19
ην, ου τὸ υδωρ διὰ πικρίαν αποτον. καὶ τὸ ονομα τοῦ τόπου ἡ μὲν τῆς ̓Εξόδου βίβλος Μερρὰν ὀνομάζει, ὁ δ' ̓Ιώσηπος Μὰρ αὐτὸν κληθῆναι παρὰ τῶν ̔Εβραίων συγγράφεται, μὰρ τὸ πικρὸν λέγων τοὺς ̔Εβραίους καλεῖν. καὶ τοῦ δημαγωγοῦ κατεγόγγυζον, ὁ δὲ τοῦ θεοῦ πρότερον δεηθεὶς ξύλον λαβὼν εἰς τὸ φρέαρ ἐνέβαλε καὶ τὸ υδωρ ἐγλύκανεν. ὁ δὲ ̓Ιώσηπος εοικε μὴ πιστεύων ὡς θαύματι τῇ γλυκάνσει τοῦ υδατος, ἀλλὰ φυσικῶς αὐτὸ γλυκανθῆναι δοξάζων λέγει οτι τὸ ξύλον ὁ Μωυσῆς εἰς τὸ υδωρ βαλὼν ἐξαντλεῖν τὸ φρέαρ ἐκέλευε, καὶ οἱ μὲν ἐπόνουν, τὸ δ' ὑπὸ τῶν συνεχῶν πληγῶν γεγυμνασμένον καὶ κεκαθαρμένον ηδη πότιμον ην. τὴν δὲ τῶν τροφῶν ενδειαν ἰάσατο, τοῦ θεοῦ δεηθείς, δι' ὀρτύγων. ἐφίπταντο γὰρ τῇ τῶν ̔Εβραίων παρεμβολῇ πλῆθος ὀρτύγων, ους συλλαμβάνοντες ησθιον. καὶ ἐπὶ τούτοις τὸ μάννα υσεν αὐτοῖς ὁ θεός, μέλιτι μὲν τὴν ἡδονὴν ἐμφερές, τὸ δὲ μέγεθος κοριάνδρου σπέρματι ομοιον, μάννα δὲ παρ' ἐκείνων κληθέν, ὡς ἀπορούντων τί τοῦτο αν ειη· τὸ γὰρ μὰν καὶ ἐπερώτησιν δηλοῖ κατὰ τὴν ἐκείνων διάλεκτον. ουτω καὶ ταῦτα ̓Ιώσηπος. ἐνετέταλτο δὲ ἀσσάρωνα εκαστον ἐκ τούτου καθ' ἑκάστην συλλέγειν, ὁ δὲ ἀσσάρων μέτρον ἐστίν, εἰ δέ τις πλέον συνέλεξεν, εἰς τὴν αυριον αβρωτον ην, ὑπό τε σκωλήκων καὶ πικρίας διεφθαρμένον. τοῦτο δὲ ᾠκονόμητο, ινα μὴ τῶν ἐρρωμένων πολὺ συναγόντων ἐπιλείπῃ τοῖς ἀσθενέσι. τῇ δὲ 1.48 τροφῇ ταύτῃ τεσσαράκοντα ἐχρήσαντο ετεσιν, ἐφ' οσον ησαν ἐν τῇ ἐρήμῳ. αυθις ουν εἰς ανυδρον ηλθον τόπον καλούμενον ̔Ραφιδίν, καὶ διψῶντες κατὰ Μωυσέως κεκίνηντο. ὁ δὲ τοῦ θεοῦ δεηθεὶς κελεύεται ῥάβδῳ τὴν πέτραν πλῆξαι, καὶ πλήττει, ης αὐτίκα υδωρ ἐξεβλύσθη πολύ τε καὶ διαυγέστατον. οἱ δὲ ̓Αμαληκῖται κατὰ τῶν ̔Εβραίων ἐχώρουν, τοὺς περιοίκους συμμάχους προσκαλεσάμενοι. Μωυσῆς δὲ τὸ μάχιμον τοῦ λαοῦ τῶν αλλων ἀποδιελών, καὶ ̓Ιησοῦν τὸν τοῦ Ναυῆ ἐπιστήσας αὐτοῖς, μέρος δέ τι τῆς στρατιᾶς καταλιπὼν εἰς τὴν τοῦ υδατος φυλακήν, αὐτὸς μὲν ἀνεχώρει πρὸς τὸ ορος, ̓Ιησοῦ δ' ἐνετέλλετο πεποιθέναι θεῷ καὶ τὸ στράτευμα κατὰ τῶν ἐναντίων ἐξάγειν. ηδη ουν ὁ πόλεμος συνερρήγνυτο· καὶ μέχρι μὲν Μωυσῆς τὰς χεῖρας ειχεν ὑψοῦ, τοὺς ̓Αμαληκίτας οἱ ̔Εβραῖοι κακῶς διετίθεντο, ὁσάκις δὲ τὰς χεῖρας καθίει ὁ Μωυσῆς τῇ ἀνατάσει τούτων πονούμενος, ἡττᾶσθαι τότε τοὺς ̔Εβραίους συνέβαινεν. ἑκατέρωθεν ουν τὸν ἀδελφὸν ̓Ααρὼν καὶ Ωρ τὸν ανδρα τῆς ἀδελφῆς Μαριὰμ στήσας ἀνέχειν τὰς χεῖρας αὐτοῦ ἐνετείλατο. καὶ ουτω τοὺς ̓Αμαληκίτας νικῶντες ̔Εβραῖοι πάντας ἀπώλεσαν αν, εἰ μὴ νὺξ ἐπέσχεν αὐτούς. ̔Εβραίων δὲ τέθνηκεν οὐδὲ εις. ̓Εκεῖθεν ἀπῄεσαν εἰς τὸ πρόσω, καὶ ἐν τριμήνῳ μετὰ τὴν ἐξ Αἰγύπτου ἐξέλευσιν παρῆσαν ἐπὶ τὸ ορος Σινᾶ, καὶ εθυσε Μωυσῆς ἐκεῖ τῷ θεῷ. οπου καὶ ̔Ραγουὴλ ὁ πενθερὸς αὐτοῦ ἀπήντησεν αὐτῷ, θεασάμενος δὲ τὸν γαμβρὸν αὐτοῦ ἐν οχλῳ πραγμάτων οντα, πάντων ἐπ' αὐτὸν βαδιζόντων, συνεβούλευε 1.49 τὴν μὲν τῶν δικῶν ζήτησιν ἑτέροις ἐπιτρέπειν, αὐτὸν δὲ τῶν μειζόνων προνοεῖν πραγμάτων καὶ τῆς τοῦ λαοῦ σωτηρίας, καὶ κατὰ μυρίους αρχοντας ἀποδεικνύειν, ειτα κατὰ χιλίους, καὶ κατὰ πεντακοσίους ἑτέρους ἐφιστᾶν, καὶ ἐπὶ τούτοις ἑκατοντάρχους καὶ πεντηκοντάρχους ποιεῖν, καὶ ἐν τριάκοντα καὶ εικοσι καὶ δέκα ἐφιστᾶν τοὺς διακοσμήσοντας. ταῦτα τοῦ ̔Ραγουὴλ συμβουλεύσαντος, Μωυσῆς κατὰ τὴν ὑποθήκην ἐκείνου ποιεῖ. ειτα πλησίον μετασκηνῶσαι τοῦ ορους Σινᾶ τῷ λαῷ ἐντειλάμενος, αὐτὸς εἰς τὸ ορος ἀνῄει· καὶ ὁ λαὸς μετεσκήνωσεν, ἁγνεύων τήν τε αλλην ἁγνείαν καὶ ἀπὸ γυναικὸς συνουσίας τρίτην ἡμέραν. κατὰ δὲ τὴν τρίτην εωθεν νεφέλη περιεκύκλου τὸ τῶν ̔Εβραίων στρατόπεδον, ἀστραπαί τε ησαν φοβεραὶ καὶ πνευμάτων σφοδρότης, α τοὺς ̔Εβραίους ἐδείμαινε ταῖς σκηναῖς προσμένοντας. ἐπιφαίνεται δὲ Μωυσῆς εμπλεως θάρσους, καὶ ὀφθεὶς ἀπαλλάττει τοῦ δέους αὐτοὺς καὶ μηνύει σφίσιν α ὁ θεὸς ἐνετείλατο καὶ οσα φυλάξουσι νόμιμα, καὶ προσάγει τὸν λαὸν αμα γυναιξὶ καὶ τέκνοις, ὡς ἀκούσαιεν τοῦ θεοῦ. καὶ ηκουον φωνῆς ὑψόθεν γινομένης. ειτ' αυθις