Vita sanctae Syncleticae

 πρώτην ἡλικίαν· τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δε λεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κο σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ' αὐτῆς τῆς κόρης το

 ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦ τον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω

 σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας ἐκφύ

 σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό· Εὖ, δοῦλε ἀ

 τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύ ματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐ τὴν τελευτᾷ. Ἡ οὖν σωτ

 πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθή σεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις 28.1504 ἐμφωλεύει, τὸ

 κρατήρων ηὐφραίνοντο. Ἦν δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μα καρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ ἐβούλετο, καὶ μία τῶν συνελθο

 ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑπο ζύγια φθεῖραι; ἀλλ' οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις ἅψασθαι; ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον. Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχ

 ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλά τυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γρ

 τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν; ∆εῖ οὖν κατ' αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν ε

 καὶ δι' αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πει ρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πο λεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ την

 τίθησιν. Ἐμ βάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτη σάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν. Τὰς οὖν

 ἀῤῥαγοῦς σεαυτῷ παράστησον. Σφιγγέτω σου καὶ συνεχέτω σου τὰς ἀρετὰς αὕτη ἡ καλλίστη τῶν ἁπασῶν ἀρετῶν, ἡ ταπεινοφροσύνη. Ὁρᾷς καὶ τὴν τῶν ἁγίων τριῶν

 μὲν ὀργίζεσθαι ὡς ἐν κακοῖς ἔλαττον· ἡ δὲ μνησικακία πάντων ἐστὶ βαρυτέρα. Ὁ γὰρ θυ μὸς ὥσπερ καπνὸς πρὸς ὀλίγον θολώσας τὴν ψυχὴν διαλύεται· ἡ δὲ μνη

 Τινὲς μὲν γὰρ, θεασάμενοι μαστιζόμενον ἢ φυλακιζόμενον, ἀμαθῶς τὴν κοσμικὴν ἐκείνην παροιμίαν ἔφασαν, τὴν λέγουσαν, ὡς Ὁ στρώσας κακῶς ταλαιπωρήσει ἐν

 ἀνεξικακία, καὶ τὸ τέλειον ἀγαθὸν, ἡ ἀκτημο σύνη. Οὐκ ἐνδέχεται γάρ τινα ταύτης τῆς ἀρετῆς, λέγω δὴ τῆς ἀγάπης, ἐφικέσθαι, εἰ μὴ ἐκ τῆς ἀκτη μοσύνης·

 βελτίονας, ὅσοι μάλιστα δεξιᾶς τετυχήκασι προαιρέσεως, ἑαυτῷ παρέστησεν εἰς λειτουργίαν. Οὗτοι πάντων τῶν γηΐνων πραγμά των τυγχάνουσιν ἀλλότριοι· τῆς

 Θεὸν γὰρ ἀρχὴν πάντων τίθεται τῶν γενομέ νων καὶ γινομένων ἀγαθῶν· καὶ δευτέραν τὴν οἰκείαν γνώμην ἡγεμόνα καὶ κριτὴν καθίστησιν ἀρετῆς τε καὶ κακίας.

 ἀνθρώπῳ αἱ ὁδοὶ αὐ τοῦ, πάλιν ὁμοίως προσφέρουσιν εἰς τὴν ἰδίαν κατα στροφήν· ὁδοὺς γὰρ μὴ ἔχοντες, ἐξιχνιάσαι βούλονται. Ὁδὸν οὐκ ἔχει πλεονεξία, γασ

 γὰρ ἔχει παγίδας, καὶ δεινός ἐστι θηρευτής· καὶ τοῖς μὲν βραχυτάτοις στρουθίοις μικρὰ τίθησι σκάνδαλα· τοῖς δὲ μεγάλοις ὀρνέοις ἰσχυροὺς εὐτρεπίζει το

 δὲ τὸν Θεὸν καλέσωμεν ἑαυτῶν. Ζήσωμεν ἐνταῦθα σωφρό νως, ἵνα τῆς αἰωνίου ζωῆς τύχωμεν. Ὥσπερ γὰρ τὰ ἐν μήτρᾳ βρέφη, τελειωθέντα ἐξ ἐλάττονος τροφῆς τε

 πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ ὧν πᾶσα κακία κατάγεται· ἐπι

 τὰ γὰρ τῆς ἀπλη στίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν; 28.1549 εὐχαριστήσωμεν τὴν ματαίαν ἀκ

