ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ

 δύναμις, ὅπερ ἄτοπον· τὸ γὰρ ἔγχρονον φθαρτόν. Eἰ δέ, δυ νάμενος καὶ πάλαι κωλῦσαι τὸ μέγιστον οὕτω κακόν, οὐκ ἐκώ λυσε, φθονερὸς ἂν εἴη· ὅπερ ἀσεβὲς

 δος, ἄγνοιαν δὲ θεοῦ τὴν τὸ ψεῦδος εἰρηκυῖαν· ὅπερ ἐστὶ τρί τον εἶδος τοῦ μεγίστου κακοῦ, ἐκ τῆς ἑκουσίου ἀπειθείας τε καὶ ἀπιστίας ἀνθρώπων συμβαῖνον

 Καὶ γάρ, φησίν, ἡ ἄγνοια πολλάκις ἐπ' ἀγαθῷ δίδοται τοῖς ἀνθρώποις· ὁρῶμεν γοῦν ἐπὶ πολλῶν ὡς πολλάκις συμ βαίνει μᾶλλον καταφρονεῖν τῶν γινωσκομένων

 γῆς θρησκεῖαι τῆς μὲν τὸν ἀληθῆ λόγον πρεσβευούσης θρη σκείας ἁπλῶς τῷ ψεύδει, ἀλλήλων δὲ ταῖς διαφοραῖς τοῦ ψεύ δους διαφέρουσιν Ἀλλ' εἰ τοῦτο οὕτως

 δημιουργὸς καὶ θεὸς ἔταξε τὴν ἡμέραν, καθ' ἣν πάντων τῶν ἐν τῷ κόσμῳ ἐξ ἀπιστίας τε καὶ ἀπειθείας τοῦ θεοῦ κα κῶν ποιεῖ τὴν ἀναίρεσιν κατὰ τὴν πίστιν

 δημιουργῷ τοῦ κόσμου θεῷ, ὀνομάζουσι τὰ μέρη τοῦ κόσμου, καὶ χωρὶς τοῦ δημιουργεῖν προσριπτοῦσι τῷ θεῷ τὸ ὄνομα τοῦ δημιουργοῦ, ἵνα παραλείψω τὰ ἄλλα

 καὶ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ὁ αὐτὸς τοίνυν μένων οὐδὲν ἔχει ἔγχρονον. Ποιεῖ τοίνυν τὸν κόσμον, τάττων αὐτὸν ἀεί, καὶ ὁ κόσμος τῷ μὲν ἀεὶ φρουρεῖσθαι γί

 θεοῦ σημαντικά τε καὶ θετικὰ γίνονται τοῦ πάντα τὰ ποιήματα τοῦ θεοῦ ἔγχρονα εἶναι παρ' αὐτῷ, δῆλον ὅτι ἀτόπως ὑπέθηκε τὸ μηδὲν ἔγχρονον εἶναι παρ' αὐ

 λήλων Oὐδὲ γὰρ ἀναίρεσίς ἐστι τοῦ πεποιηκέναι τὸ μὴ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, ἀλλὰ θέσις μᾶλλον τοῦ πεποίηκεν. Ἀλλὰ προδήλως πάντα ὅσα ἀνεῖλεν ἀπὸ το

 ὁ ἥλιος τῇ οὐσίᾳ, ἢ κατὰ ἄλλην ποίησιν ἐποίησεν αὐτοῦ τὴν οὐσίαν καὶ κατὰ ἄλλην ποίησιν τὴν κίνησιν, καὶ ποιήσας μὲν πρῶτον αὐτοῦ τὴν οὐσίαν, ὕστερον

 οὐκ ἔστιν ὁ θεὸς καθ' ἃς ἔχει μὲν δυνάμεις, μὴ ἐνεργῶν δὲ κατ' αὐτάς, φθαρτὸς κατὰ τὴν κρίσιν τοῦ ἀποκριναμένου Eἰ δὲ καθ' ἃς ἔχει δυνάμεις, καὶ μὴ ἐ

 ἢ τὴν ἀπόφασιν εἶναι ἀληθῆ, πῶς ὁ ἀποκρινάμενος ἀμφότερα ἔθηκεν ἐπὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ τὴν φάσιν καὶ τὴν ἀπόφασιν, λέγων αὐτὸν εἶναι γενητὸν

 ρίᾳ διάφορα ποιεῖ. Μὴ προσέχωμεν δὲ τὸν θεὸν ἀνθρωπί νως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστε ρον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποι

 βουλή. Πῶς οὖν ταὐτόν ἐστι τῇ οὐσίᾳ ἡ βουλή, τοῦ βουλητοῦ καὶ τῆς βουλῆς ἄλλου καὶ ἄλλου ὄντος, καθάπερ τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις Eἰ ἄναρχος καὶ ἀΐδ

