ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
να-ου ἔτους ἐγεννήθη μοι ὁ ἕτερος υἱὸς Ἀλέξιος. 25.6 Καὶ τὸν Νοέμβριον τοῦ αὐτοῦ ἔτους ἦλθεν εἰς τὴν Πόλιν ὁ δε σπότης καὶ αὐθέντης μου κὺρ Κωνσταντῖνος· καὶ τῇ α-ῃ Μαρτίου ἔλαβεν ἀπὸ τὸν βασιλέα τὴν Σηλύβριαν καὶ ἀπέστειλεν ἐμὲ ἐκεῖσε εἰς κεφαλήν, ἵνα καὶ ἀπὸ τὸν ἀμηρᾶν καὶ τὸν δεσπότην κὺρ ∆ημήτριον καὶ αὐτὸν δὴ τὸν δεδωκότα βασιλέα προστάξας φυλάττω. 25.7 Καὶ τὸν Ἰούνιον τοῦ αὐτοῦ ἔτους ἦλθεν εἰς τὴν Πόλιν Φραγκό πουλος ὁ πρωτοστράτωρ· καὶ ὁρισθεὶς κἀγὼ ἀπὸ τὴν Σηλύβριαν εἰς τὴν Πόλιν ἦλθον. Καὶ συμφωνίαι γεγόνασιν, ὅτι ὁ μὲν δεσπότης καὶ αὐθέν της μου εἰς τὸν Μορέαν ἀπέλθῃ καὶ τὸν τόπον πάντα τοῦ δεσπότου κυ ροῦ Θεοδώρου λάβῃ, ἐκεῖνος δὲ εἰς τὴν πόλιν ἔλθῃ καὶ τὴν Σηλύβριαν λάβῃ· ἃ δὴ καὶ ἐγένετο.
26.1 Καὶ τῇ ι-ῃ τοῦ Ὀκτωβρίου τοῦ νβ-ου ἔτους μετὰ καρα βίου ἐξελθόντος ἀπὸ τῆς Πόλεως τοῦ αὐθεντός μου καὶ δεσπότου καὶ ἀπελθόντος εἰς τὸν Μορέαν, καὶ πάλιν μετ' αὐτοῦ δὴ τοῦ καραβίου ὁ δεσπότης κὺρ Θεόδωρος τὸν ∆εκέμβριον μῆνα τοῦ αὐτοῦ ἔτους εἰς τὴν Πόλιν ἀπέσωσε. Καὶ τὸν Μάρτιον παρέδωκα ἐγὼ πρὸς αὐτὸν τὴν Ση λύβριαν. 26.2 Καὶ ἐμβάντος μου εἰς καράβιον τοῦ ἀπὸ τὴν Κρήτην Ὑαλινᾶ Ἀντωνίου εἰς τὴν τοῦ Εὐρίπου Κάρυστον ἐπάφηκέ με. Καὶ τῇ γ-ῃ τοῦ Ἰουνίου διὰ τῆς στερεᾶς ὁδοῦ εἰς τὸν Μυζηθρᾶν ἔφθασα, πολλὰ τοῦ δε σπότου κυροῦ Θεοδώρου ζητοῦντός με καὶ παροτρύνοντος, ἵνα καὶ τὴν Σηλύβριαν ἔχω καὶ τῶν πρώτων αὐτοῦ ὑποχειρίων εὑρίσκωμαι. 26.3 ∆ιερχόμενος δὲ εὗρον καὶ τὸ Ἑξαμίλιον κτισθὲν παρὰ τοῦ αὐ θεντός μου καὶ δεσπότου τῷ παρελθόντι καιρῷ τοῦ ἔαρος. 26.4 Φθάσαντός μου οὖν εἰς τὸν Μυζηθρᾶν, μετά τινας ἡμέρας ὀλί γας, τοῦ καρδιναλίου καὶ βιτζεκαντζελλαρίου καὶ λεγάτου καθολικοῦ τοῦ πάπα ἀπερχομένου μετὰ πολλῶν κατέργων εἰς τὴν Πόλιν διὰ τὴν κατὰ τῶν ἀσεβῶν τοῦ ῥηγὸς τῆς Οὐγγαρίας ἐξέλευσιν, ἐστάλην καὶ ἐγὼ πάλιν ἀποκρισιάρης πρός τε τὸν βασιλέα καὶ πρὸς τὸν ἀμηρᾶν καὶ αὐ τὸν δὴ τὸν ῥῆγαν, ἀλλὰ δὴ καὶ πρὸς τὸν λεγᾶτον καὶ πρὸς τὸν καπετάνιον Ἀλωΐζω Λορδᾶν δι' ἀναγκαίας δουλείας, πρὸς οὗ προβῶσι τὰ πράγματα. 