19
τοῦ δ αισα, ἡ ἑκάστῳ μεμερισμένη. η παρὰ τὸ ἀεὶ ισημι. ἡ μεταβαλλομένη· πᾶσι γὰρ ὁμοίως επεισιν. Αἰσιμία. ἡ μαντεία. Αἰσύμη καὶ Αἰσύμνη. πόλεις. Αἰσχύνη. ἡ τοῖς κατεγνωσμένοις ἐπιγινομένη αἰδώς. η ἐπιτεταμένη αἰδώς. Αἰκάλη. ἡ ἀπάτη. Αἰμωδία. ἡ νάρκη. Αισθησισ. πνεῦμα νοερὸν ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ οργανα πεμπόμενον, η νοὸς γεῦσις ἀκριβὴς τῶν διακρινομένων, η δύναμις τῆς ψυχῆς ἀντιληπτικὴ τῶν ὑλῶν ηγουν διαγνωστική. αἰσθήσεις δὲ εἰσὶ πέντε· ὁμοίως καὶ αἰσθητήρια πέντε· πρώτη αισθησις ορασις· αἰσθητήρια δὲ καὶ οργανα τῆς ὁράσεως τὰ ἐξ ἐγκεφάλου νεῦρα· καὶ οἱ ὀφθαλμοί. αἰσθάνεται μὲν alpha.83 ἡ οψις κατὰ πρῶτον λόγον τοῦ χρώματος· συνδιαγινώσκει δὲ τῷ χρώματι τὸ κεχρωσμένον σῶμα, καὶ τὸ μέγεθος αὐτοῦ, καὶ τὸ σχῆμα, καὶ τὸν τόπον, ενθα εστι, καὶ τὸ διάστημα τὸ μεταξὺ, καὶ τὸν ἀριθμὸν, κίνησίν τε καὶ στάσιν, καὶ τὸ τραχὺ καὶ λεῖον, καὶ ὁμαλὸν καὶ ἀνώμαλον, καὶ τὸ ὀξὺ καὶ ἀμβλύ· καὶ τὴν σύστασιν, ει τε ὑδατώδης ἐστὶν, ει τε γεώδης, ηγουν ὑγρὰ η ξηρά. δευτέρα αισθησίς ἐστιν ἀκοὴ τῶν φωνῶν καὶ τῶν ψόφων ουσα αἰσθητική· διαγινώσκει δὲ αὐτῶν τὴν ὀξύτητα καὶ τὴν βαρύτητα, λειότητά τε καὶ τραχύτητα καὶ μέγεθος. οργανα δὲ αὐτῆς τὰ ἐξ ἐγκεφάλου μαλακὰ νεῦρα, καὶ τῶν ὠτῶν ἡ κατασκευή· μόνος δὲ ανθρωπος καὶ πίθηκος οὐ κινοῦσι τὰ ωτα. τρίτη αισθησίς ἐστιν οσφρησις, ητις γίνεται μὲν διὰ τῶν ῥινῶν ἀναπεμπουσῶν τοὺς ἀτμοὺς ἐπὶ τὸν ἐγκέφαλον· περαίνεται δὲ εἰς τὰ πέρατα τῶν ἐμπροσθίων κοιλίων τοῦ ἐγκεφάλου· αἰσθητικὴ γάρ ἐστι καὶ ἀντιληπτικὴ τῶν ἀτμῶν. ἡ γενικωτάτη διαφορὰ εστιν εὐωδία καὶ δυσωδία, καὶ τὸ μέσον τούτου, ο μήτε εὐῶδες ἐστὶ μήτε δυσῶδες. γίνεται μὲν εὐωδία, τῶν ὑγρῶν τῶν ἐν τοῖς σώμασιν ἀκριβῶς πεμφθέντων, μέση διάθεσις· κατὰ δὲ ετερον η μηδ' ολως πεμφθέντων ἡ δυσωδία γίνεται. τετάρτη αισθησίς ἐστι γεῦσις· τῶν χυμῶν γάρ ἐστιν ἀντιληπτικὴ ηγουν αἰσθητική· οργανα δὲ ταύτης ἡ γλῶσσα, καὶ ταύτης πλέον τὸ ακρον καὶ ἡ ὑπερῶα, ην καλοῦσι τινὲς οὐρανίσκον, ἐν