19
Βουλ γάροις καὶ εἰ εὐχερὲς ἁλῶναί οἱ τὸ τῶν Σερρῶν ἄστυ. καί τινες μὲν ἀπέτρεπον τοῦτο. ὁ δὲ Παλαιολόγος ὁ μέγας δομέστικος καὶ ἀποπειρᾶσθαι Σερρῶν ἔφη, εἰ δὲ καὶ μὴ περιγενοίμεθα, τίς ἡ ζημία; τοῦτο δεξάμενος ὁ βασιλεὺς ἐς τὴν βουλὴν εἰς τὰς Σέρρας ἀφίκετο. εὗρεν οὖν τὴν μὲν πόλιν διερρηγμένην, τὴν δ' ἀκρόπολιν τετειχισμένην, καὶ φύλακα ἐπ' αὐτῇ ∆ραγωτᾶν τινα. τοὺς Τζουλούκωνας οὖν ἀθροίσας ὁ βασιλεὺς κρατῆσαι ταύτης ἠρέθισε. οἳ τὰ τόξα λαβόντες καὶ σανίδας αὐτοσχεδιάσαντες ὡς ἀσπίδας, ἐν οὐ πολλῷ κρατῆσαι ταύτης ἴσχυσαν, καὶ σκυλεύουσι τὰ παρευ ρημένα. ὅσοι δ' ἴσχυσαν τῶν ἐντός, ἱκέται πρὸς τὸν βασιλέα ἧκον. καὶ ὁ ∆ραγωτᾶς διαπρεσβεύεται πρὸς τὸν βασιλέα, καὶ χρήματα καὶ ἐσθῆτας δεξάμενος τὸ ἄστυ δέδωκεν· ὑπέσχετο δὲ δοῦναι καὶ Μελενίκον.
44 Καὶ εὑρὼν τὸν μὲν τοῦ ἄστεος ἔφορον Λιτόβοον κλι νήρη, τὸν δὲ Μαγκλαβίτην Νικόλαον ...... ὁ μὲν οὖν βασιλεὺς ἐσκηνοῦτο περὶ τὸν Βαλαβίσδαν τόπον, καὶ οἱ Μελενικιῶται ἀφικόμενοι τὸ ἄστυ τούτῳ παρέσχον. ἐκρά τησε δὲ ὁ βασιλεὺς καὶ Στενιμάχου καὶ Τζεπαίνης καὶ τῶν τῆς Ῥοδόπης πολιχνίων καὶ κωμοπόλεων, καὶ ὅρον τὸν Ἕβρον πεποίητο. κατέσχε δὲ καὶ ἐκ τῶν πρὸς βορρᾶν Στούμπιόν τε καὶ Χοττοβὸν καὶ Βελεβουσδίον, Σκόπιά τε καὶ Βελεσσὸν καὶ τὰ μέχρι Πριλάπου καὶ Πελαγονίας χωρία, Νευστάπολίν τε καὶ Πρόσακον, καὶ σπονδὰς ἐκ Βουλγάρων δεξάμενος, ὡς μέχρι τούτων στῇ, ἀνέσχεν.
