μετέχουσι μέν, ὑφειμένως δὲ καὶ πρὸς τὰς πρώτας ὁρῶσαι καὶ δι' αὐτῶν ὡς τοῦ θεομιμήτου πρωτουργῶς ἠξιωμένων ἐπὶ τὸ τοῦ θεοειδοῦς ἐφικτὸν ἀναγόμεναι. Τὰς εἰρημένας οὖν ἁγίας ἰδιότητας ὧν ἐν μετουσίᾳ διὰ τῶν πρώτων αἱ μετ' αὐτὰς οὐσίαι γεγόνασιν, αὐταῖς ἐκείναις μετὰ θεὸν ὡς ἱεράρχαις ἀνατιθέασιν. <4> Ἔλεγεν οὖν ὁ ταῦτα φήσας τὴν μὲν ὅρασιν ἐκείνην ὑποδειχθῆναι τῷ θεολόγῳ δι' ἑνὸς τῶν ἐπιστατούντων ἡμῖν ἁγίων καὶ μακαρίων ἀγγέλων καὶ πρὸς τῆς φωτιστικῆς αὐτοῦ χειραγωγίας ἐπὶ τὴν ἱερὰν ἐκείνην θεωρίαν ἀναταθῆναι καθ' ἣν ἑώρα τὰς ὑπερτάτας οὐσίας ὡς ἐν συμβόλοις εἰπεῖν ὑπὸ θεὸν καὶ μετὰ θεοῦ καὶ περὶ θεὸν ἱδρυμένας καὶ τὴν ἁπάντων καὶ αὐτῶν ὑπεραῤῥήτως ἐξῃρημένην ὑπεράρχιον ἀκρότητα ἐν μέσῳ τῶν ὑπερβεβηκυιῶν δυνάμεων ὑπεριδρυμένην. Ἐμάνθανεν οὖν τοῖς ὁρωμένοις ὁ θεολόγος ὅτι κατὰ πᾶσαν ὑπερούσιον ὑπεροχὴν ἀσυγκρίτως ὑπερίδρυτο τὸ θεῖον ἁπάσης ὁρατῆς καὶ ἀοράτου δυνάμεως καὶ μὴν ὅτι πάντων ἐστὶν ἐξῃρημένον ὡς καθόλου μηδὲ ταῖς πρώταις τῶν ὄντων οὐσίαις ἐμφερές, προσέτι καὶ τὸ πάντων αὐτὸ καὶ ἀρχὴν καὶ αἰτίαν οὐσιοποιὸν εἶναι καὶ τῆς τῶν ὄντων ἀδιαλύτου μονῆς ἀναλλοίωτον ἵδρυσιν, ὑφ' ἧς καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι καὶ αὐταῖς ταῖς ὑπερβεβηκυίαις ἐστὶ δυνάμεσιν. Eἶτα τὰς αὐτῶν τῶν ἁγιωτάτων Σεραφὶμ ἐμυεῖτο θεοειδεῖς δυνάμεις, τῆς μὲν ἱερᾶς αὐτῶν ἐπωνυμίας τὸ ἐμπύριον σημαινούσης, περὶ οὗ μικρὸν ὕστερον ἡμεῖς ἐροῦμεν, ὡς ἡμῖν ἐφικτὸν ὑφηγήσασθαι τὰς ἐπὶ τὸ θεοειδὲς τῆς ἐμπυρίου δυνάμεως ἀναγωγάς, τῆς δὲ τῶν πτερῶν ἑξαπλῆς ἱεροπλαστίας τὴν ἐπὶ τὸ θεῖον ἐν πρώταις ἐν μέσαις ἐν τελευταίαις νοήσεσιν ἀπόλυτον καὶ ὑπερτάτην ἀνάτασιν. Ἀλλὰ καὶ τὸ ἀπειρόπουν αὐτῶν καὶ πολυπρόσωπον ὁρῶν ὁ ἱερὸς θεολόγος καὶ τὸ τοῖς πτεροῖς ἀποδιαστέλλεσθαι τὴν ὑπὸ τοὺς πόδας καὶ τὴν ὑπὲρ τὰ πρόσωπα θεωρίαν καὶ τὴν ἐν τοῖς μέσοις πτεροῖς ἀεικινησίαν πρὸς τὴν νοητὴν τῶν ὁρωμένων ἀνήγετο γνῶσιν, ἐκφαινομένης αὐτῷ τῆς τῶν ὑπερτάτων νοῶν πολυπόρου καὶ πολυθεάμονος δυνάμεως καὶ τῆς ἱερᾶς αὐτῶν εὐλαβείας, ἣν ἔχουσιν ὑπερκοσμίως εἰς τὴν τῶν ὑψηλοτέρων καὶ βαθυτέρων αὐθάδη καὶ θρασεῖαν καὶ ἀνέφικτον ἔρευναν, καὶ τῆς ἐν συμμετρίᾳ τῶν θεομιμήτων ἐνεργειῶν ἀκαταλήκτου καὶ ὑψιπετοῦς ἀεικινησίας. Ἀλλὰ καὶ τὴν θεαρ χικὴν ἐκείνην καὶ πολυτίμητον ὑμνῳδίαν ἐμυσταγωγεῖτο, τοῦ τυποῦντος τὴν ὅρασιν ἀγγέλου κατὰ δύναμιν τῷ θεολόγῳ μεταδιδόντος τῆς οἰκείας ἱερογνωσίας. Ἐδίδασκεν οὖν αὐτὸν καὶ τοῦτο, ὅτι κάθαρσίς ἐστι τοῖς ὁπωσοῦν καθαροῖς ἡ τῆς θεαρχικῆς διαυγείας [ἁγνότητος] ὡς ἐφικτὸν μετουσία. Aὕτη δὲ πρὸς αὐτῆς τῆς θεαρχίας ἐξῃρημέναις αἰτίαις εἰς πάντας τοὺς ἱεροὺς νόας ὑπερουσίῳ κρυφιότητι τελετουργουμένη, ταῖς περὶ αὐτὴν ὡς ὑπερτάταις δυνάμεσιν ἐκφανεστέρα πώς ἐστι καὶ μᾶλλον ἑαυτὴν ἐκφαίνει καὶ διαδίδωσιν, ἐπὶ δὲ τῶν δευτέρων ἢ τῶν ἐσχάτων ἢ τῶν ἡμῶν νοερῶν δυνάμεων ὡς αὐτῆς ἑκάστη κατὰ τὸ θεοειδὲς διέστηκεν, οὕτω τὴν φανὴν αὐτῆς ἔλλαμψιν συνάγει πρὸς τὸ τῆς οἰκείας κρυφιότητος ἑνιαῖον ἄγνωστον. Ἐλλάμπει δὲ τοῖς καθ' ἕκαστον δευτέροις διὰ τῶν πρώτων καὶ εἰ δεῖ συντόμως εἰπεῖν, πρώτως ἐκ τοῦ κρυφίου πρὸς τὸ ἐμφανὲς ἄγεται διὰ τῶν πρώτων δυνάμεων. Τοῦτο γοῦν ὁ θεολόγος ἐδιδάσκετο πρὸς τοῦ φωταγωγοῦντος αὐτὸν ἀγγέλου τὸ τὴν κάθαρσιν καὶ πάσας τὰς θεαρχικὰς ἐνεργείας διὰ τῶν πρώτων οὐσιῶν ἀναλαμ πούσας εἰς πάσας τὰς λοιπὰς διαδίδοσθαι κατὰ τὴν ἑκάστης πρὸς τὰς θεουργικὰς μετουσίας ἀναλογίαν. ∆ιὸ καὶ τὴν ἐμπυρίως καθαρτικὴν