19
ἄλλαις ἐκκλησίαις γεγενῆσθαι διεβεβαιοῦντο οὐ 33.2 λόγῳ μόνον, ἀλλὰ καὶ πράγμασι. καὶ ἐξ Αἰγύπτου δὲ καὶ τῆς Ἀλεξανδρείας πάλιν ἐλθόντες νῦν πρεσβύτεροι μετὰ γραμμάτων ἀπωδύροντο ὅτι πολλοὶ ἐπίσκοποι καὶ πρεσβύτεροι θέλοντες ἐλθεῖν εἰς τὴν σύνοδον ἐκωλύθησαν. μέχρι γὰρ νῦν καὶ μετὰ τὴν τοῦ ἐπισκόπου Ἀθανασίου ἀποδημίαν ἔλεγον ἐπισκόπους ὁμολογητὰς κατακόπτεσθαι πληγαῖς καὶ ἄλλους φυλακίζεσθαι, ἤδη δὲ καὶ ἀρχαίους, πλεῖστον ὅσον χρόνον ἔχοντας ἐν τῇ ἐπισκοπῇ, εἰς λειτουργίας δημοσίας παραδίδοσθαι καὶ σχεδὸν πάντας τοὺς τῆς καθολικῆς ἐκκλησίας κληρικοὺς καὶ λαοὺς ἐπιβουλεύεσθαι καὶ διώκεσθαι. καὶ γὰρ καί τινας ἐπισκόπους καί τινας ἀδελφοὺς ὑπερορίους ἔλεγον γεγενῆσθαι δι' οὐδὲν ἕτερον, ἢ ἵνα καὶ ἄκοντες ἀναγκάζωνται κοινωνεῖν Γρηγορίῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς. 33.3 καὶ ἐν Ἀγκύρᾳ δὲ τῆς Γαλατίας οὐκ ὀλίγα γεγενῆσθαι, ἀλλὰ τὰ αὐτὰ πάλιν τοῖς κατὰ Ἀλεξάνδρειαν γενομένοις ἠκούσαμεν καὶ παρ' ἑτέρων, καὶ Μάρκελλος δὲ ὁ ἐπίσκοπος διεμαρτύρατο. πρὸς δὲ τούτοις καὶ τοιαύτας κατηγορίας καὶ οὕτω δεινὰς κατά τινων ἐξ ὑμῶν, ἵνα μὴ λέγω τὰ ὀνόματα, οἱ ἀπαντήσαντες εἰρήκασιν, ἃς ἐγὼ μὲν γράψαι παρῃ 33.4 τησάμην· ἴσως δὲ καὶ ὑμεῖς παρ' ἑτέρων ἀκηκόατε. διὰ τοῦτο γὰρ μάλιστα καὶ ἔγραψα προτρεπόμενος ὑμᾶς ἐλθεῖν, ἵνα καὶ παρόντες ἀκούσητε καὶ πάντα διορθωθῆναι καὶ θεραπευθῆναι δυνηθῇ. ἐπὶ δὲ τούτῳ προθυμοτέρως ἔδει τοὺς κληθέντας ἀπαντῆσαι καὶ μὴ παραιτήσασθαι, ἵνα μήτε ὡς ὕποπτοι περὶ τὰ λεχθέντα, ἐὰν μὴ ἀπαντήσωσι, νομισθῶσι μήτε ὡς μὴ δυνάμενοι ἐλέγξαι ἃ ἔγραψαν.
