1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

19

πανταχοῦ γὰρ ἐτῶν μέμνηται λέγουσα· καὶ ἔζη σεν Ἀδὰμ ἔτη Ϡλʹ καὶ ἀπέθανε, καὶ ἐφεξῆς ἐπὶ τῶν ὅλων γενεῶν ὁμοίως, πλὴν εἰ καὶ τοῦτο πεισθείη τις, ὅπερ οὐκ οἶμαι, καθώς φησιν, ὅτι οἱ ἐξ αὐτοῦ, ἤγουν τοῦ Ἀδάμ, δι' ἑβδομάδων τοὺς χρόνους ἠρίθμουν, ἕως τοῦ ρξεʹ ἔτους Ἐνώχ, ὅπερ ἦν κοσμικὸν ασπ ςʹ-ἐν τούτῳ γὰρ κατ' ἐπιτρο πὴν τοῦ ἐπὶ πάντων θεοῦ ὁ ἐπὶ τῶν ἄστρων ἀρχάγγελος Οὐριὴλ ἐμήνυσε τῷ Ἐνὼχ τί ἐστὶ μὴν καὶ τροπὴ καὶ ἐνιαυτός, ὡς ἐν τῇ βίβλῳ αὐτοῦ Ἐνὼχ φέρεται, καὶ τὸ ἔχειν τὸν ἐνιαυτὸν νβʹ ἑβδομάδας, καὶ ὅτι τῶν ασπ ςʹ ἐτῶν γίνονται ἡμερῶν μὲν μυριάδες μ ςʹ καὶ θτ ζʹ, ἑβδομάδων δὲ μυριάδες ςʹ καὶ ζν ςʹ, ἐν αἷς οὔτε μὴν οὔτε τροπαὶ οὔτε ἐνιαυτοὶ οὔτε τὰ τούτων μέτρα τοῖς ἀνθρώποις ἐγνώσθησαν-ἀτοπώτερον συναχθήσεται συμ πέρασμα τοῖς τὰ Χαλδαϊκὰ συγγραψαμένοις τότε βασιλεύουσιν, ὡς ἐκεί νοις δοκεῖ καὶ τῷ αὐτῶν εὐλαβεστάτῳ μοναχῷ συγγραφεῖ Ἀννιανῷ καὶ Πανοδώρῳ μονάζοντι συγχρόνῳ αὐτοῦ ἱστορικῷ. εἰ γὰρ ἐννακοσίοις πεν τήκοντα ἓξ ἔτεσι πρὸ τοῦ κατακλυσμοῦ ἐγνωρίσθη τῷ Ἐνὼχ καὶ τοῖς μετ' αὐτοῦ ὁ ἐνιαύσιος χρόνος καὶ ὁ τετραμερὴς αὐτοῦ τροπικῶς καὶ ὁ δωδεκαμερὴς μηνιαῖος, ἄρα ἐγίνωσκον καὶ οἱ πρὸ τοῦ κατακλυσμοῦ ἄν θρωποι χιλίοις που ἔτεσιν, ἤγουν Ϡν ςʹ, τοῖς ἡλιακοῖς ἔτεσι καὶ μησὶ καταμετρεῖν τὰ τῶν βασιλέων αὐτῶν ἔτη. καὶ περὶ τῶν ψʹ τὰ παρ' ἐκείνοις ἔτη ψηφιζόμενα λογίζεσθαι ἡμᾶς ἡμέρας, διὰ τὸ συμφωνῆσαι, ὥς φασι, τῇ θείᾳ γραφῇ καὶ τῇ ἀληθείᾳ, ἧς ἐκπεπτώκασι κατὰ πάντα τρόπον, καὶ οὔτε ταῖς περὶ κατακλυσμοῦ μαρτυρίαις αὐτῶν πρὸς τὴν τῶν ἡμετέρων πίστωσιν προσέχειν χρὴ οὔτε ἄλλῃ τινὶ δαιμονιώδει αὐτῶν ἱστορίᾳ. σχεδὸν 35 γὰρ ἀπὸ ταύτης τῆς συγγραφῆς καθάπερ ἔκ τινος πηγῆς βορβορώδους καὶ τῶν παραπλησίων αὐτῇ πᾶσα μυθώδης Ἑλληνικὴ καὶ Μανιχαϊκὴ κακο δοξία ἀνέβλυσε, καὶ τῶν καθ' ἡμᾶς δὲ αἱρέσεων οὐκ ὀλίγαι τὰς ἀρχὰς ἐκ τοιούτων ἀπατηλῶν γραφῶν ἐσχήκασι τὰς ἀφορμάς. οὗ χάριν προήχθη μεν