26.5 Καὶ διερχομένου μου τὴν Κόρινθον τῇ λ-ῃ τοῦ Αὐγούστου, ἵνα εἰς τὸν Εὔριπον τὰ κάτεργα τῆς ἀρμάτας φθάσω, εὗρον θαπτόμενον τὸν καλὸν κἀγαθὸν Κορίνθου Μάρκον, ὃς καὶ ἐν τῇ αὐλῇ ἡμῶν ἐγεννήθη καὶ μεθ' ἡμῶν ἀνετράφη· καὶ ὑπὸ τοῦ κακοῦ τῆς μητρυιᾶς αὐτοῦ πολλὰ πιεζόμενος μεγάλας θεραπείας παρὰ τῶν γεννητόρων μου εὕρισκεν, εἰ καὶ ἀναγκασθεὶς ἀπὸ τοῦ πολλοῦ κακοῦ ἔφυγεν ἀπὸ τὸν πατέρα αὑτοῦ καὶ εἰς τὴν τῶν Ξανθοπούλων μονὴν ἀπῆλθε καὶ τοιοῦτος χρήσιμος ἀπε κατεστάθη. 26.6 Φθάσας οὖν ἐγὼ εἰς τὸν Εὔριπον, τὰ δὲ κάτεργα οὐ φθάσας δι' ἄλλου πλευσίμου εἰς τὴν Λῆμνον ἀπεσώθην κἀκεῖσε εὑρὼν κάτεργον βα σιλικὸν εἰς τὴν Πόλιν ἀπεσώθην εἰς τὰς ἀρχὰς τοῦ Νοεμβρίου τοῦ νγ-ου ἔτους. 26.7 Τῷ δὲ αὐτῷ μηνὶ ια-ῃ ὁ ῥὴξ τῆς Οὐγγαρίας ἐσκοτώθη παρὰ τοῦ ἀμηρᾶ εἰς τὴν Βάρναν. 26.8 Καὶ τῇ ιζ-ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐγεγόνει παγκό σμιος καύσων καὶ ἄξιος μνήμης. 26.9 Ἐν ᾧ δὴ θέρει καὶ ὁ πνευματικὸς κὺρ Γρηγόριος πατριάρχης ἐγεγόνει. 26.10 Καὶ τῇ ιε-ῃ τοῦ Αὐγούστου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐγεννήθη μοι ὁ υἱὸς Ἀνδρόνικος, ὃς ἔζησεν ἡμέρας καὶ μόνον ὀκτώ.
27.1 Καὶ τῷ νδ-ῳ ἔτει ∆εκεμβρίῳ μηνὶ πρὸς τέλος, ἐλθόν τος μου εἰς τὸν Μορέαν μετὰ τῶν τῆς πραγματείας Βενετικῶν κατέργων, Σεπτεβρίου α-ῃ τοῦ νε-ου ἔτους εὐεργετήθην τὸ κεφαλατίκιον τοῦ Μυ ζηθρᾶ μετὰ καὶ πάντων τῶν περὶ αὐτόν, ἤγουν Κουλᾶ, Ἑβραϊκῆς, Τρύ πης, Τζεραμίου, Πακοτῶν καὶ Σκλαβοχωρίου καὶ μετὰ πάντων τῶν εἰσο δημάτων αὐτῶν, ὡς οὐκ εἶχεν ἄλλος τις οὕτως πώποτε τὸ τοῦ Μυζηθρᾶ κεφαλατίκιον. 27.2 Ὥρισέ μοι δὲ καὶ τοῦτο, ὅτι ἐγὼ δέδωκά σοι τὸν Μυζηθρᾶν εἰς κεφαλατίκιον καὶ διὰ τὴν σὴν καλὴν δουλοσύνην καὶ τὴν ἐμὴν πρὸς σὲ ἀναδοχὴν καὶ ἀγάπην, καὶ ὅτι θέλω νὰ ἔνι καὶ τοῦτο ἓν ὡς ἡ Κόρινθος καὶ ἡ Πάτρα, ὧν τὴν μὲν ἔχει ὁ Καντακουζηνὸς Ἰωάννης, τὴν δὲ Ἀλέ-ξιος ὁ Λάσκαρις.