34.1 Τούτων τοίνυν οὕτως λεγομένων καὶ οὕτως τῶν ἐκκλησιῶν πασχουσῶν καὶ ἐπι βουλευομένων, ὡς οἱ ἀπαγγέλλοντες διεβεβαιοῦντο, τίνες εἰσὶν οἱ «φλόγα διχονοίας ἀνάψαντες»; ἡμεῖς οἱ λυπούμενοι ἐπὶ τοῖς τοιούτοις καὶ συμπάσχοντες τοῖς πάσχουσιν ἀδελφοῖς ἢ οἱ τὰ τοιαῦτα ἐργασάμενοι; θαυμάζω γάρ, πῶς τοιαύτης καὶ τοσαύτης ἐκεῖ ἀκαταστασίας καθ' ἑκάστην ἐκκλησίαν οὔσης, δι' ἣν καὶ οἱ ἀπαντήσαντες ἦλθον ἐνταῦθα, γράφετε ὑμεῖς «ὁμόνοιαν γεγενῆσθαι ἐν ταῖς ἐκκλησίαις». τὰ δὲ τοιαῦτα οὐκ ἐπὶ οἰκοδομῇ τῆς ἐκκλησίας, ἀλλ' ἐπὶ καθαιρέσει ταύτης γίνεται. καὶ οἱ ἐν τούτοις δὲ χαίροντες οὔκ εἰσιν εἰρήνης υἱοί, ἀλλὰ ἀκαταστασίας· ὁ δὲ θεὸς ἡμῶν «οὐκ ἔστιν ἀκαταστασίας ἀλλ' 34.2 εἰρήνης». διόπερ, ὡς οἶδεν ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κηδό μενος μὲν καὶ τῆς ὑμῶν ὑπολήψεως, εὐχόμενος δὲ καὶ τὰς ἐκκλησίας μὴ ἐν ἀκαταστασίᾳ εἶναι, ἀλλὰ διαμένειν ὥσπερ ὑπὸ τῶν ἀποστόλων ἐκανονίσθη, γράψαι ὑμῖν ταῦτα ἀναγ καῖον ἡγησάμην, ἵνα ἤδη ποτὲ δυσωπήσητε τοὺς διὰ τὴν πρὸς ἀλλήλους ἀπέχθειαν οὕτω διαθεμένους τὰς ἐκκλησίας. ἤκουσα γὰρ ὅτι τινές εἰσιν ὀλίγοι οἱ τούτων πάντων 34.3 αἴτιοι τυγχάνοντες. καὶ σπουδάσατε ὡς σπλάγχνα ἔχοντες οἰκτιρμοῦ διορθώσασθαι, ὡς προεῖπον, τὰ παρὰ κανόνα γενόμενα, ἵνα, εἰ καί τι προελήφθη, τοῦτο τῇ ὑμετέρᾳ σπουδῇ θεραπευθῇ. καὶ μὴ γράφητε ὅτι «τὴν Μαρκέλλου καὶ Ἀθανασίου ἢ τὴν ἡμῶν ἑλοῦ κοινωνίαν», οὐ γὰρ εἰρήνης, ἀλλὰ φιλονεικίας καὶ μισαδελφίας τὰ τοιαῦτα γνωρίσματα. διὰ τοῦτο οὖν κἀγὼ τὰ προειρημένα ἔγραψα, ἵνα μαθόντες ὅτι οὐκ ἀδίκως ἐδεξάμεθα 34.4 αὐτούς, παύσησθε τῆς τοιαύτης ἔριδος. εἰ μὲν γὰρ ἐλθόντων ὑμῶν ἦσαν καταγνω σθέντες, εἰ μὴ εὐλόγους ἀποδείξεις ἔχειν ἐφαίνοντο ὑπὲρ ἑαυτῶν, καλῶς ἂν τὰ τοιαῦτα γεγραφήκειτε· ἐπειδὴ δέ, ὡς προεῖπον, κανονικῶς καὶ οὐκ ἀδίκως τὴν πρὸς αὐτοὺς ἔσχομεν κοινωνίαν, παρακαλῶ ὑπὲρ Χριστοῦ, μὴ ἐπιτρέψητε διασχισθῆναι τὰ μέλη τοῦ Χριστοῦ 34.5 μηδὲ τοῖς προλήμμασι πιστεύσητε, ἀλλὰ τὴν τοῦ κυρίου εἰρήνην προτιμήσατε. οὐ γὰρ ὅσιον οὐδὲ δίκαιον δι' ὀλίγων μικροψυχίαν τοὺς μὴ καταγνωσθέντας ἀπορρίπτειν καὶ «λυπεῖν ἐν τούτῳ τὸ πνεῦμα»· εἰ δὲ νομίζετε δύνασθαί τινα κατ' αὐτῶν ἀποδεῖξαι καὶ εἰς πρόσωπον αὐτοὺς ἐλέγξαι, ἐλθέτωσαν οἱ βουλόμενοι.