1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

19

Βέρτα κατὰ τὸ ὄνομα τῆς μάμμης αὐτῆς, ἤγουν τῆς μεγάλης Βέρτας, ἥτις μετὰ θάνατον τοῦ Ἀδελβέρτου, ἀνδρὸς αὐτῆς, ἐβασίλευσεν ἔτη ***, μετωνομάσθη δὲ Εὐδοκία κατὰ τὸ ὄνομα τῆς τε μάμμης καὶ ἀδελφῆς Κωνσταντίνου, τοῦ φιλοχρίστου δεσπότου. 27 Περὶ τοῦ θέματος Λαγουβαρδίας καὶ τῶν ἐν αὐτῇ πριγκιπάτων καὶ ἀρχοντιῶν. Ἰστέον, ὅτι ἐν τοῖς παλαιοῖς χρόνοις κατεκρατεῖτο ἡ πᾶσα ἐξουσία Ἰταλίας, ἥ τε Νεάπολις καὶ Κάπυα καὶ ἡ Βενεβενδός, τό τε Σαλερινὸν καὶ ἡ Ἀμάλφη καὶ Γαϊτὴ καὶ πᾶσα ἡ Λαγουβαρδία παρὰ τῶν Ῥωμαίων, δηλονότι βασιλευομένης τῆς Ῥώμης. Μετὰ δὲ τὸ ἀνελθεῖν τὸ βασίλειον ἐν Κωνσταντινουπόλει διεμερίσθησαν ταῦτα πάντα εἰς ἀρχὰς δύο, ἐξ οὗ καὶ παρὰ τοῦ βασιλεύοντος ἐν Κωνσταντινουπόλει ἀπεστέλλοντο πατρίκιοι δύο· καὶ ὁ μὲν εἷς πατρίκιος ἐκράτει τὴν Σικελίαν καὶ τὴν Καλαβρίαν καὶ τὴν Νεάπολιν καὶ Ἀμάλφην, ὁ δὲ ἕτερος πατρίκιος ἐκαθέζετο εἰς Βενεβενδόν, καὶ ἐκράτει τὴν Πάπιαν καὶ τὴν Κάπυαν καὶ τὰ λοιπὰ πάντα. Καὶ ἐτέλουν κατ' ἔτος τῷ βασιλεῖ τὰ νενομισμένα τῷ δημοσίῳ. Αὗται δὲ πᾶσαι αἱ προρρηθεῖσαι χῶραι κατῳκοῦντο παρὰ τῶν Ῥωμαίων. Ἐν δὲ τοῖς καιροῖς Εἰρήνης τῆς βασιλίδος ἀποσταλεὶς ὁ πατρίκιος Ναρσῆς ἐκράτει τὴν Βενεβενδὸν καὶ τὴν Πάπιαν· καὶ Ζαχαρίας, ὁ πάπας Ἀθηναῖος, ἐκράτει τὴν Ῥώμην. Συνέβη δὲ πολέμους γενέσθαι εἰς τὰ τῆς Παπίας μέρη, καὶ ἐξωδίασεν ὁ πατρίκιος Ναρσῆς εἰς τὸν στρατὸν τὰ εἰσκομιζόμενα πάκτα τῷ δημοσίῳ, καὶ οὐκ ἀπεστάλη ἡ κατὰ τύπον εἰσκομιδὴ παρ' αὐτοῦ. Ὁ δὲ Ναρσῆς ἀντεμήνυσεν, ὅτι· "Ἀπὸ τῶν αὐτόθι μᾶλλον ἐλπίζω ἀποσταλῆναί μοι χρήματα, ἐπειδὴ πᾶσαν τὴν ἀπὸ τῶν ὧδε εἰσκομιζομένην εἰσκομιδὴν εἰς τοὺς ἀνακύψαντας πολέμους κατηνάλωσα, καὶ μᾶλλον ὑμεῖς ἀπὸ τῶν ὧδε ἐπιζητεῖτε εἰσκομιδάς." Ταῦτα ἀκούσασα ἡ βασίλισσα Εἰρήνη καὶ ὀργισθεῖσα, ἀπέστειλεν αὐτῷ ἄτρακτον καὶ ἠλακάτην, γράψασα πρὸς αὐτόν, ὅτι· "Λάβε ταῦτα, ἃ καὶ ἁρμόζει σοι· νήθειν σε γὰρ μᾶλλον ἐκρίναμεν δίκαιον, ἢ μετὰ ὅπλων ὡς ἄνδρα