προθυμίαν· ηὔχετο γὰρ καὶ αὐτὸς μαρ τυρῆσαι, καθὰ προεῖπον. Αὐτὸς μὲν οὖν λυπουμένῳ ἐῴκει, ὅτι μὴ μεμαρτύρηκεν· ὁ δὲ Κύριος ἦν αὐτὸν φυλάττων εἰς τὴν ἡμῶν καὶ τὴν ἑτέρων ὠφέλειαν, ἵνα καὶ ἐν τῇ ἀσκήσει, ἣν ἐκ τῶν Γραφῶν αὐτὸς μεμά θηκε, πολλοῖς διδάσκαλος γένηται. Καὶ γὰρ καὶ μό νον βλέποντες αὐτοῦ τὴν ἀγωγὴν, πολλοὶ τῆς πολι τείας αὐτοῦ ἐσπουδάζοντο ζηλωταὶ γενέσθαι. Πάλιν οὖν ὑπηρέτει συνήθως τοῖς ὁμολογηταῖς, καὶ ὡς συνδεδεμένος αὐτοῖς, ἦν κοπιῶν ἐν ταῖς ὑπηρεσίαις. Ἐπειδὴ δὲ λοιπὸν ὁ διωγμὸς ἐπαύσατο, καὶ μεμαρτύρηκεν ὁ μακαρίτης ἐπίσκοπος Πέτρος, ἀπ εδήμησε, καὶ πάλιν εἰς τὸ μοναστήριον ἀνεχώρει, καὶ ἦν ἐκεῖ καθ' ἡμέραν μαρτυρῶν τῇ συνειδήσει, καὶ ἀγωνιζόμενος τοῖς τῆς πίστεως ἄθλοις. Καὶ γὰρ καὶ ἀσκήσει πολλῇ καὶ συντονωτέρᾳ ἐκέχρητο· ἐνήστευε γὰρ ἀεὶ, τὸ δὲ ἔνδυμα εἶχεν ἔνδον μὲν τρίχινον, ἐπάνω δὲ δερμάτινον, ὃ καὶ ἕως τελευτῆς τετήρηκε, μήτε σῶμα διὰ ῥύπον ὕδατι λούσας, μήθ' ὅλως τοὺς πόδας ἀπονίψας, ἢ κἂν ἁπλῶς εἰς ὕδωρ αὐτοὺς χωρὶς ἀνάγκης ἀνασχόμενος ἐμβαλεῖν· ἀλλ' οὐδὲ γυμνω θέντα τις αὐτὸν ἑώρακεν, οὐδὲ ὅλως τὸ σῶμά τις εἶ δε Ἀντωνίου γυμνὸν, εἰ μὴ ὅτε τελευτήσας ἐθάπτετο. Ἀναχωροῦντι τοίνυν αὐτῷ, καὶ προθεμένῳ ποιῆσαι χρόνον, ὥστε μήτε αὐτὸν προϊέναι, μήτε τι νὰ δέξασθαι, Μαρτινιανός τις ἄρχων στρατιω τῶν, ἐλθὼν, ἐγίνετο δι' ὄχλου τῷ Ἀντωνίῳ· εἶχε γὰρ 26.913 ὑπὸ δαίμονος ἐνοχλουμένην τὴν θυγατέρα· ὡς δὲ ἐπὶ πολὺ διέμενε κόπτων τὴν θύραν καὶ ἀξιῶν ἐλθεῖν αὐ τὸν, καὶ εὔξασθαι τῷ Θεῷ διὰ τὴν παῖδα· ἀνοῖξαι μὲν οὐκ ἠνέσχετο, παρακύψας δὲ ἄνωθεν, εἶπεν· Ἄνθρω πε, τί μου κατακράζεις; ἄνθρωπός εἰμι κἀγὼ ὥσπερ καὶ σύ. Εἰ δὲ πιστεύεις τῷ Χριστῷ, ᾧ λατρεύω, ὕπαγε, καὶ ὡς πιστεύεις εὖξαι τῷ Θεῷ, καὶ γίνεται. Εὐθὺς οὖν ἐκεῖνος πιστεύσας, καὶ ἐπικαλεσάμενος τὸν Χριστὸν, ἀπῆλθεν, ἔχων τὴν θυγατέρα καθαρι σθεῖσαν ἀπὸ τοῦ δαίμονος. Πολλὰ δὲ καὶ ἄλλα δι' αὐ τοῦ πεποίηκεν ὁ Κύριος, ὁ λέγων· Αἰτεῖτε, καὶ δο θήσεται ὑμῖν. Πλεῖστοι γὰρ τῶν πασχόντων, μὴ ἀνοίγοντος αὐτοῦ τὴν θύραν, μόνον ἐκάθευδον ἔξω τοῦ μοναστηρίου, καὶ πιστεύοντες καὶ εὐχόμενοι γνη σίως, ἐκαθαρίζοντο. Ὡς δὲ εἶδεν ἑαυτὸν ὀχλούμενον ὑπὸ πολλῶν καὶ μὴ ἀφιέμενον κατὰ γνώμην ἀναχωρεῖν, ὡς βού λεται· εὐλαβηθεὶς μὴ ἐξ ὧν ὁ Κύριος ποιεῖ δι' αὐτοῦ, ἢ αὐτὸς ἐπαρθῇ, ἢ ἄλλος τις ὑπὲρ ὅ ἐστι λογίσηται περὶ αὐτοῦ, ἐσκέψατο καὶ ὥρμησεν ἀνελθεῖν εἰς τὴν ἄνω Θηβαΐδα πρὸς τοὺς ἀγνοοῦντας αὐτόν. Καὶ δὴ παρὰ τῶν ἀδελφῶν δεξάμενος ἄρτους, ἐκάθητο παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ, σκοπῶν εἰ ἄρα παρέλθοι πλοῖον, ἵνα ἐμβὰς ἀνέλθῃ μετ' αὐτῶν. Ταῦτα δὲ αὐ τοῦ σκεπτομένου, φωνή τις ἄνωθεν γέγονε πρὸς αὐ τόν· Ἀντώνιε, ποῦ πορεύῃ, καὶ διὰ τί; Ὁ δὲ μὴ ταραχθεὶς, ἀλλ' ὡς εἰωθὼς καλεῖσθαι πολλάκις οὕτως, ἐπακούσας, ἀπεκρίνατο, λέγων· Ἐπειδὴ οὐκ ἐπιτρέ πουσί μοι ἠρεμεῖν οἱ ὄχλοι, διὰ τοῦτο βούλομαι ἀνελ θεῖν εἰς τὴν ἄνω Θηβαΐδα, διὰ τὰς πολλὰς τῶν ὧδέ μοι γινομένας ἐνοχλήσεις, καὶ μάλιστα διὰ τὸ ἀπαιτεῖσθαί με παρ' αὐτῶν τὰ ὑπὲρ τὴν ἐμὴν δύνα μιν. Ἡ δὲ πρὸς αὐτὸν ἔφη· Κἂν εἰς τὴν Θηβαΐδα ἀνέλθῃς, κἂν, ὡς ἐνθυμῇ, κατέλθῃς εἰς τὰ βουκόλια, πλείω καὶ διπλασίονα τὸν κάματον ἔχεις ὑπομένειν. Εἰ δὲ θέλεις ὄντως ἠρεμεῖν, ἄνελθε νῦν εἰς τὴν ἐνδο 26.916 τέραν ἔρημον. Τοῦ δὲ Ἀντωνίου λέγοντος· Καὶ τίς δείξει μοι τὴν ὁδόν; ἄπειρος γάρ εἰμι ταύτης· εὐθὺς ἔδειξεν αὐτῷ Σαρακηνοὺς μέλλοντας ὁδεύειν τὴν ὁδὸν ἐκείνην. Προσελθὼν τοίνυν, καὶ ἐγγίσας αὐ τοῖς ὁ Ἀντώνιος, ἠξίου σὺν αὐτοῖς εἰς τὴν ἔρημον ἀπελθεῖν. Οἱ δὲ, ὥσπερ ἐξ ἐπιτάγματος τῆς Προνοίας, προθύμως αὐτὸν ἐδέξαντο· καὶ ὁδεύσας τρεῖς ἡμέ ρας καὶ τρεῖς νύκτας μετ' αὐτῶν, ἦλθεν εἰς ὄρος ὑψη λὸν λίαν· καὶ ὕδωρ μὲν ἦν ὑπὸ τὸ ὄρος διειδέστατον, γλυκὺ, καὶ μάλα ψυχρόν. Πεδιὰς δὲ ἔξωθεν,
19