19
τῶν ὑπὲρ θεοῦ εἰρημένων ἐν ταῖς γραφαῖς παραλιπόντες, τὰ κατ' αὐτοῦ εἰρημένα περιβλεπόμενοι χαίροντες φέρουσιν, καὶ οὕτως οἱ ἀκροαταί, ἀγνοίας αἰτίᾳ τὰ κατὰ τοῦ θεοῦ πιστεύσαντες, τῆς αὐτοῦ βασιλείας ἀπό- βλητοι γίνονται. διὸ σύ, προφάσει ὑπερθέσεως τὸ μυστήριον τῶν γραφῶν μαθών, κερδήσας εἰς θεὸν μὴ ἁμαρτάνειν ἀπαραβλήτως χαρήσῃ. Κἀγὼ Κλήμης ἀκούσας ἔφην· Ἀληθῶς χαίρω καὶ χάριν ὁμολογῶ τῷ κατὰ πάντα εὐεργέτῃ θεῷ· πλὴν αὐτὸς οἶδεν ὅτι ἄλλο τι φρο- νεῖν οὐ δυνήσομαι ἢ τὰ πάντα ὑπὲρ θεοῦ φρονεῖν. ὅθεν μή με ὑπο- λάβῃς ὡς ἀμφιβάλλοντα τοῖς ὑπὸ σοῦ ·ηθεῖσιν ἢ καὶ ·ηθησομένοις πυνθάνεσθαι, ἀλλ' ἵνα μαθὼν καὶ αὐτὸς ἄλλον εὐγνωμόνως μαθεῖν θέ- λοντα διδάξαι δυνηθῶ. διὸ λέγε μοι τίνα ἐστὶν τὰ προσκείμενα ψευδῆ ταῖς γραφαῖς καὶ πῶς ὅτι ὄντως ψευδῆ τυγχάνει. καὶ ὁ Πέτρος ἀπεκρί- νατο· Καὶ εἰ μή μου ἐπύθου, ἐγὼ τῇ τάξει διεξιὼν τῶν λόγων παρεῖχον <ἂν> τὴν ἀπόδειξιν, ἣν ὑπεσχόμην. πλὴν ἄκουσον πῶς αὐτοῦ πολλὰ κατα- ψεύδονται αἱ γραφαί, ὡς εἴσῃ ἐντυγχάνων αὐταῖς· παραδείγματος δὲ ἕνεκα τὰ ·ηθησόμενα αὐτάρκως ἕξει. οὐκ οἶμαι δέ, ὦ φίλε Κλήμης, εἰ δυνήσεταί τις, κἂν βραχεῖάν τινα πρὸς θεὸν στοργὴν καὶ εὐγνωμοσύ- νην ἀποσσζων, παραδέξασθαι ἢ κἂν ἀκοῦσαι τὰ κατ' αὐτοῦ λεγόμενα. πῶς δὲ ἔστιν αὐτόν τινα μοναρχικὴν ψυχὴν ἔχειν καὶ ὅσιον γενέσθαι, προειληφότα ὅτι πολλοί εἰσιν θεοὶ καὶ οὐχ εἷς; εἰ δὲ καὶ εἷς, ἐν πολλοῖς ἀτοπήμασιν εὑρίσκων αὐτόν, τίς ὅσιος σπουδάσει γενέσθαι, τὴν τῶν ὅλων ἀρχὴν διὰ τὰ ἴδια τῆς φύσεως ἀτοπήματα ἐλπίσας μὴ ἐπέρχεσθαι τὰ ἄλλων ἀδικήματα; διὸ ἀπείη πιστεύειν ὅτι ὁ τῶν ὅλων δεσπότης, «ὃς οὐρανὸν ἔκτισε καὶ γῆν» καὶ πάντα τὰ ἐν αὐτοῖς, ἑτέροις συνάρχει ἢ ὅτι ψεύδε ται (εἰ γὰρ ψεύδεται, καὶ τίς ἀληθεύει;) ἢ ὅτι «πειράζει» ὡς ἀγνοῶν (καὶ τίς προγινώσκει;). εἰ δὲ «ἐνθυμεῖται» καὶ «μεταμελεῖται», καὶ τίς νῷ τέλειος καὶ γνώμῃ ἔμμονος; εἰ δὲ «ζηλοῖ», καὶ τίς ἀσύγκριτος; εἰ δὲ «σκληρύνει καρδίας», καὶ τίς σοφίζει; εἰ δὲ τυφλοῖ καὶ κωφοῖ, καὶ τίς δέ- δωκεν ὁρᾶν καὶ ἀκούειν; εἰ δὲ ἀποστερεῖν συμβουλεύει, καὶ τίς δικαιο- σύνην νομιτεύει; εἰ δὲ «ἐνπαίζει», καὶ τίς εἰλικρινής; εἰ δὲ ἀδυνατεῖ, καὶ τίς πάντα δύναται; εἰ δὲ ἀδικεῖ, καὶ τίς δίκαιος; εἰ δὲ «κακὰ κτίζει», καὶ τίς ἀγαθὰ πράξει; [εἰ δὲ κακὰ ποιεῖ, καὶ τίς ἀγαθά;] εἰ δὲ «τὸ πῖον ὄρος» ἐπιθυμεῖ, καὶ τίνος τὰ πάντα; εἰ ψεύδεται, καὶ τίς ἀληθεύει; εἰ ἐν σκηνῇ οἰκεῖ, καὶ τίς ἀχώρητος; εἰ δὲ ὀρέγεται κνίσης καὶ θυσιῶν καὶ θυμάτων καὶ προσχύσεων, καὶ τίς ἀπροσδεὴς καὶ τίς ἅγιος καὶ τίς καθαρὸς καὶ τίς τέλειος; εἰ λύχνοις καὶ λυχνίαις τέρπεται, καὶ τίς τοὺς φωστῆρας ἔταξεν ἐν οὐρανῷ; εἰ ἐν γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ καὶ καπνῷ σύνεστιν, καὶ τίς φῶς ὢν φωτίζει τὸν μέγιστον αἰῶνα; εἰ διὰ σαλπίγγων καὶ ὀλολυγμῶν καὶ βολίδων καὶ τοξευ- μάτων προσέρχεται, καὶ τίς ἡ τῶν ὅλων προσδόκιμος γαλήνη; εἰ πολέμους αὐτὸς ἀγαπᾷ, καὶ τίς εἰρήνην θέλει; εἰ «τὰ κακὰ» αὐτὸς «κτίζει», καὶ τίς ἀγαθὰ δημιουργεῖ; εἰ ἄστοργος αὐτός, καὶ τίς φιλάν- θρωπος; εἰ αὐτὸς πιστὸς οὐκ ἔστιν περὶ ὧν ὑπισχνεῖται, καὶ τίς πιστευ- θήσεται; εἰ αὐτὸς πονηροὺς καὶ μοιχοὺς καὶ φονεῖς ἀγαπᾷ, καὶ τίς ἔσται