45 Ἵκετο δὲ τῷ βασιλεῖ ἀγγελία, ὡς ἐπιβουλήν τινες τῶν Θετταλῶν κατὰ τοῦ δεσπότου ∆ημητρίου ἱστῶσιν, ὧν οἱ ὀνομαστοὶ Σπαρτηνὸς ἦσαν καὶ Καμπανός, Ἰατρόπουλός τε καὶ ὁ Κουτζολάτος, ὁ δὲ τῶν ἐπισήμων Μιχαὴλ ὁ Λάσκα ρις καὶ ὁ Τζυρίθων. ἕνα γοῦν τούτων, τὸν Καμπανόν, εἰς τὸν βασιλέα ἔπεμψαν, καὶ ὁ βασιλεὺς τὰ κατὰ σκοπὸν τού τοις ἐπεπράχει δι' ἐγγράφου χρυσοβουλλίου. καὶ ἀπάρας Μελενίκου περὶ Θεσσαλονίκην ἐφέρετο, πρέσβεις πρὸς ∆ημήτριον πέμψας, ὡς ἂν κατὰ τὰς αὐτοῦ ὑποθήκας ἀφί κοιτο εἰς αὐτόν. ὁ δέ-οὐδὲ γὰρ εἶχε νοεῖν-οἴκου κατέ μεινεν ἐκ τῶν συμβούλων πεισθείς. ξυνέβη δέ τι ὅπερ ὡς ἥδυσμά τι παραθήσω. τὸν Καμπανόν-εἷς δ' οὗτος τῶν συνιστόρων τοῦ δόλου-ἀπήγγειλάν τινες κατὰ ∆ημη τρίου φρονεῖν. καὶ ὃς παρέστη τῷ ∆ημητρίῳ καὶ ἀπηλέγχετο, καὶ ἦν πρὸς τῇ τοιαύτῃ ἐξετάσει. ὁ γοῦν Σπαρτηνὸς συμ μύστης ὢν τούτῳ τάχος ἐκεῖσε φέρεται καὶ «τί φησι » περὶ τοῦδε τοῦ ἀλητηρίου κατηγοροῦσί τινες, δέσποτα; ὃς εἰ ἁλῴη τοιοῦτος πολλῶν θανάτων κριθείη ἂν ἄξιος. καὶ ὁ ∆ημήτριος-ἐθάρρει γὰρ μάλα τούτῳ ὡς πιστῷ-«προ δότην τοῦτόν φασιν εἶναι, Σπαρτηνέ.» ὁ δὲ παίει τὸν Καμπανὸν καὶ λαβόμενος τούτου τῆς γένυος «ἐγώ» φησιν «αὐτὸν ἐν τοῖς οἴκοι ἀπαγαγών, δέσποτα, ἐτασμοῖς ἐκπιέσας πάντα τοῦτον καταναγκάσω ἔκφορα ποιῆσαι.» ταῦτ' εἶπε, καὶ ὡς εἶχε τάχους ἐς τὴν οἰκίαν ἀπῄει. τὸν μὲν οὖν Καμπανὸν τὸ ἀπὸ τοῦδε κλίνη εἶχεν. ἀσκὸν δὲ διαφυσήσας ὁ Σπαρτηνὸς καὶ δεσμεύσας καὶ ἐπαιωρήσας ἔτυπτεν ὡς Καμπανόν, ἀποκαλύψαι δῆθεν τὰ κρύφα. ἀσκὸς δὲ ἦν, οὐ Καμπανὸς ὁ τυπτόμενος. εἶτα ἀφίκετο ὡς εἶχε ποδῶν ὁ Σπαρτηνὸς πρὸς ∆ημήτριον καί οἵ φησιν· «δέσποτα, ὅρκῳ σε πιστώσω τὸ πρᾶγμα· μὰ τὸν σὸν καὶ ἡμῶν ἁπάντων ∆ημήτριον τὸν κηδεμόνα Θεσσαλονίκης καὶ πολιοῦχον, τοι οῦτός ἐστιν ὁ Καμπανὸς ὁποῖος ὁ Σπαρτηνός, καὶ οὕτως διάκειται περί σε καθὰ καὶ ὁ Σπαρτηνός, ὃν ἀνθρώπων ἁπάντων πλέον σε φιλοῦντα ἐπέγνωκας.» Ὁ δὲ βασιλεὺς ἐπὶ Θεσσαλονίκης χωρεῖ καὶ περὶ ταύτην ἐστρατοπεδεύσατο. πολιορκῆσαι μὲν γὰρ οὐκ ἦν αὐτῷ, πρε σβείας δὲ ἐποίει καὶ ἐζήτει ἐξελθεῖν πρὸς αὐτὸν τὸν ∆ημή τριον, καθὼς ἦν ὠμοσμένον αὐτῷ, ἔτι δὲ ποιῆσαι καὶ ἀγο ρὰν ἔξω τῆς πόλεως, ὡς ἂν ἔχοιεν ὠνεῖσθαι τὰ χρειώδη τὰ στρατεύματα. ὁ δὲ τοῖς ἐπιβούλοις συμβούλοις χρώμενος οὐδέν τι τῶν τοιούτων ποιῆσαι παρεχωρεῖτο. πάνυ δὲ ὀλίγων ἡμερῶν παραδραμουσῶν, ὀλίγου τινὸς στρατεύματος πλησίον ἱσταμένου τῆς μικρᾶς πύλης τῆς περὶ τῇ θαλάσσῃ, διὰ τὸ μὴ