οις ἐστι τὰ ἐξ ἐγκεφάλου φερόμενα νεῦρα περιπλατυσμένα καὶ ἀπαγγέλλοντα τῷ ἡγεμονικῷ τὴν γενομένην ἀντίληψιν ηγουν αισθησιν. αἱ δὲ καλούμεναι γευστικαὶ ποιότητες alpha.84 τῶν χυμῶν εἰσὶν αυται· γλυκύτης· δριμύτης· στρυφνότης· αὐστηρότης· πικρότης· ἁλμυρότης· γλισχρότης· τούτων γάρ ἐστιν ἡ γεῦσις διαγνωστική. τὸ δὲ υδωρ αποσόν ἐστι κατὰ ταύτας τὰς ποιότητας, οὐδεμίαν γὰρ αὐτῶν εχει. ἡ δὲ στρυφνότης ἐπίτασίς ἐστι καὶ πλεονασμὸς τῆς αὐστηρότητος. πέμπτη αισθησίς ἐστιν ἁφὴ, ητις καὶ κοινή ἐστι πάντων τῶν ζώων· γίνεται δὲ ἐκ τῶν ἀπὸ τοῦ ἐγκεφάλου πεμπομένων νεύρων εἰς ολον τὸ σῶμα. ἀλλὰ καὶ τὰ λοιπὰ αἰσθητήρια τὴν τῆς ἁφῆς εχουσιν αισθησιν. ὑπόκεινται δὲ τῇ ἁφῇ τὸ θερμὸν καὶ ψυχρὸν, τό τε μαλακὸν καὶ γλίσχρον καὶ σκληρὸν, βαρύ τε καὶ κοῦφον· διὰ μόνης γὰρ τῆς ἁφῆς ταῦτα γινώσκεται· κοινὰ δὲ ἁφῆς καὶ οψεως τό τε τραχὺ καὶ λεῖον, ξηρὸν καὶ ὑγρὸν, παχύ τε καὶ λεπτὸν, ανω τε καὶ κάτω, καὶ ὁ τόπος, καὶ τὸ μέγεθος, οταν ειη τοιοῦτος, ὡς κατὰ μίαν προσβολὴν τῆς ἁφῆς περιλαμβάνεσθαι, καὶ τὸ πυκνὸν καὶ τὸ μανὸν, ηγουν ἀραιὸν, καὶ τὸ στρογγύλον, οταν ειη μικρὸν, καὶ αλλα τινὰ σχήματα· ὁμοίως δὲ καὶ τοῦ πλησιάζοντος σώματος. αἰσθάνεται ουν τῇ μνήμῃ τε καὶ τῇ διανοίᾳ· ὡσαύτως δὲ καὶ ἀριθμοῦ μέχρι δύο η τριῶν, καὶ τούτων μικρῶν καὶ ῥαδίως περιλαμβανομένων. τούτων δὲ μᾶλλον τῆς ἁφῆς ἡ ορασις ἀντιλαμβάνεται. χρὴ δὲ γινώσκειν, ὡς εκαστον τῶν αλλων αἰσθητηρίων διπλοῦν ὁ δημιουργὸς κατεσκεύασεν, ινα τοῦ ἑνὸς βλαπτομένου τὸ ετερον ἀναπληροῖ τὴν χρείαν· δύο γὰρ ὀφθαλμοὺς, καὶ δύο ωτα, καὶ δύο πόρους τῆς ῥινὸς, καὶ δύο γλώσσας· ἀλλ' ἐν τοῖς μὲν τῶν ζώων διῃρημένας, ὡς ταῖς οφεσιν, ἐν τοῖς δὲ ἡνωμένας, ὡς ἐν τῷ ἀνθρώπῳ· τὴν δὲ ἁφὴν ἐν ολῳ τῷ σώματι, πλὴν ὀστέων καὶ alpha.85 νεύρων, ὀνύχων τε καὶ κεράτων, τριχῶν καὶ τῶν ὁμοίων. ἰστέον δὲ καὶ τοῦτο, ω ἑταῖρε· ἡ μὲν οψις κατ' εὐθείας γραμμὰς ὁρᾷ, ἡ δὲ οσφρησις καὶ ἀκοὴ οὐ κατ' εὐθεῖαν μόνον, ἀλλὰ καὶ πανταχόθεν· ἡ δὲ ἁφὴ καὶ γεῦσις οὐ κατ' εὐθεῖαν οὐδὲ