Eἰ γὰρ καὶ πρὸς τῶν ἱερέων τελοῦνταί τινα τῶν σεβασμίων συμβόλων, ἀλλ' οὔποτε τὴν ἱερὰν θεογενεσίαν ὁ ἱερεὺς ἐνεργήσει τοῦ θειοτάτου μύρου χωρὶς οὐδὲ τὰ τῆς θείας κοινωνίας τελέσει μυστήρια μὴ τῷ θειοτάτῳ θυσιαστηρίῳ τῶν κοινωνικῶν ἐπιτεθέντων συμβόλων. Ἀλλ' οὐδ' αὐτὸς ἱερεὺς ἔσται μὴ πρὸς τῶν ἱεραρχικῶν τελειώσεων εἰς τοῦτο κεκληρωμένος. Ὅθεν ἡ θεία θεσμοθεσία τὴν τῶν ἱερατικῶν τάξεων ἁγιαστείαν καὶ τὴν τοῦ θείου μύρου τελείωσιν καὶ τὴν ἱερὰν τοῦ θυσιαστηρίου τελετουργίαν ταῖς τῶν ἐνθέων ἱεραρχῶν τελεσιουργοῖς δυνάμεσιν ἑνιαίως ἀπεκλήρωσεν. <6> Ἔστιν οὖν ἡ ἱεραρχικὴ τάξις ἡ τῆς τελειωτικῆς δυνάμεως ἀναπεπλησμένη τὰ τελεσιουργὰ τῆς ἱεραρχίας ἐκκρίτως τελετουργοῦσα καὶ τὰς ἐπιστήμας τῶν ἱερῶν ἐκφαντορικῶς μυοῦσα καὶ ἐκδιδάσκουσα τὰς ἀναλόγους αὐτῶν καὶ ἱερὰς ἕξεις τε καὶ δυνάμεις. Ἡ δὲ τῶν ἱερέων φωταγωγικὴ τάξις ἐπὶ τὰς θείας τῶν τελετῶν ἐποψίας χειραγωγεῖ τοὺς τελουμένους ὑπὸ τῇ τῶν ἐνθέων ἱεραρχῶν τάξει καὶ μετ' αὐτῆς ἱερουργοῦσα τὰς οἰκείας ἱερουργίας, ἐν οἷς μὲν αὐτὴ δρᾷ τὰς θεουργίας ὑποδεικνῦσα διὰ τῶν ἱερωτάτων συμβόλων καὶ θεωρητικοὺς τοὺς προσιόντας ἀποτελοῦσα καὶ τῶν ὁσίων τελετῶν κοινωνούς, εἰς τὸν ἱεράρχην δὲ ἀναπέμπουσα τοὺς τῆς ἐπιστήμης τῶν θεωρηθεισῶν ἱερουργιῶν ἐφιεμένους. Ἡ δὲ τῶν λειτουργῶν τάξις ἡ καθαρτικὴ καὶ τῶν ἀνομοίων διακριτικὴ πρὸ τῆς ἐπὶ τὰς τῶν ἱερέων ἱερουργίας προσαγωγῆς ἀποκαθαίρει τοὺς προσιόντας ἀμιγεῖς αὐτοὺς ἀποτελοῦσα τῶν ἐναντίων καὶ πρὸς ἱερουργικὴν ἐποψίαν καὶ κοινωνίαν ἐπιτηδείους. Ὅθεν ἐπὶ τῆς ἱερᾶς θεογενεσίας οἱ λειτουργοὶ τὸν προσιόντα τῆς παλαιᾶς ἀπογυμνοῦσιν ἐσθῆτος, ἔτι μὴν καὶ ὑπολύουσι καὶ πρὸς δυσμὰς εἰς ἀποταγὴν ἱστῶσι καὶ αὖθις πρὸς ἕω μετάγουσι [τῆς καθαρτικῆς γάρ εἰσι τάξεως καὶ δυνάμεως] ἀποβάλλειν ὁλικῶς ἐγκελευόμενοι τοῖς προσιοῦσι τὰς τῆς προτέρας ζωῆς ἀμφιάσεις καὶ τὸ τοῦ προτέρου βίου σκοτεινὸν ὑποδεικνύντες καὶ ἐκδιδάσκοντες αὐτοὺς ἀποταξαμένους τοῖς ἀλαμπέσιν ἐπὶ τὰ φωτιστικὰ μεταταχθῆναι. Καθαρτικὴ τοίνυν ἐστὶν ἡ λειτουργικὴ διακόσμησις ἐπὶ τὰς φανὰς τῶν ἱερέων ἱερουργίας