19
τὴν πόλιν ξὺν τοῖς ὁπόσοι αὐτῷ καὶ πρότερον εἵποντο. 2 ἐπειδὴ γὰρ Οὐάκκαρος ὁ Οὔαρνος τὸ γένος ὀλίγῳ πρότερον ἐτεθνήκει, ἀνὴρ ἐν τοῖς μάλιστα δεινός τε καὶ φιλοπόλεμος, αὐτίκα ὁ παῖς ὁ ἐκείνου Θευδίβαλδος (τοῦτο γὰρ ὄνομα τῷ παιδί) ἅμα τοῖς ἑπομένοις Οὐάρνοις βασιλεῖ τῷ Ῥωμαίων προσεχώρει καὶ ἐς Ἀρίμινον παρῆν ὡς αὐτοῦ τῷ Ναρσῇ ἐντευξόμενος. 3 ὧν δὴ ἕνεκα ἐνταῦθα καὶ ὅ γε ἀφῖκτο, ἐφ' ᾧ ἅπαντας χρυσίῳ φιλοφρονησάμενος βεβαίους ἐς ὅ τι μάλιστα ἔχοι ξυμ μάχους. 4 ἐν τούτοις δὲ αὐτοῦ διημερεύοντος ἄνδρες τῶν Φράγγων ἐς δισχιλίους ἀναμὶξ πεζοὶ καὶ ἱππόται, οἳ δὴ ἐτύγχανον ἐς ἁρπαγάς τε καὶ λεηλασίας τῆς χώρας ὑπὸ τῶν σφετέρων ἡγεμόνων σταλέντες, οὗτοι δὲ ἀγχοῦ τῆς πόλεως γεγενημένοι τούς τε ἀγροὺς ἐσίνοντο καὶ τοὺς βόας εἷλκον τοὺς ἀροτῆρας καὶ ἅπαντα ἔφερον ἀνέδην, ὡς καὶ αὐτὸν δήπου τὸν Ναρσῆν ἐπιφράσασθαι τὰ ποιούμενα· ἧστο γὰρ ἐς ὑπερῷόν τι δωμάτιον ἐν περιωπῇ τοῦ πεδίου. 5 αὐτίκα δὴ οὖν, (αἰσχρὸν γάρ τι καὶ ἀγεννὲς ᾤετο εἶναι τὸ μὴ οὐχὶ ἐκ τῶν παρόντων ἀμύνασθαι) ὑπεξῄει τοῦ ἄστεος, ἵππου ἐπιβὰς εὐηνιωτάτου καὶ ἀγερώχου καὶ οἵου οὐκ ἄτακτα ἐξάλλεσθαι καὶ σκιρτᾶν, ἀλλὰ τάς τε ἐπελάσεις καὶ ἀναστρο φὰς τῇ πείρᾳ πεπαιδευμένου· ἀλλὰ γὰρ καὶ τῶν ἀμφ' αὐτὸν τοὺς ὁπόσοι οὐ πάμπαν ἀγνῶτες τὰ πολέμια ἦσαν ἕπεσθαί οἱ ἐκέλευε. 6 καὶ οἱ μὲν ἐς τοὺς ἵππους ἀναθορόντες (ἦσαν δὲ ἄνδρες ἐς τριακοσίους) ἐφωμάρτουν τε καὶ ἐπήλαυνον ἰθὺ τῶν πολεμίων. οἱ δὲ ἐσιδόντες αὐτοὺς ἐπιόντας 38 σποράδην μὲν οὐκέτι ἠλῶντο οὐδὲ οἶμαι τῆς λείας ἐγίγνοντο· ἠθροίζοντο δὲ ἐπὶ σφᾶς ἅπαντες, τό τε ἱππικὸν καὶ οἱ πεζοί, καὶ ἐς φάλαγγα ξυνετάτ τοντο, βαθεῖαν μὲν οὔ τι μάλα (πῶς γὰρ οἷόν τε ἦν οὐ σφόδρα πολλῶν αὐτοῦ ἀφιγμένων;) καρτερὰν δὲ ὅμως τῷ συνασπισμῷ καὶ τῷ τὰ κέρα ἐν κόσμῳ ξυννενευκέναι. 