19
ἀποδεῖξαι, τὸν δὲ κύριον καὶ βασιλέα ψυχῆς ἰδίας θέλησιν ἐκδικοῦντα. ὁ πρωτοστράτωρ δὲ «πάνυ μοι δοκεῖς ἁμαρτάνειν» ἔφη «τοῦ ὄντος, ὦ βασιλεῦ, καὶ, ὡς ἔοικεν, ὧν πρός σε περὶ τῆς τοιαύτης κρίσεως ὁ μέγας δομέστικος εἴρηκεν ἐπελάθου, ἃ δήπου καὶ σοὶ εἰρῆσθαι τότε καὶ ἡμῖν ὀρθῶς ἐδόκει. σοῦ γὰρ εἰρηκότος, ὡς βουλοίμην ἂν ἐπὶ τοῦ βασιλέως καὶ πάππου δίκης τυχὼν, ἢ τὰ ἐγκλήματα ἀπολύσασθαι, ἢ τοῦτο μὴ δυνηθεὶς, μὴ τὴν βασιλείαν μόνον, 1.58 ἀλλὰ καὶ αὐτὴν ἀφαιρεθῆναι ζωὴν» ὅδ' ηὔξατο, μὴ ζῶν ἰδεῖν τοιαύτην ἡμέραν, ἐν ᾗ γενήσεταί σοι τῷ βασιλεῖ καὶ τῷ πάππῳ δικαζόμενον ἰδεῖν· οὐ γὰρ δίκης, καταδίκης δὲ μᾶλλόν ἐστιν ἀληθὲς τὴν ἡμέραν προσειπεῖν ἐκείνην. ἑνὸς γὰρ ὄντος τοῦ δικάζοντος καὶ τοῦ κατηγοροῦντος, οὐδὲν ἄλλο λείπεται συνάγειν. ἄλλως τ' οὐδὲ τῶν ἀνοήτων ὁ βασιλεὺς, ὥσθ' οὕτως ἀπερισκέπτως ὁρμηθῆναι πρὸς τὴν δίκην, ὡς καὶ καιρὸν ἀπολογίας σοι παρασχεῖν, καὶ ἢ τὰ ἐγκλήματα ἀπολύσασθαι, ἢ καὶ ἀδικούμενον ἑαυτὸν ἀποδεῖξαι· ἀλλὰ βαθείας ὢν καὶ συνετῆς, ὡς ἴσμεν, φρενὸς, καὶ δεινὸς πράγμασι χρῆσθαι, τότ' ἐπὶ τῆς δίκης σε καταστήσει, ὅτε πρὸς τὸ αὐτῷ δοκοῦν πάντα προκατασκευασάμενος, οὐδενὸς ἄλλου λείποιτο, ἢ τὴν ἀπόφασιν ἐξενεγκεῖν κατὰ σοῦ· καὶ τοῦτο, ἵνα καὶ τοῖς ἔξω δίκαια δοκοίη ποιεῖν, ὡς ἐπὶ τοῖς ἀνοσιωτάτοις σοῦ φανερῶς ἑαλωκότος καὶ διὰ τοῦτο δικαίως πάσχοντος ὁτιοῦν. Τοιαῦτα πρὸς ἀλλήλους ὁμιλούντων, αὖθις ἧκε μηνυτὴς ἕτερος ἐκ βασιλέως, ἐπισπεύδων τὴν ἐν βασιλείοις ἄφιξιν τῷ ἐγγόνῳ· ὁ δ', οὐ γὰρ ἐξῆν ἑτέρως δρᾷν, ἀφικνεῖται πρὸς τὸν βασιλέα καὶ πάππον, λύπῃ πολλῇ τηκόμενος τὴν ψυχὴν, διὰ τὸ τὸν μέγαν ἀπόντα δομέστικον μὴ περὶ τῶν παρόντων ἐσχηκέναι συνδιασκέψασθαι. εὐθὺς δὲ μετὰ μικρὸν καὶ ὁ μέγας δομέστικος ἧκεν ἐν βασιλείοις, καὶ τὸν μὲν βασιλέα παρὰ τῷ βασιλεῖ καὶ πάππῳ ἔνδον εὕρισκεν ὄντα, τὸν πρωτοστράτορα δ' ἔξω καθήμενον, καὶ τῇ ὄψει τὴν ἔνδον ταραχὴν τῆς καρδίας καὶ τὴν φροντίδα 1.59 ὑποδεικνύντα· εἶπέ τε πρὸς αὐτόν· «δοκεῖς μοι περί