ἀνάγουσα τοὺς κεκαθαρμένους καὶ τοὺς ἀτελέστους ἀποκαθαίρουσα καὶ μαιευομένη ταῖς καθαρτικαῖς τῶν λογίων ἐλλάμψει καὶ διδασκαλίαις καὶ προσέτι τοὺς ἀν ιέρους τῶν ἱερῶν ἀμιγῶς ἀποδιαστέλλουσα. ∆ιὸ καὶ ταῖς ἱεραῖς αὐτὴν ἐφίστησι πύλαις ἡ ἱεραρχικὴ θεσμοθεσία τὴν πρὸς τὰ ἱερὰ τῶν προσιόντων εἴσοδον ἐν ταῖς παντελέσι καθάρσεσιν αἰνισσομένη καὶ τὴν ἐπὶ τὰς ἱερὰς αὐτῶν ἐποψίας καὶ κοινωνίας προσαγωγὴν ταῖς καθαρτικαῖς δυνάμεσιν ἐγχειρίζουσα καὶ διὰ τούτων αὐτοὺς ἀκηλιδώτους εἰσδεχομένη. <7> ∆έδεικται τοίνυν ἡ μὲν τῶν ἱεραρχῶν τάξις τελειωτικὴ καὶ τελεσιουργός, ἡ δὲ τῶν ἱερέων φωτιστικὴ καὶ φωταγωγός, ἡ δὲ τῶν λειτουργῶν καθαρτικὴ καὶ διακριτική, δηλαδὴ τῆς ἱεραρχικῆς τάξεως οὐ τελεσιουργεῖν μόνον, ἀλλὰ καὶ φωτίζειν ἅμα καὶ καθαίρειν ἐπισταμένης καὶ τῆς τῶν ἱερέων δυνάμεως ἐχούσης ἐν ἑαυτῇ μετὰ τῆς φωτιστικῆς καὶ τὴν καθαρτικὴν ἐπιστήμην. Aἱ μὲν γὰρ ἥττους ἐπὶ τὰ κρείττω μεταπηδᾶν ἀδυνατοῦσιν-πρὸς τῷ μηδὲ θεμιτὸν αὐταῖς εἶναι πρὸς τοιαύτην ἐγχειρεῖν ἀλαζονείαν-, αἱ δὲ θειότεραι δυνάμεις μετὰ τῶν οἰκείων καὶ τὰς ὑφειμένας τῆς αὐτῶν τελειότητος ἱερὰς ἐπιστήμας γινώσκουσιν. Ὅμως ἐπειδὴ θείων εἰσὶν ἐνεργειῶν εἰκόνες αἱ ἱερατικαὶ διακοσμήσεις τῆς εὐκόσμου καὶ ἀσυγχύτου τῶν θείων ἐνεργειῶν τάξεως ἐν ἑαυταῖς δεικνῦσαι τὰς τεταγμένας ἐλλάμψεις, εἰς πρώτας καὶ μέσας καὶ τελευταίας ἱερὰς ἐνεργείας καὶ τάξεις ἐν διακρίσεσιν ἱεραρχικαῖς ἐτάχθησαν ἐμφαίνουσαι καθάπερ ἔφην ἐν ἑαυταῖς τῶν θείων ἐνεργειῶν τὸ τεταγμένον καὶ ἀσύμφυρτον. Ἐπειδὴ γὰρ ἡ θεαρχία τοὺς ἐν οἷς ἂν ἐγγένηται, νόας ἀποκαθαίρει πρῶτον, εἶτα φωτίζει καὶ φωτισθέντας ἀποτελειοῖ πρὸς θεοειδῆ τελεσιουργίαν, εἰκότως ἡ ἱεραρχικὴ τῶν θείων εἰκὼν εἰς διακεκριμένας ἑαυτὴν διαιρεῖ τάξεις τε καὶ δυνάμεις ἐναργῶς ὑποδεικνῦσα τὰς θεαρχικὰς ἐνεργείας ἐν παναγεστάταις καὶ ἀμιγέσι τάξεσιν εὐσταθῶς καὶ ἀσυγχύτως ἑστηκυίας. Ἀλλ' ἐπειδὴ τὰς ἱερατικὰς τάξεις τε καὶ ἀποκληρώσεις δυνάμεις τε αὐτῶν καὶ ἐνεργείας εἰρήκαμεν ὡς ἡμῖν ἐφικτόν, καὶ τὰς ἱερωτάτας αὐτῶν, ὡς οἷοί τέ ἐσμεν, ἐποπτεύσωμεν τελειώσεις.