ἀναβιώσαντός τε καὶ τὰ ἐκεῖ διηγουμένου, ἀκηκοώς, αὐταῖς λέξεσιν οὕτως γέγραφεν· Ἔφη γὰρ δὴ παραγενέσθαι ἐρωτω μένῳ ἑτέρῳ ὑπὸ ἑτέρου, ὅπου εἴη Ἀριδαῖος ὁ μέγας. Ὁ δὲ Ἀριδαῖος οὗτος τῆς Παμφυλίας ἔν τινι πόλει τύραννος ἐγε γόνει, γέροντα πατέρα ἀποκτείνας καὶ πρεσβύτερον ἀδελφόν, καὶ ἄλλα δὴ πολλὰ καὶ ἀνόσια ἐργασάμενος, ὡς ἐλέγετο. Ἔφη γοῦν τὸν ἐρωτώμενον εἰπεῖν· Oὐχ ἥκει, φάναι, οὐδὲ ἂν ἥξειν δεῦρο. Ἐθεασάμεθα γὰρ οὖν δὴ καὶ τοῦτο τῶν δεινῶν θεα μάτων. Ἐπειδὴ ἐγγὺς τοῦ στομίου ἦμεν, μέλλοντες ἀνιέναι καὶ τὰ ἄλλα πάντα πεπονθότες, ἐκεῖνόν τε κατείδομεν ἐξαίφνης καὶ ἄλλους σχεδόν τι αὐτῶν τοὺς πλείστους τυράν νους· ἦσαν δὲ καὶ ἰδιῶταί τινες τῶν μεγάλα ἡμαρτηκότων· οὓς οἰομένους ἤδη ἀναβήσεσθαι οὐκ ἐδέχετο τὸ στόμιον, ἀλλὰ ἐμυκᾶτο, ὁπότε τις τῶν οὕτως ἀνιάτως ἐχόντων εἰς πονηρίαν, εἰ μὴ ἱκανῶς δεδωκὼς δίκην, ἐπιχειροῖ ἀνιέναι. Ἐνταῦθα ἄνδρες ἄγριοι, διάπυροι ἰδεῖν, παρεστῶτες καὶ καταμανθά νοντες τὸ φθέγμα, τοὺς μὲν διαλαβόντες ἦγον, τὸν δὲ Ἀρι δαῖον καὶ ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κε φαλήν, καταβαλόντες καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν ἐκτός, ἐπ' ἀσπαλάθων γνάπτοντες, καὶ τοῖς παροῦσι σημαί νοντες ὧν ἕνεκά τε καὶ ὅτι εἰς τὸν τάρταρον ἐμπεσούμενοι ἄγοιντο. Ἔνθα δὴ φόβων, ἔφη, πολλῶν καὶ παντοδαπῶν σφίσι γεγονότων τοῦτον ὑπερβάλλειν, εἰ μὴ γένοιτο ἑκάστῳ τὸ φθέγμα ὅτε ἀναβαίνοι, ὡς καὶ ἀσμενέστατα ἕκαστον σι γήσαντος ἀναβῆναι. Καὶ τὰς μὲν δίκας τε καὶ τιμωρίας τοιαύτας τινὰς εἶναι καὶ αὖ τὰς εὐεργεσίας ταύταις ἀντιστρό φους. Ἐνταῦθά μοι δοκεῖ ὁ Πλάτων οὐ μόνον τὸν περὶ κρίσεως παρὰ τῶν προφητῶν μεμαθηκέναι λόγον, ἀλλὰ καὶ τὸν περὶ τῆς ἀπιστουμένης παρ' Ἕλλησιν ἀναστάσεως. Τὸ γὰρ μετὰ σώματος κρίνεσθαι τὴν ψυχὴν φῆσαι οὐδὲν ἕτερον δηλοῖ, ἢ ὅτι τῷ περὶ τῆς ἀναστάσεως ἐπίστευσε λόγῳ. Ἐπεὶ πῶς Ἀριδαῖος καὶ οἱ λοιποί, τὸ ἔχον σῶμα κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ δέρμα ὑπὲρ γῆς καταλιπόντες, τοιαύτην ὑπεῖ χον ἐν ᾅδου τιμωρίαν; Oὐ γὰρ δήπου τὴν ψυχὴν κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ δέρμα ἔχειν φήσουσιν. Ἀλλ' ἐν Aἰγύ πτῳ ταῖς τῶν προφητῶν ἐντυχὼν μαρτυρίαις ὁ Πλάτων, καὶ τὴν περὶ τῆς τοῦ σώματος ἀναστάσεως δεξάμενος διδασκαλίαν, μετὰ τοῦ σώματος τὴν ψυχὴν κρίνεσθαι διδάσκει. Καὶ οὐχ ὁ Πλάτων μόνον, ἀλλὰ καὶ Ὅμηρος, ὁμοίως καὶ αὐτὸς ἐν Aἰγύπτῳ μαθών, τὸν Τιτυὸν ὁμοίως τιμωρεῖ σθαι ἔφη. Oὕτω γὰρ ἐν τῇ νεκυομαντείᾳ Ὀδυσσεὺς τῷ Ἀλκι νόῳ διηγεῖται λέγων· Καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέα υἱόν, Κείμενον ἐν δαπέδῳ· ὁ δ' ἐπ' ἐννέα κεῖτο πέλεθρα, Γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον. Ἠπαρ γὰρ οὐ τὴν ψυχὴν ἀλλὰ τὸ σῶμα ἔχειν δηλοῖ. Τὸν αὐ τὸν δὴ τρόπον καὶ Σίσυφον καὶ Τάνταλον μετὰ σώματος τὴν τιμωρίαν ὑπέχειν γέγραφεν. Ὅτι δὲ Ὅμηρος ἐν Aἰγύπτῳ γέ γονε καὶ πολλὰ ὧν ἐκεῖ μεμάθηκεν εἰς τὴν ἑαυτοῦ μετήνεγκεν