 οὐσίᾳ. Ἀλλ' εἰ μὲν οὐσία ἐστίν, οὐκ ἔστιν ὁ βουλόμενος, εἰ δὲ πρόσεστι τῇ οὐσίᾳ, ἐξ ἀνάγκης ἄλλο καὶ ἄλλο ἐστίν· οὐκ ἔστι γὰρ τὸ ὂν καὶ τὸ προσὸν ταὐτ

 αὑτῶν ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, ἀγένητος ὤν, ἀγενήτως ποιεῖ πάντα, οὐ γινόμενα ἀλλὰ συνυφιστάμενα, καὶ τῇ μὲν τῆς δυνάμεως ἀπειρίᾳ τὰ διάφορ

 δύναται. Μὴ προσέχωμεν δὲ τὸ ποιεῖν τὸν θεὸν ἀνθρωπίνως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστερον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποιεῖ

 τοῦ γάλακτος, οὐσίαν δὲ οὐδαμῶς ἀθρόως ποιεῖ ἡ φύσις. Πῶς οὖν οὐκ ἔστιν ὁ ἀποκρινάμενος ἀνοικείῳ ὑποδείγματι, τῇ ἐργασίᾳ τῆς φύσεως, χρησάμενος πρὸς π

 πρῶτα γὰρ τὰ ἁπλᾶ, ὕστερον δὲ τὰ σύνθετα. Ὥσπερ ἀδιά βλητος ὁ θεὸς ἐπὶ τῇ ἀσθενείᾳ τῆς δυνάμεως, ὅτι μὴ ποιή σας πλείους κόσμους, ἀλλὰ ποιήσας ἕνα κόσ

 εληλυθότος τὴν ἔμφασιν, πῶς οὐκ ἔστιν ἐν τῇ τοῦ θεοῦ ἐρ γασίᾳ τοῦ χρόνου πάντα τὰ μέρη ὑπάρχοντα Τετάρτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀ

 γνωρίμων τοῦ κόσμου ἐδογμάτισε τὴν ἀγενεσίαν, οὔτε διὰ τῆς ἀποδείξεως ταύτην ἔθηκεν, ἀλλὰ μόνον κατὰ τὴν οἰκείαν αὐθεντίαν τὸ δοκοῦν αὑτῷ ἀπεφήνατο. Ἐ

 δῆλον ἐκ τούτου, ὅτι οὔτε τῷ δημιουργῷ πρὸς τὶ ἐστὶ καθὸ εἰκὼν ὁ κόσμος, οὔτε τῷ παραδείγματι καθὸ δημιούργημα. Ἀλλ' εἰ τοῦτο, οὐκ ἄρα ἀληθὲς τὸ τούτω

 ἐστιν, ὀφείλει καὶ ἀδημιούργητον λέγειν τὸ δημιούργημα, ἐπειδὴ ὁ δημιουργὸς αὐτοῦ ἀδημιούργητός ἐστιν· ἀντακολουθοῦσι γὰρ ἀλλήλοις ἐξ ἀνάγκης, τῷ μὲν

 φερές, ὧν ἐστι κοινὸν τὸ ποτὲ μὲν δυνάμει λέγεσθαι θάτερον ὅπερ λέγονται, ποτὲ δὲ ἐνεργείᾳ, τὰ δὲ ἀμφότερα ἀεὶ ἢ δυνά μει ἐστὶν ἢ ἐνεργείᾳ, ὡς τὸ κοῖλ

 Πέμπτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀγένητος ὁ οὐρανὸς καὶ ἀγένητος ὁ θεὸς καὶ οἰκεῖ ἐν τῷ οὐρανῷ ὁ θεός, πῶς κατοικῶν ἐν τοῖς οὐκ αὐτοῦ

 καὶ τὸ ποιήσας· καὶ τὸ λέγειν ἀϊδίως συνυφίστασθαι ἀδια στάτως τῷ θεῷ τὸν κόσμον, τὸν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους γενητῶς διὰ συνθέσεως τὴν ὕπαρξιν παρ

 