διεκδικεῖν καὶ διευθύνειν καὶ ὑπερπολεμεῖν Ῥωμαίων." Ταῦτα ἀκούσας ὁ πατρίκιος Ναρσῆς ἀντέγραψε πρὸς τὴν βασιλίδα, ὅτι· "Ἐπεὶ οὕτως παρ' ὑμῖν ἐνομίσθην νήθειν καὶ κλώθειν, καθάπερ γυνή, κλῶσαι ἔχω νήματα μετὰ τῆς ἀτράκτου καὶ ἠλακάτης, ἵνα, μέχρις ἂν ζῶσιν οἱ Ῥωμαῖοι, μὴ δυνηθῶσιν ἐξυφᾶναι ταῦτα." Οἱ δὲ Λαγούβαρδοι τῷ τότε καιρῷ κατῴκουν εἰς Παννονίαν, ἔνθα ἀρτίως οἰκοῦσιν οἱ Τοῦρκοι. Καὶ ἀποστείλας ὁ πατρίκιος Ναρσῆς πρὸς αὐτοὺς ὀπώρας παντοίας, ἐδηλοποίησεν αὐτοῖς, ὅτι· "∆εῦτε ἐνταῦθα καὶ θεάσασθε γῆν ῥέουσαν κατὰ τὸ εἰρημένον μέλι καὶ γάλα, ἧς, ὡς οἶμαι, ὁ Θεὸς κρείττονα οὐκ ἔχει· καὶ εἰ ἔστιν ὑμῖν ἀρεστόν, κατοικήσατε ἐν αὐτῇ, ὅπως εἰς αἰῶνας αἰώνων μακαρίζητέ με". Ταῦτα δὲ ἀκούσαντες οἱ Λαγούβαρδοι καὶ πεισθέντες, ἀναλαβόμενοι τὰς φαμιλίας αὐτῶν, ἦλθον εἰς Βενεβενδόν. Οἱ δὲ τοῦ κάστρου Βενεβενδοῦ οὐκ εἴασαν αὐτοὺς ἔνδον τοῦ κάστρου εἰσελθεῖν, ᾤκησαν δὲ ἔξωθεν τοῦ κάστρου πλησίον τοῦ τείχους εἰς τὸν ποταμόν, οἰκοδομήσαντες ἐκεῖσε κάστρον μικρόν, ἐξ οὗ καὶ ὀνομάζεται Τζιβιτανόβα, τουτέστιν νεόκαστρον, ὃ καὶ μέχρι τῆς σήμερον συνίσταται. Εἰσήρχοντο δὲ καὶ ἔνδοθεν τοῦ κάστρου καὶ ἐν τῇ ἐκκλησίᾳ, καὶ διὰ μηχανῆς κυριεύσαντες τοὺς οἰκήτορας τοῦ κάστρου Βενεβενδοῦ, ἀνεῖλον πάντας καὶ κατέσχον τὸ κάστρον. Ἔσωθεν γὰρ τῶν ῥάβδων αὐτῶν σπαθία βαστάζοντες καὶ ἐν τῇ ἐκκλησίᾳ ὑπότροπον ποιήσαντες ἐπὶ τὸ αὐτὸ μάχην, πάντας, ὡς εἴρηται, ἀπέκτειναν. Καὶ ἔκτοτε ἐκστρατεύσαν τες πᾶσαν τὴν γῆν ἐκείνην ὑπέταξαν τοῦ τε θέματος Λαγουβαρδίας καὶ Καλαβρίας καὶ ἕως Παπίας ἄνευ τῆς Ὑδρεντοῦ καὶ Καλλιπόλεως καὶ τοῦ Ῥουσιάνου καὶ τῆς Νεαπόλεως καὶ τῆς Γαϊτῆς καὶ Συρεντοῦ καὶ Ἀμάλφης. Πρῶτον δὲ κάστρον ὑπῆρχεν ἀρχαῖον καὶ μέγα ἡ Κάπυα, δεύτερον ἡ Νεάπολις, τρίτον ἡ Βενεβενδός, τέταρτον ἡ Γαϊτή, πέμπτον ἡ Ἀμάλφη. Τὸ δὲ Σαλερινὸν ᾠκίσθη ἐπὶ τοῦ Σικάρδου, ὅτε διεμέρισαν οἱ Λαγούβαρδοι τὰ πριγκιπᾶτα. Εἰσὶ δὲ μέχρι τῆς σήμερον, ἥτις ἐστὶν ἰνδικτιὼν ζʹ, ἔτη ἀπὸ κτίσεως κόσμου υνζʹ, ἀφ' οὗ ἐμερίσθη ἡ