συνανεστράφη· καὶ τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ εἰς ἔργα αὐτοῦ· καὶ, ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· καὶ τὰ τοιαῦτα. Τὰ μὲν οὖν πρὸ τῆς ἑνώσεως, καὶ μετὰ τὴν ἕνωσιν ἐπ' αὐτοῦ λεχθήσεται· τὰ δὲ μετὰ τὴν ἕνωσιν, πρὸ τῆς ἑνώσεως οὐδαμῶς, εἰ μήτοιγε προφητικῶς, ὡς ἔφημεν.
ΚΕΦΑΛ. Κ∆ʹ.
Τῶν δὲ ἐν τῇ ἑνώσει, τρόποι εἰσὶ τρεῖς. Ὅτε μὲν γὰρ ἐκ τοῦ κρείττονος τὸν λόγον ποιούμεθα, θέωσιν τῆς σαρκὸς, καὶ λόγωσιν καὶ ὑπερύψωσιν λέγομεν, καὶ τὰ τοιαῦτα· τὸν προσγενόμενον τῇ σαρκὶ πλοῦτον ἐκ τῆς πρὸς τὸν ὕψιστον Θεὸν Λόγον ἑνώσεώς τε καὶ συμφυΐας ἐμφαίνοντες. Ὅτε δὲ ἀπὸ τοῦ ἐλάττονος, σάρκωσιν τοῦ Λόγου, ἐνανθρώπησιν, κένωσιν, πτωχείαν, ταπείνωσίν φαμεν. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐκ τῆς πρὸς τὸ ἀνθρώπινον κράσεως ἐπιλέγεται τῷ Λόγῳ τε καὶ Θεῷ. Ὅταν δὲ ἐξ ἀμφοῖν ἅμα, ἕνωσιν, κοινωνίαν, χρίσιν, συμφυΐαν, συμμόρφωσιν, καὶ τὰ τοιαῦτα φάσκομεν. ∆ιὰ τοῦτον οὖν τὸν τρίτον τρόπον οἱ προλελεγμένοι δύο τρόποι λέγονται. ∆ιὰ γὰρ τῆς ἑνώσεως δηλοῦται τί ἔσχεν ἑκάτερον ἐκ τῆς τοῦ συνυφεστῶτος αὐτῷ ἁρμογῆς καὶ περιχωρήσεως. ∆ιὰ γὰρ τὴν καθ' ὑπόστασιν ἕνωσιν, ἡ σὰρξ τεθεῶσθαι λέγεται, καὶ Θεὸς γενέσθαι, καὶ ὁμόθεος τῷ Λόγῳ, καὶ ὁ Θεὸς Λόγος σαρκωθῆναι, καὶ ἄνθρωπος γενέσθαι, καὶ κτίσμα λέγεσθαι, καὶ ἔσχατος καλεῖσθαι, οὐχ ὡς τῶν δύο φύσεων μεταβληθεισῶν εἰς μίαν φύσιν σύνθετον· ἀδύνατον γὰρ ἐν μιᾷ φύσει ἅμα τὰ ἐναντία φυσικὰ γενέσθαι· ἀλλ' ὡς τῶν δύο φύσεων καθ' ὑπόστασιν ἑνωθεισῶν, καὶ τὴν εἰς ἀλλήλας περιχώρησιν ἀσύγχυτον καὶ ἀμετάβλητον ἐχουσῶν. Ἡ δὲ περιχώρησις οὐκ ἐκ τῆς σαρκὸς, ἀλλ' ἐκ τῆς θεότητος γέγονεν. Ἀδύνατον γὰρ τὴν σάρκα περιχωρῆσαι διὰ τῆς θεότητος· ἀλλ' ἡ θεία φύσις ἅπαξ περιχωρήσασα διὰ τῆς σαρκὸς ἔδωκε καὶ τῇ σαρκὶ τὴν πρὸς αὐτὴν ἄῤῥητον περιχώρησιν, ἣν δὴ ἕνωσιν λέγομεν. Ἰστέον δὲ ὡς ἐπὶ τοῦ πρώτου καὶ δευτέρου τρόπου τοῦ ἐν τῇ ἑνώσει, τὸ ἀνάπαλιν θεωρεῖται. Ὅτε γὰρ περὶ τῆς σαρκὸς τὸν λόγον ποιούμεθα, θέωσιν καὶ λόγωσιν, καὶ ὑπερύψωσιν καὶ χρίσιν φαμέν. Ἀπὸ μὲν γὰρ τῆς θεότητος ταῦτα, περὶ δὲ τὴν σάρκα θεωρεῖται. Ὅτε δὲ περὶ τοῦ Λόγου, κένωσιν, σάρκωσιν, ἐνανθρώπησιν, ταπείνωσιν, καὶ τὰ τοιαῦτα, ἅτινά ἐστιν, ὡς ἔφημεν, ἐκ τῆς σαρκὸς, ἐπιλέγεται δὲ τῷ Λόγῳ καὶ Θεῷ. Αὐτὸς γὰρ ταῦτα ὑπέμεινεν ἐκών.
ΚΕΦΑΛ. ΚΕʹ.
Τῶν δὲ μετὰ τὴν ἕνωσιν τρόποι εἰσὶ τρεῖς. Πρῶτος ὁ τῆς θείας φύσεως δηλωτικὸς, ὡς τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ πάντα ὅσα πρὸ τῆς ἐνανθρωπήσεως αὐτῷ ἐπιλέγεται, ταῦτα καὶ μετὰ τὴν ἐνανθρώπησιν αὐτῷ ἐπιλεχθήσεται, πλὴν τοῦ μὴ εἰληφέναι σάρκα, καὶ τὰ ταύτης φυσικά. ∆εύτερος ὁ τῆς ἀνθρωπίνης, ὡς τὸ, Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὃς ἀλήθειαν ὑμῖν λελάληκα; καὶ τὸ, Οὕτω δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου· καὶ τὰ τοιαῦτα. Τρίτος τρόπος, ὁ τῆς μιᾶς ὑποστάσεως δηλωτικὸς, καὶ τοῦ συναμφοτέρου παραστατικὸς, οἷον τὸ, Ἐγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ, Ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι' ἐμέ· καὶ τὸ, Ὑπάγω πρὸς τὸν Πατέρα, καὶ οὐκ ἔτι θεωρεῖτέ με· καὶ τὸ, Οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· καὶ τὸ, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ· καὶ τὰ τοιαῦτα. 19