere38 Iliad, ii. 204. he makes Ulysses address the host of the Greeks thus: “The rule of many is not a good thing; let there be one ruler.” And that the rule of many is not a good thing, but on the contrary an evil, he proposed to evince by fact, recounting the wars which took place on account of the multitude of rulers, and the fights and factions, and their mutual counterplots. For monarchy is free from contention. So far the poet Homer.
Ὁ δὲ ποιητὴς Ὅμηρος, τῇ τῆς ποιήσεως ἀποχρώμενος ἐξουσίᾳ καὶ τὴν ἐν ἀρχῇ τῆς πολυθεότητος Ὀρφέως ζηλώσας δόξαν, μυθωδῶς μὲν πλειόνων θεῶν μέμνηται, ἵνα μὴ δόξῃ τῆς Ὀρφέως ἀπᾴδειν ποιήσεως, ἣν οὕτως ζηλῶσαι προὔθετο, ὡς καὶ διὰ τοῦ πρώτου τῆς ποιήσεως ἔπους τὴν πρὸς αὐτὸν σημῆναι σχέσιν. Τοῦ γὰρ Ὀρφέως Μῆνιν ἄειδε, θεά, Δημήτερος ἀγλαοκάρπου ἐν ἀρχῇ τῆς ποιήσεως εἰρηκότος, αὐτὸς Μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος γέγραφεν, ἑλόμενος, ὡς ἐμοὶ δοκεῖ, ἐν ἀρχῇ καὶ τοῦ κατὰ τὴν ποίησιν ἐκπεσεῖν μέτρου, ἵνα μὴ δόξῃ τοῦ τῶν θεῶν ὀνόματος μὴ μεμνῆσθαι πρῶτον. Μικρὸν δὲ ὕστερον καὶ τὴν ἑαυτοῦ περὶ ἑνὸς καὶ μόνου θεοῦ σαφῶς καὶ φανερῶς ἐκτίθεται δόξαν, πῇ μὲν διὰ τοῦ Φοίνικος πρὸς Ἀχιλλέα λέγων: Οὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτός, Γῆρας ἀποξύσας, θήσειν νέον ἡβώοντα, διὰ τῆς ἀντωνυμίας τὸν ὄντως ὄντα σημαίνων θεόν: πῇ δὲ διὰ τοῦ Ὀδυσσέως πρὸς τὸ τῶν Ἑλλήνων πλῆθος οὕτω λέγων: Οὐκ ἀγαθὸν πολυκοιρανίη: εἷς κοίρανος ἔστω. Ὅτι δὲ οὐκ ἀγαθὸν πολυκοιρανίη, ἀλλὰ τοὐναντίον κακόν, ἔργῳ δηλῶσαι προὔθετο, πολέμους τε αὐτῶν διὰ τὸ πλῆθος καὶ μάχας καὶ στάσεις καὶ κατ' ἀλλήλων ἐπιβουλὰς διηγούμενος. Τὴν γὰρ μοναρχίαν ἄμαχον εἶναι συμβαίνει. Ταῦτα μὲν οὖν ὁ ποιητὴς Ὅμηρος.