 ἀγῶνα τὴν γενναιοτάτην παρ θένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, β

 οὖν μέγιστα τῶν ἐν ἀνθρώποις κα λῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δο κοῦντα σμικρὰ τυγχάνειν δι' ἑαυτῶν ἀποσοβεῖν δεδι δάγμεθα. Ὁ οὖν τῷ

 σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύφλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς

 Τούτοις κέχρηνται ἐκβεβλημένοι ὑπὸ τοῦ Θεοῦ, διὰ τὸ μὴ καθαρὰν, ἀλλὰ μεμιγμένην ἔχειν τινὰ λατρείαν, οὔτε τῷ νόμῳ Μωσέως, οὔτε τοῖς ἔθεσι τοῖς 28.1568

Θεὸν γὰρ ἀρχὴν πάντων τίθεται τῶν γενομέ νων καὶ γινομένων ἀγαθῶν· καὶ δευτέραν τὴν οἰκείαν γνώμην ἡγεμόνα καὶ κριτὴν καθίστησιν ἀρετῆς τε καὶ κακίας. Ὅσοι δὲ ἐξ ἀβουλίας τὰ ἐκ ῥᾳθυμίας πεπόν θασιν, εὐθὺς ἐκείνῳ τῷ δαιμονίῳ προσέρχονται. Ὥσπερ γὰρ παῖδες λειποτακτοῦντες καὶ μὴ φέροντες τὴν τῶν γονέων πρὸς ὠφέλειαν παίδευσιν, ἀποφοι τῶντες, τοὺς ἐρήμους καταλαμβάνουσι τόπους, καὶ ἀγρίοις καὶ μαρμαρώδεσι συνάπτονται δαίμοσιν· αἰδούμενοι γὰρ τὴν γνώμην τὴν αἰτίαν τιθέναι τῶν παρ' αὐτοῖς πραττομένων, συκοφαντοῦσι τὰ μὴ παρόντα. Ἔτι γε μὴν καὶ τοῦ θείου ἑαυτοὺς ἀπωσάμενοι, ἐκ τῆς γενέσεως αὐτοῖς φάσκουσι τὰ καθ' ἡδονὴν προσ γίνεσθαι. Πορνεύοντες γὰρ καὶ κλέπτοντες, φιλαρ γυρίαν τε νοσοῦντες καὶ δολοφροσύνην, αἰδούμενοι τὰς σφῶν αὐτῶν πράξεις, ἐξέκλιναν ἀπὸ τῆς ἀληθείας. Τὸ γὰρ τέλος αὐτῶν τοῦ σκοποῦ ἡ ὀλεθροφόρος αὐτοῖς ἐστιν ἀπόγνωσις. Ἀνάγκη γὰρ ἐκ τούτων τῶν λογισμῶν ἀναιρεῖσθαι παρ' αὐτῶν τὸν Θεὸν, καὶ προσέτι τὴν κρίσιν. Φησὶ γὰρ, ὡς Εἰ τοῦτό μοι κέκριται, πορ νεύειν ἢ πλεονεκτεῖν, περιττὴ ἡ κρίσις. Ἡ μὲν γὰρ δικαία τιμωρία ἑκουσίων ἐστὶ πταισμάτων· ἡ δὲ ὡς ἔκ τινος ἀρχῆς ἀκουσία πρᾶξις ἀναίτιον ποιεῖται τὸν δράσαντα· καὶ ἐκ τούτου ἀναιρεῖται μὲν ἡ κρίσις. Πῶς δὲ καὶ τὸ θεῖον παρ' αὐτοῖς ἐκβάλλεται, ἀκουστέον. Φήσουσι γὰρ αὐτὸ ἢ πρῶτον, ἢ δεύτερον, ἢ ἀεὶ συνὸν τῇ αὐτῶν ματαιότητι. Εἰ μὲν οὖν πρω τεύειν εἴπωσι τὸν Θεὸν, ἀνάγκῃ ἀκολουθήσει πάντα δι' αὐτοῦ γεγενῆσθαι· καὶ γὰρ αὐτὸς ἐν πᾶσιν· οὐκ οῦν αὐτὸς τῆς εἱμαρμένης κύριος. Εἰ δὲ πλεο νέκτης, ἢ πορνοκόπος ἐκ τῆς γενέσεως, ἀναγκαῖον διὰ μέσου τῆς γενέσεως τὸν Θεὸν αἴτιον τῆς κακίας ὑπάρχειν· ὅπερ ἄτοπον. Εἰ δὲ δεύτερον αὐτὸ πάλιν φήσουσιν, εἰκὸς αὐτὸ ὑπόδουλον γενέσθαι τῷ πρώτῳ· καὶ ὅπερ βούλεται τὸ ἡγούμενον, τούτῳ ἀναγκαίως ἀκολουθήσει τὸ ἑπόμενον· καὶ πάλιν τῶν κακῶν παρ' αὐτοῖς αἴτιος ὁ Θεός· ὅπερ ἀθέμιτον. Εἰ δὲ καὶ συναΐδιον αὐτὸ ἐθέλουσιν εἶναι, πάντως μάχην πρὸς ἑαυτὰ κινήσουσιν ἐναντίας ἔχοντα φύσεις. Ἐκ τούτων οὖν τῶν λογισμῶν, ὡς ἐν κεφαλαίῳ ἀνῄρηται αὐτῶν ἡ ματαία ὑπόνοια. Περὶ τούτων εἴρηκεν ἡ Γραφὴ, ὥς φησιν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ 28.1537 ἔστι Θεός· καὶ, Εἰς τὸ ὕψος ἐλάλησαν ἀνομίαν. Καὶ προφασίζονται δὲ ἑαυτοῖς προφάσεις ἐν ἁμαρτίαις. Ἀκρωτηριάζουσι γὰρ τὰς Γραφὰς, τυ φλώττοντες, ἐξ αὐτῶν τὴν κακοφροσύνην αὐτῶν πλη ροφορεῖν βουλόμενοι. Καὶ πρῶτον μὲν ἐκ τοῦ Εὐαγ γελίου τὸν ἑαυτῶν ἰὸν ἐξεμεῖν πειρώμενοι, ἐκβιάζον ται· φησὶ γὰρ, ὡς Τοῦ δὲ Χριστοῦ ἡ γένεσις οὕτως ἦν. Τὴν γέννησιν γὰρ αὐτοῦ γένεσιν ἡ θεία Γραφὴ ὠνόμασεν. Ἔτι γε μὴν καὶ τὸ πρὸς ἀνθρώπους αὐτὸν οἰκονομικῶς γενέσθαι ἀκολούθως γένεσις ὠνόμασται. Εἰ δὲ καὶ περὶ τοῦ ἀστέρος τι ψευδολογοῦσι, κἀκεῖ πάλιν τὴν ἔνδοξον αὐτοῦ παρουσίαν μανθανέτωσαν. Εἷς ἡμῖν ἀστὴρ φωτεινότατος κήρυξ γέγονε τῆς ἀλη θείας· ἡ δὲ ἐκείνων ματαία γνώμη πολλοὺς παρεισ φέρει εἰς θήραν ἀνθρωπίνης γενέσεως. Καὶ ἐκ τούτου δέδεικται, ὡς πανταχοῦ ἑαυτῇ ἀντίκειται ἡ κακία. Καὶ τὸν Ἡσαΐαν δὲ εἰς μαρτυρίαν τῆς ἑαυτῶν ἀνοίας καλοῦσι. Φάσκουσι γὰρ αὐτὸν εἰρηκέναι τό· Κύριος ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Ἡ μὲν οὖν εἰρήνη παρὰ πᾶσιν ὡμολόγηται ὡς Θεοῦ ἔργον τυγχάνουσα· ἡ δὲ κακία παρ' αὐτοῖς μὲν ἀλη θῶς πολιτεύεται, κακία τῆς ψυχῆς ὑπάρχουσα· παρὰ δὲ ἡμῖν ἡ ἐκ τοῦ Θεοῦ γενηθεῖσα κακία ὠφελιμωτάτη ἐστί. Πρὸς γὰρ σωτηρίαν ψυχῆς καὶ παιδείαν σωμά των γίνονται λιμοὶ καὶ ἀνομβρίαι, νόσοι τε καὶ πενίαι, καὶ ἄλλαι τινὲς περιστάσεις. Τὰ γὰρ σωτήρια φάρμακα, ἃ ἐκεῖνοι κακίαν ψυχῆς καὶ κακὰ οὐκ ἀληθῶς ὑπενόη σαν, ταῦτα πρὸς ἐπιστροφὴν ἡμῖν παρὰ τοῦ κρείττονος προσφέρεται· Τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει ὁ πατήρ; Ἔτι δὲ καὶ τὸ, Οὐκ ἐν

19