ἄνθρωπος. Οἳ δὲ τὴν οὕτω σεπτὴν καὶ τεθαυμασμένην οἰκονομίαν 745 ἀποφέροντες, οὐκ οἶδ' ὅπως, τοῦ Μονογενοῦς, ἄνθρωπον αὐτῷ συνάπτουσι σχετικῶς, τιμαῖς ταῖς θύραθεν ἐξωραϊσμένον, καὶ ἀλλοτρίᾳ δόξῃ λελαμπρυσμένον, καὶ οὐ Θεὸν ἀληθῶς, ἀλλὰ Θεοῦ κοινωνὸν καὶ μέτοχον, καὶ Υἱὸν ψευδώνυμον, καὶ Σωτῆρα σωζόμενον, καὶ λυτρούμενον Λυτρωτήν, καίτοι γεγραφότος ὡδὶ τοῦ μακαρίου Παύλου· Ἐπέφανε γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ ἐπιεικῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. {Β} Ναί, φασίν. Ἐπειδὴ γὰρ ὅλως ἠξιώθη συναφείας τῆς πρὸς τὸν Θεὸν Λόγον, μέγας καὶ αὐτὸς ὠνομάσθη Θεός, καίτοι γεγονὼς ἐκ σπέρματος τοῦ ∆αυείδ. {Α} Βαβαὶ τῆς ἀποπληξίας. Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν, κατὰ τὸ γεγραμμένον. Μεθιστᾶσι γάρ, ὡς ἔφην, τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν εἰς πᾶν τοὐναντίον, καὶ τὸ μὲν ἠξιῶσθαι λέγειν αὐτὸν εἴη ἂν ἕτερον οὐδὲν πλὴν ὅτι κοινὸν ἄνθρωπον ἀποφαίνειν καὶ εἰς ἑτερότητα τὴν εἰσάπαν ἀποτειχίζειν ἀβούλως, ὡς υἱῶν νοεῖσθαι δυάδα προσκυνητήν, ὧν ὁ μέν ἐστι φύσει καὶ ἀληθῶς, θάτερός γε μὴν εἰσποιητός τε καὶ νόθος, καὶ οὐδὲν ἔχων ὅ ἐστιν αὐτοῦ, ἵνα καὶ αὐτῷ λέγηται μεθ' ἡμῶν· Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Εἶτα ὅποι ποτὲ βαδιεῖται λέγων ὁ πάνσοφος Παῦλος· Ὁ τοῦ Θεοῦ γὰρ Υἱὸς Ἰησοῦς Χριστός, ὁ ἐν ὑμῖν κηρυχθεὶς δι' ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονε. Πῶς γὰρ οὐ γέγονε Ναὶ καὶ Οὒ εἰ Θεὸς εἶναι λέγεται καὶ οὔκ ἐστι Θεός, εἰ κατεψευσμένον ἐπ' αὐτοῦ τὸ Υἱὸς καὶ Κύριος; Ἔχοντι δὲ ὧδε, καθά φασιν αὐτοί, πρέποι ἄν, οἶμαί που, καὶ τὸ χρῆναι λέγειν· Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι. Τὸ γὰρ μὴ φύσει προσόν, ἀλλ' ἔξωθεν καὶ εἰσκεκριμένον καὶ παρ' ἑτέρου δοτόν, οὐχὶ τοῦ λαβόντος εἴη ἂν μᾶλλον, ἀλλὰ τοῦ νείμαντος καὶ χαρισαμένου. Πῶς δὲ καὶ ἔφασκεν· Ἐγώ εἰμι ἡ ἀλήθεια, εἰ μηδὲν ἀληθὲς ἐπ' αὐτοῦ; Κατελήφθη τάχα που καὶ ὑπὸ τῆς σκοτίας εἰ ψεύδεται. Ἀλλ' οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καθὰ γέγραπται. {Β} Οὐ γὰρ οὖν. {Α} Ποῦ δὲ ἡ κένωσις; Καὶ τίνος ἂν νοοῖτο γενέσθαι 746 λοιπόν; Οὐ γὰρ ἔστιν ἰδεῖν κεκενωμένον τινὰ μᾶλλον, ἀλλ' ἔκ γε τῶν ἐναντίων πληρούμενον, καίτοι τὸ πλῆρες οὐκ ἔχοντα κατ' ἰδίαν φύσιν. Οὐ γὰρ ἂν ἐδεήθη τῶν παρ' ἑτέρου, καὶ περιττὸν ἦν αὐτῷ τὸ λαβεῖν, οἴκοθεν ἔχοντι τὸ αὐτοτελές, καὶ τὸ πρὸς πᾶν ὁτιοῦν ἀποχρώντων ἔχον, ἀλλ' ἐκ πληρώματος τοῦ Χριστοῦ πάντες ἡμεῖς ἐλάβομεν, καὶ οὐκ ἂν διαψεύσαιτο τὸ τῶν θεηγόρων κήρυγμα. Πλήρης γὰρ ὁ Χριστός, καὶ δοτὸν αὐτῷ παντελῶς οὐδὲν καθὰ νοεῖται [καὶ ἔστι] Θεός, εἰ καὶ γέγονεν αὐτοῦ τὸ λαβεῖν διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον καὶ καθὸ πέφηνε καθ' ἡμᾶς, οἷς ἂν λέγοιτο καὶ μάλα ὀρθῶς Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; {Β} Ναί, φησίν. Εἷς ἐστι Χριστὸς καὶ Υἱὸς καὶ Κύριος, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, συναφθέντος αὐτῷ τοῦ ἐκ σπέρματος τοῦ ∆αυείδ. {Α} Ἀλλ' ὦ βέλτιστοι, φαίη τις ἂν αὐτοῖς, ὁ συνημμένον ἔχων ἕτερον εἷς οὐκ ἂν νοοῖτο, πόθεν; Ἀλλ' εἷς μεθ' ἑνός, ἢ γοῦν μεθ' ἑτέρου, δύο δὲ οὗτοι πάντη τε καὶ πάντως. Εἷς δ' ἂν νοοῖτο κατὰ ἀλήθειαν ὑπάρχειν Υἱὸς εἰ τὸν αὐτὸν εἶναί φαμεν ἐκ Θεοῦ μὲν θεϊκῶς γεννηθέντα Θεὸν Λόγον, παραδόξως δὲ ἄνθρωπον κατὰ σάρκα ἐκ γυναικός. Εἰ δὲ δὴ τὸν ἐκ σπέρματος τοῦ ∆αυεὶδ ἰδίᾳ τιθέντες καὶ διορίζοντες, τοῦ κατὰ ἀλήθειαν εἶναι Θεὸν καὶ Υἱὸν ἐκπέμπουσι, κοινωνὸν δὲ μᾶλλον υἱότητος καὶ μέτοχον δόξης ὀθνείας εἶναί φασιν, οὐ μάτην, ὡς οἶμαι, τὰς παρὰ τῶν Ἰουδαίων διαβολὰς ἐπ' αὐτῷ γενομένας εὑρήσομεν. Ἔφασκον γὰρ ὅτι Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Θεόν. {Β} Καὶ μὴν καὶ Θεὸν καὶ Υἱὸν ἀληθινὸν εἶναί φασι τὸν ἕνα Χριστόν, δῆλον δὲ ὅτι τὸν ἐκ Θεοῦ Λόγον, λαβόντα κατὰ