ἀσφαλείας ἕνεκα τῶν τὰ τοιαῦτα μυθάρια ὡς καίρια λογιζομένων τὰς προγραφείσας μαρτυρίας Ἀλεξάνδρου καὶ τῶν προειρημένων δύο μοναζόν των Ἀννιανοῦ τε καὶ Πανοδώρου τῶν ὁμοχρόνων ἐπὶ Θεοφίλου τοῦ εἰκο στοῦ δευτέρου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἀκμασάντων καὶ πολλὰ χρή σιμα κεφάλαια ἱστορικὰ πεπονηκότων παραθέσθαι, εἰ καὶ ἐν τῷδε τῷ μέρει δοκοῦντές τι κατορθοῦν οὐδὲν τῇ ἀληθείᾳ κέρδος προσήγαγον, δε ξάμενοι τὰς Ἀλεξάνδρου τοῦ προρρηθέντος περὶ τῆς τῶν Χαλδαίων βασι λείας δόξας, ὅτι πρὸ τοῦ κατακλυσμοῦ ἐν Βαβυλῶνι ἐβασίλευσαν, καὶ τὸν τῶν ἐτῶν μυριαδισμὸν ἀλληγορησάντων, πρὸς τούτοις δὲ καὶ Ἀβυδηνοῦ καὶ Ἀπολλοδώρου περὶ τῶν αὐτῶν, καὶ ἔτι Μανεθῶ περὶ τῆς Αἰγυπτίων δυναστείας πρὸ τοῦ κατακλυσμοῦ παρόμοια μυθολογούντων, ὧν τὰς χρή σεις, Ἀβυδηνοῦ φημὶ καὶ Ἀπολλοδώρου καὶ Μανεθῶ, προστεθῆναι ταύτης ἡγοῦμαι τῆς προθέσεως, ὡς ἂν καὶ ἐξ ἀλλήλων αὐτοῖς τὸ ἀσύμφωνον συναχθῇ καὶ ὑφ' ἑαυτοῦ τὸ κακὸν ἀνατραπῇ, καὶ οὕτω τοῖς μετὰ τὸν κατακλυσμὸν ἔτεσι τὰ κατὰ μέρος ὅση δύναμις ἐπισημήνασθαι. Τῶν μέντοι προαναφερομένων θεοφιλεστάτων ἱστορικῶν μοναχῶν ἰστέον εἶναι τὴν ἔκδοσιν Ἀννιανοῦ μὲν ἐπιτομωτέραν καὶ ἀκριβεστέραν τῇ ἀπο στολικῇ τε καὶ πατρικῇ παραδόσει ἀκόλουθον, ἐν ᾗ τὴν θείαν σάρκωσιν τῷ εφʹ πληρουμένῳ καὶ ἀρξαμένῳ τῷ εφαʹ ἀποδείκνυσι, τὴν δὲ ἁγίαν καὶ ὁλόφωτον ἡμέραν τῆς ἀναστάσεως κεʹ τοῦ παρὰ Ῥωμαίοις Μαρτίου μη νός, τοῦ δὲ παρ' Αἰγυπτίοις Φαμενὼθ κθʹ, ἣν καὶ πρωτόκτιστον ἡμέραν ἐν τῷ ὑπ' αὐτοῦ συστάντι πασχουαλίῳ τῶν φλβʹ ἐτῶν μετά τινων σχο λαστικῶν ἐπιστασιῶν διεσάφησε, τῷ εφλδʹ ἔτει τοῦ κόσμου ἀρξαμένῳ κατὰ αὐτὴν τὴν ζωοποιὸν τοῦ πρώτου κυριακοῦ πάσχα ἡμέραν, οὗτινος πασχουαλίου φιλαληθεστάτην ἔκδοσιν εὑρήσει ὁ φιλομαθὴς ἐν τῷδε τῷ πονήματι κατὰ τὸν δέοντα τόπον μετὰ καὶ τοῦ παρ' ἡμῶν πονηθέντος ἰσο δυνάμου αὐτοῦ· τοῦ δὲ Πανοδώρου πολυμερῆ τε καὶ πολυειδῆ, πολλά τε χρήσιμα ἔχουσαν, οὐ μόνον χρονικῆς ἐχόμενα θεωρίας, ἀλλὰ καὶ τῆς