τινος σκέπτεσθαι τῶν μεγάλων τῇ ἔξωθεν ὄψει καὶ τῇ συννοίᾳ·» ὁ δ' ἔφη καὶ σκέπτεσθαι, καὶ περιστάσεσι προσομιλεῖν ταῖς ἐσχάταις· τοῦ δ' ὅτου χάριν, ἀντερομένου, «ὁ βασιλεὺς» ἔφη «παρὰ βασιλέως τοῦ πάππου κληθεὶς ἐπὶ δίκην, σοὶ μὲν συντυχεῖν πολλὰ ζητήσας, οὐκ ἠδυνήθη· τοῦ καιροῦ δὲ οὐκ ἐπιτρέποντος διαμέλλειν, αὐτὸς μὲν εἰσῆλθε πρὸς βασιλέα, ἐμοὶ δὲ φόβον οὐ μικρὸν ἐνέθηκε περὶ αὐτοῦ, μάλιστα τῶν σῶν λόγων ἐνθυμουμένῳ, οὓς πρὸς ἡμᾶς περὶ τῆς δίκης ταυτησὶ διεξῆλθες.» τοῦ δ' αὖθις ἐπανερομένου «τί δ' ἡμῖν ἄχρι νῦν ἁρμόζον τῷ καιρῷ καὶ τοῖς πράγμασιν εἴργασται;» «οὐδὲν» εἶπεν ὁ πρωτοστράτωρ «βραχυτάτου γὰρ ὄντος τοῦ μεταξὺ τῶν ἀγγελιῶν χρόνου, καὶ τὴν ὡς βασιλέα ἄφιξιν κατεπείγοντος, οὐδὲν ἐπράξαμεν τῶν δεόντων.» «πῶς δ' οὐ πάρεισιν ἐνταῦθα τοῦ βασιλέως οἰκετῶν ἢ καὶ τῶν σῶν τινες;» ἐρομένου, «παρῆσαν μὲν» εἶπεν ὁ πρωτοστράτωρ «δείσας δ' ἐγὼ μὴ παρόντας ὁρώντων καὶ ἄλλων ἄλλα λογιζομένων, ἐκ τούτου συμβῇ τις ὑποψία καὶ βλάβη, ἐκέλευσα ἀπιέναι.» ὁ δὲ πολλὰ καταμεμψάμενος τῆς ἀβουλίας, καὶ μηδένα καιρὸν ἄλλον εὑρήσειν ἐπικινδυνότερον ἢ βιαιότερον εἰπὼν, ὥστε τὴν ἄδολον αὐτῶν εὔνοιαν καὶ ἀγάπην ἐνδεικνυμένους πρὸς βασιλέα τῶν περισχόντων ἀπαλλάττειν κινδύνων, «σὺ μὲν» ἔφη «τῶν σῶν οἰκετῶν ὁπόσους ἂν ἐξῇ καὶ τῶν φίλων συναγαγὼν, ἐνταῦθα κέλευσον μένειν· ἐγὼ δ' ἐξελθὼν 1.60 αὖθις τοὺς βασιλέως συναθροίσω καὶ τοὺς ἐμούς· εἰς ἓν δὲ συνελθόντες, καὶ τὸν νέον βασιλέα παραλαβόντες, ὅπερ οἶμαι δυνήσεσθαι, πρὸς τὸν τῆς Σοφίας ἀπελευσόμεθα τοῦ θεοῦ λόγου θεῖον νεὼν, τὴν σωτηρίαν διὰ τῆς ἀσυλίας τῆς ἐκείνου πραγματευσόμενοι, εἶτα διαπρεσβευσάμενοι πρὸς βασιλέα, ἀμνηστίαν αἰτήσομεν τῶν τολμηθέντων· τὸν δὲ, δείσαντα τὴν στάσιν, ὥσπερ εἰκὸς, ὅρκῳ καὶ βασιλεῖ καὶ ἡμῖν καὶ τὴν ἀσφάλειαν πιστώσασθαι καὶ τὴν ἀμνηστίαν τῶν εἰργασμένων. τοῦ νέου δὲ βασιλέως ἀπαλλαγέντος τοῦ περισχόντος νῦν ἐξαπίνης κινδύνου, τότ' ἤδη βουλευσαμένοις ὅπερ ἂν δοκῇ βέλτιον, ἐξέσται πράττειν κατ'