19
ἐξομολογήσεταί σοι;» ∆εῖ οὖν ἕτοιμον εἶναι ἐν ἀγαθοῖς, ἵνα ἄνευ λύπης τὴν ὁδὸν ἐκείνην στειλώμεθα. ∆ιὸ καὶ παραινεῖ ὁ θεῖος λόγος διὰ Σολομῶντος τοῦ σοφοῦ λέγων σοι· «Ἑτοίμαζε εἰς τὴν ἔξοδον σου τὰ ἔργα σου», ἵνα μὴ ἐπιλείψῃ ἡμῖν τι τῶν καλῶν, ὥσπερ καὶ ταῖς πέντε ἐν τῷ Eὐαγγελίῳ παρθένοις διὰ μωρίαν ἐπέλειπεν τὸ τῆς εὐσεβείας ἔλαιον, καὶ ἀπεβλήθησαν τοῦ νυμφῶνος. ∆ιὰ τοῦτο ἀκίνδυνος μένει πᾶς ὁ φειδόμενος τῆς ἑαυτοῦ Ζωῆς καὶ μένων ἀναμάρτητος, ὅπως καὶ τὰς προγεγονυίας ὑπ' αὐτοῦ δικαιοσύνας αὐτῷ συντηρήσῃ. Σὺ οὖν οὕτως κρῖνε ὡς Θεῷ δικάζων· «Τοῦ γὰρ Κυρίου, φησίν, ἡ κρίσις.» Πρῶτον οὖν ἀπ' ἐξουσίας τὸν ἔνοχον καταδίκαζε· ἔπειτα μετὰ ἐλέους καὶ οἰκτιρμοῦ καὶ προσλήψεως οἰκειοῦ, ὑπισχνού μενος αὐτῷ σωτηρίαν, εἰ μετάθοιτο τοῦ τρόπου καὶ εἰς μετάνοιαν χωρήσει· μεταμελόμενον δὲ στύφων προσδέχου, μεμνημένος τοῦ Κυρίου εἰπόντος, ὅτι «Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι». Ἐὰν δὲ τὸν μετανοοῦντα μὴ προσδέξῃ, ἐπιβούλοις αὐτὸν ἔκδοτον παρέχεις, ἐπιλαθόμενος τοῦ ∆αυὶδ λέγοντος· «Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι.» ∆ιὸ καὶ παρορμῶν εἰς μετάνοιαν ὁ Ἱερεμίας λέγει. «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται ἢ ὁ ἀποστρέφων οὐκ ἐπι στρέφει; Τί ὄτι ἀπέστρεψεν ὁ λαός μου ἀποστροφὴν πονηρὰν καὶ ἀναιδῆ καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν; Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, καὶ ἐγὼ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.» ∆έξαι οὖν τὸν μετανοοῦντα, μὴ διστάζων ὅλως μηδὲ παρεμποδιζόμενος ὑπὸ τῶν ἀνηλεῶς λεγόντων μὴ δεῖν τοιούτοις συμμολύνεσθαι μήδε λόγου κοινωνεῖν· αἱ γὰρ τοιαῦται συμβουλίαι ἀγνοούντων εἰσὶν Θεὸν καὶ τὴν αὐτοῦ πρόνοιαν, ἀλόγων δὲ ἀγρίων καὶ θηρίων ἀμειλίκτων· οὐ γὰρ γὰρ γινώσκουσιν, ὅτι χρὴ φυλάσσεσθαι οὐ τὴν ἐν λόγῳ κοινωνίαν πρὸς τοὺς ἁμαρτάνοντας, ἀλλὰ τὴν ἐν τῷ ἔργῳ. «∆ικαιοσύνη γὰρ δικαίου ἐπ' αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ' αὐτὸν ἔσται.» Καὶ πάλιν· «Γῆ ἐὰν ἁμάρτῃ μοι ἀδίκημα ἀδικῆσαι, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ' αὐτὴν καὶ συντρίψω ἐπ' αὐτῆς στήριγμα ἄρτου καὶ ἐξαποστελῶ εἰς αὐτὴν λιμὸν καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος· κἂν ὦσιν οἱ τρεῖς ἄνδρες ἐν μέσῳ αὐτῆς, Νῶε καὶ Ἰὼβ καὶ ∆ανιήλ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σώσουσιν τὰς ψυχὰς αὐτῶν, λέγει Ἀδωναΐ Κύριος.» Σαφέστατα δεδήλωκεν ἡ γραφή, ὅτι συνὼν δίκαιος ἀδίκῳ οὐ συναπόλλυται μετ' αὐτοῦ. Ἐν γὰρ τῷ κόσμῳ