19
ἐχθρῶν αὐτοῦ· ὅσα γὰρ ὑπὸ τὴν διδαχὴν αὐτοῦ γέγονεν ἔθνη, ταῦτα πρότερον μερὶς τυγχάνοντα τῶν ἐχθρῶν αὐτοῦ μετὰ τὴν εἰς αὐτὸν πίστιν ἐπιτηδεῖα ὥσπερ εἰς βρῶσιν ἑαυτῷ κατεσκεύασεν· τὰ μὲν πάχη, τοῦτ' ἔστιν πᾶν συμπεφυκὸς αὐτοῖς ὑλικὸν καὶ γήϊνον, λεπτύνων καὶ ἐξιχνεύων, καρποὺς δὲ τροφίμους διὰ τῆς ἑαυτοῦ γεωργίας αὐτοῖς ἐμποιῶν. Ταῦτα δὲ εἰργάσατο τοῖς νοητοῖς καὶ λογικοῖς βέλεσι, τὸν πάλαι τῶν ἐθνῶν ἄρχοντα ἐχθρὸν ὄντα ἑαυτοῦ κατατοξεύσας, τουτέστι τὸν διάβολον. Τὰ δ' ἀπὸ τοῦ κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, σχεδὸν αὐτοῖς ῥήμασι καὶ ὑπὸ τοῦ Ἰακὼβ ἐν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις εἴρηται· ἅτινα ὁποῖον ἔχει νοῦν κατὰ τὰ ὑποπεσόντα ἡμῖν ἐκθέμενοι οὐ παλιλογήσομεν· δῆλον δὲ τυγχάνει ὅπως ἡμεῖς οἱ τὸν Χριστὸν εὐλογοῦντες τοῦ Θεοῦ ηὐλογήμεθα· κ' ἂν γὰρ βδελύσσοιντο ἡμᾶς ὡς καὶ τὸν πάλαι τοῦ Θεοῦ λαὸν οἱ Αἰγύπτιοι, ὅμως πληροῦταί γε καὶ ἐφ' ἡμῖν τὸ, καθ' ὅσον δὲ ἐταπείνουν αὐτοὺς, τοσούτῳ πλείους ἐγίνοντο, καὶ ἴσχυον σφόδρα σφόδρα· καὶ σαφὲς τίνα τρόπον τὴν κατάραν εἰλήφασιν οἱ ἐξαρχῆς αὐτὸν 49 καταρασάμενοι διὰ τοῦ, σταύρου σταύρου αὐτόν· κατάρας γὰρ ἦν ὁ σταυρὸς, κατὰ τὸ, ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ἀλλ' ὁ μὲν τὴν αὐτῶν ὑπομείνας κατάραν ὑπὸ τοῦ Πατρὸς ὑπερύψωται· οἱ δὲ πρὸς αὐτοῦ τοῦ Θεοῦ καταραθέντες ἐπίμονον εἰς αἰῶνα εἰλήφασιν ὄλεθρον· ὃν εἰ ἐπ' ἀκριβές τις ἐπεξίοι, δυνάμεως Θεοῦ κατόψεται μέγεθος, εἰς ἔτι νῦν μετιούσης τοὺς ἅπαξ πρὸς αὐτοῦ κατηραμένους. Ταῦτα εἰς τὸ, καὶ οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε καὶ κατάρανται. Ψ. Ἐκ τῆς ∆ʹ τοῦ Βαλαὰμ προφητείας. Ι∆ʹ. Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει ἡγεμόνας Μωὰβ, καὶ προνομεύσει πάντας υἱοὺς Σήθ. Ὁ τοῦ Θεοῦ Λόγος κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἄστρον οὐ μικρὸν οὐχὶ τῷ Ἰακὼβ ἀνέτειλεν, ἀλλ' ἐκ τοῦ Ἰακώβ· ἀπὸ γὰρ τοῦ σωματικοῦ λαοῦ τῶν ἐκ περιτομῆς ἀρξάμενος, πᾶσιν ἐπέλαμψε τοῖς ἔθνεσι· μεταναστάς τε ἀπ' ἐκείνων, οὐ μικροὺς πολέμους διεχειρίσατο, καθαίρων τὰς ἀντικειμένας δυνάμεις, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, οὓς καταγωνισάμενος προνομὴν ἐποιήσατο εἰς τὸν αὐτοῦ κλῆρον, ἀπολαβὼν ὅσα πρότερον ὑπ' ἐκείνους ἐτύγχανεν ἔθνη· περὶ ὧν ὁ Πατὴρ αὐτῷ κατεπηγγείλατο εἰπών· αἰτῆσαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. 50 Ψ. Ἐκ τοῦ ∆ευτερονομίου. Μωσῆς ἐστιν ὁ λέγων. ΙΕʹ. Προφήτην ἐκ τῶν ἀδελφῶν σου, ὡς ἐμὲ, ἀναστήσει σοι Κύριος ὁ Θεός σου· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες, Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἁμάρτωμεν. Καὶ εἶπεν Κύριος πρός με, Ὀρθῶς πάντα, ὅσα ἐλάλησαν· προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ' ὅτι ἂν ἐντείλωμαι αὐτῷ. Καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ πάντα ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτῶν. Καὶ τί μᾶλλον ἔχοι τίς ἐκ τοῦ Ἰσραὴλ κατὰ Μωσέα προφήτην, τοῦτ' ἔστιν νομοθέτην, τοῦ τῶν ἀνθρώπων γένους ἀναδεδειγμένον ἐπιδεῖξαι, ἢ μόνον Ἰησοῦν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν, ὃς τῆς καινῆς διαθήκης τοῦ κατὰ τὸ εὐαγγέλιον βίου νομοθέτης ἅπασιν ἀναπέφανται τοῖς ἔθνεσιν, κατὰ τὴν ἐν ψαλμῷ φήσασαν προφητηκὴν εὐχήν· Κατάστησον Κύριε νομοθέτην αὐτοῖς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσίν; Οὗτος δὲ καὶ ἐλυτρώσατο τῆς νοητῆς Αἰγύπτου, καὶ τῆς ἐν αὐτῇ πλινθοποιΐας, τῆς τε πικρᾶς ὑπὸ τὸν νοητὸν Φαραῶ δουλείας τοὺς δι' αὐτοῦ προςεληλυθότας τῷ τῶν ὅλων Θεῷ· καὶ πάντα δὲ ἁπλῶς τὰ σωματικῶς ὑπὸ Μωσέως γεγονέναι ἱστορούμενα κατὰ τὸν πνευματικὸν νόμον ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν διεπράξατο. Ἐλήλυθεν ἆρα καὶ ὁ διαβόητος ἔτι καὶ νῦν παρά τε Σαμα 51 ρεῦσι καὶ