7 οἱ δὲ Ῥωμαῖοι ἐπειδὴ ἐς τόξου γε ἤδη βολὴν ἐγεγένηντο, ἐμμῖξαι μὲν καὶ συρράξαι τοῖς πολεμίοις εὖ παρα τεταγμένοις ἥκιστα ᾤοντο χρῆναι, τοξεύμασι δὲ καὶ ἀκοντίσμασιν ἀκρο βολιζόμενοι ἐπειρῶντο σφῆλαι τοὺς πρωτοστάτας καὶ διαρρῆξαι τὴν πύκνωσιν τοῦ μετώπου. 8 ἀλλ' ἐκεῖνοι ταῖς ἀσπίσιν ἄριστα περι πεφραγμένοι ἵσταντο ἀστεμφεῖς καὶ ἀδόνητοι, οὐδαμοῦ τὸ συνεχὲς τῆς τάξεως διασπῶντες, ἐπεὶ καὶ ὕλης τινὸς λασίας κυρήσαντες ὥσπερ ἐρύ ματι τοῖς δένδροις ἐχρῶντο, ἤδη δὲ καὶ τοῖς ἄγγωσιν ἠμύνοντο βάλλον τες· οὕτω γὰρ αὐτοῖς τὰ ἐπιχώρια δόρατα ἐπωνόμασται. 22. Ὡς δὲ οὐδὲν ἐπημαίνοντο, διαλογισάμενος ἅπαντα ὁ Ναρσῆς βαρβαρικήν τινα στρατηγίαν καὶ μᾶλλον τοῖς Οὔννοις μεμελετημένην ἐμηχανᾶτο. ἐκέλευε γὰρ τοὺς ἀμφ' αὐτὸν στρέψαντας τὰ νῶτα ἐς τὰ ὀπίσω ἀναχωρεῖν προτροπάδην, ὡς δὴ δεδιότας καὶ φεύγοντας, καὶ ἐκκαλεῖσθαι τοὺς βαρβάρους ὡς ἀπωτάτω τῆς νάπης ἀνὰ τὰ ψιλὰ τοῦ πεδίου· αὐτῷ γὰρ τὰ λοιπὰ ἔφη μελήσειν. 2 καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν καὶ ἔφευγον. οἱ δὲ Φράγγοι τῇ φυγῇ ἐξηπατημένοι καὶ ἀληθὲς τὸ δέος εἶναι ὑποτοπήσαντες αὐτίκα θαρραλέοι τήν τε φάλαγγα διέλυσαν καὶ τῆς ὕλης ὑπεκβάντες ἐς τὴν δίωξιν ἠπείγοντο. 3 καὶ πρῶτοι μὲν ἐξέθεον οἱ ἱππόται· εἵποντο δὲ καὶ τῶν πεζῶν ὁπόσοι ἀλκιμώτατοι καὶ ποδώκεις· καὶ ἅπαντες ἀφειδῶς ἐνέκειντο, ὡς αὐτὸν δή που τὸν Ναρσῆν αὐτίκα μάλα ζωγρήσοντες καὶ πόνῳ ξὺν βραχεῖ πέρας εὐκτὸν ἐπιθήσον τες ἅπαντι τῷ πολέμῳ. 4 καὶ οἱ μὲν εὐκοσμίας ἁπάσης ἐπιλελησμένοι χύδην τε καὶ ἀφύλακτα ἐχώρουν, γεγηθότες καὶ εὐωχούμενοι τῆς ἐλπίδος. οἱ δὲ Ῥωμαῖοι ἀνὰ τὰ πρόσω ἐφέροντο ἀφειμένοις τοῖς ἵπποις, φαίης τε ἂν αὐτοὺς ἔργῳ τρέσαντας ἀλεείνειν· οὕτω δή τι ἐγγύτατα τοῦ ἀληθοῦς τὸ δεδιέναι ὑπεκρίνοντο. 5 ἐπεὶ δὲ οἱ βάρβαροι ἐν γυμνῷ ἤδη τῷ πεδίῳ ἐσκεδάννυντο τῆς ὕλης ὡς πορρωτάτω ἀποσπασθέντες, τότε δὴ 39 ἀθρόον, τοῦ στρατηγοῦ σημήναντος, ἐπιστρέψαντες οἱ Ῥωμαῖοι τοὺς ἵππους καὶ ἐς τἀναντία σφᾶς αὐτοὺς ἐξελίξαντες ὑπηντίαζον τοῖς διώκου σιν ἀντιμέτωποι καὶ ἅπαντας τῷ ἀπροσδοκήτῳ