καταξιωθέντες ἰδεῖν τὴν σὴν ἀνάδειξιν. Σὺ εἶ τῶν προφητῶν τὸ κήρυγμα. Περὶ σοῦ γὰρ ἀγαλλιώμενοι ὁσημέραι κελαδοῦσι λέγοντες πρὸς τὸν Θεὸν, «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» Σὺ εἶ τὸ καύχημα τῶν ἀποστόλων· ἀδιαλείπτως γὰρ βοῶσι δι' ἑνὸς αὐτῶν ἱεροκήρυκος, «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου.» Σὺ εἶ τῶν μαρτύρων στέφος. Σὺ εἶ τὸ καύχημα τῶν ἐν ὄρεσι καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς τὴν σάρκα σταυρωσάντων σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ὢ τῆς ἀνεκλαλήτου χαρᾶς ∆εσποτικοῦ σταυροῦ! Ὢ τῶν ἐν αὐτῷ ἀκαταλήπτων μυστηρίων, καὶ ἵνα τὸ τοῦ Ἀποστόλου φθέγξωμαι, «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ! «Παρὰ γὰρ τοῦ ξύλου νεκρωθέντες, παρὰ τοῦ ξύλου τῆς κατακρίσεως ἐζωοποιήθημεν. Ὢ τῆς ἀμέτρου χάριτος τοῦ δεδωκότος! ∆έον οὖν ἡμᾶς τὴν πανέορτον ταύτην ἑορτὴν συστήσασθαι «ἐν τοῖς πυκάζουσι, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.» Πυκάζοντες δέ εἰσιν, ὥς φασιν οἱ περὶ ταῦτα δεινοὶ, τὰ ἐξ ἀμελείας ἢ παλαιό 4076 τητος ῥυπωθέντα ἢ τὰ ἐξ ἐπιμελείας πάλιν ἐπὶ τὸ τιμαλφέστερον μετακοσμούμενα εἰς εὐφροσύνην τῶν εὐοχούντων ἐν ἀγαλλιάμασι. ∆ιατεθῶμεν τοίνυν, ὡς προτετάγμεθα, καὶ τὴν συμβᾶσαν ἡμῖν ἐκ τῆς ῥᾳθυμίας ἀπεκδυσάμενοι ἀηδίαν, τὴν φαιδρὰν ταύτην καὶ πάνσεπτον ἡμέραν τῆς τοῦ ζωοποιοῦ σταυροῦ μνήμης ἐπιτελέσωμεν ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίροντες ἁμαρτίας, καθώς φησιν ἡ Γραφὴ, καὶ μετὰ φόβου, καὶ χαρᾶς οὕτω βοήσωμεν, «Ἅγιος ὁ Θεὸς, ἅγιος ἰσχυρὸς, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς, ἁγία Τριὰς, ὁμοούσιε καὶ ὁμόθρονε, ἐλέησον ἡμᾶς·» ᾖ πρέπει δόξα, κράτος, μεγαλοσύνη τε, καὶ μεγαλοπρέπεια εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
19