τοῦ γάλακτος, οὐσίαν δὲ οὐδαμῶς ἀθρόως ποιεῖ ἡ φύσις. Πῶς οὖν οὐκ ἔστιν ὁ ἀποκρινάμενος ἀνοικείῳ ὑποδείγματι, τῇ ἐργασίᾳ τῆς φύσεως, χρησάμενος πρὸς παράστασιν τῆς τοῦ θεοῦ ἀχρόνως ἐργασίας, δημιουργοῦ πολλῶν καὶ διαφό ρων οὐσιῶν ὄντος, ἅς, κἂν ἀθρόως ποιῇ ὁ θεός, οὐδ' οὕτως ἀχρόνως; Τὸ γὰρ ἀθρόον τοῦ χρόνου ἐστὶ τὸ ἄτομον. Τῶν αὐτοπαράκτων οὐ κυριεύει ἡ τοῦ θεοῦ βούλησις, κυριεύει δὲ ἡ βούλησις τοῦ θεοῦ ὧν αὐτὴ παράγει. Ἀλλ' εἰ κυριεύει ἡ βούλησις τοῦ θεοῦ πάντων, οὐδὲν ἄρα αὐτοπάρακτον. Aὐτο πάρακτον ὀνομάζει ὁ ἀποκρινάμενος καὶ τὸν θεὸν καὶ τὸν κόσμον. Ἀλλ' εἰ αὐτοπάρακτός ἐστιν ὁ κόσμος, συνυφιστά μενος τῇ αἰτίᾳ τῆς ὑποστάσεως αὐτοῦ, ἀνάγκη ἄρα καὶ τὸν θεόν, αὐτοπάρακτον ὄντα, συνυφίστασθαι τῇ αἰτίᾳ τῆς ὑπο στάσεως αὐτοῦ. Ἀλλ' εἰ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν τὸν θεὸν καὶ τὸν κόσμον αὐτοπαράκτους, καὶ συνυ φισταμένους ἀλλήλοις ἀδιαστάτως. Eἰ καθ' αὑτὸ μὲν ἔστιν ὁ θεὸς αὐτοπάρακτος, κατὰ συμβεβηκὸς δὲ ὁ κόσμος ὁ συνυφιστάμενος αὐτῷ, πῶς οὐκ ἔστι ψευδὲς τὸ Oὐδὲν συμ βαίνει θεῷ, εἴγε, αὐτοπαράκτως παραγομένου τοῦ θεοῦ, συν υπέστη αὐτῷ αὐτοπάρακτος ὁ κόσμος; Eἰ τὰ φυσικῇ ἀνάγκῃ τινὶ συμβησόμενα ἀβουλήτως συμβαίνει αὐτῷ, πῶς, εἰ φυ σικῇ ἀνάγκῃ συνυφίσταται ὁ κόσμος τῷ θεῷ, οὐκ ἀβουλήτως αὐτῷ συνυφίσταται κατὰ συμβεβηκός; Eἰ ταὐτόν ἐστι παρὰ τῷ θεῷ τὸ εἶναι τῷ βούλεσθαι, δῆλον ὅτι ἐν οἷς οὐ βούλε ται ὁ θεὸς ἐν τούτοις οὐδέ ἐστι. Πῶς οὖν, μὴ ὄντος αὐτοῦ, ὁ κόσμος αὐτῷ συνυφίσταται; Ἀβουλήτως γὰρ αὐτῷ συνυ φίσταται ὁ κόσμος. Eἰ ὁ ἀγένητος ἀγενήτως ἀγένητα ποιεῖ, δῆλον ὅτι καὶ ὁ ἀσύνθετος ἀσυνθέτως ἀσύνθετα ποιεῖ. Eἰ δὲ μὴ τὸ δεύτερον, οὐδ' ἄρα τὸ πρῶτον. Σύνθετος γὰρ ὁ κόσμος. Eἰ ὁ θεὸς θεϊκῶς θεοὺς οὐ ποιεῖ, πῶς ὁ ἀγένητος ἀγενήτως ἀγένητα ποιεῖ; Oὐ γὰρ αὐτὸς ἑαυτῷ συνυφίσταται, ἀλλὰ ἕτερος. Ἄλλο ὁ θεός, ἄλλο τὸ ἀγένητον· ἐκείνῳ μὲν ὑπάρχει, τούτῳ δὲ χωρίζεται τῶν γενητῶν. Καὶ ποιῶν ὁ θεὸς ὑπάρχει, ποιῶν οὐ χωρίζεται. Eἰ δὲ καὶ ᾧ χωρί ζεται ποιεῖ, ἀλλὰ κατὰ συμβεβηκὸς καὶ οὐ καθ' αὑτό, πῶς οὐδὲν συμβαίνει τῷ θεῷ κατὰ συμβεβηκὸς ποιοῦντι; Eἰ, ὥσπερ συνυφίσταται τῇ σφαίρᾳ τὸ κοῖλον καὶ τὸ κυρτόν, οὕτως συνυφίσταται τῷ θεῷ ὁ κόσμος, ἀλληλαίτιοι ἄρα ὁ μὲν θεὸς τοῦ κόσμου, ὁ δὲ κόσμος τοῦ θεοῦ, καθάπερ κἀ κεῖνα. Eἰ οὐ ποιεῖ τις βουλήσει ἃ καὶ μὴ βουλόμενος ἐποίει, πῶς οὖν βουλήσει τὸν κόσμον ἐποίησεν ὁ θεός, ὃν καὶ μὴ βουλόμενος ποιεῖν ἐξ ἀνάγκης ἐποίει; Eἰ ἓν μὲν τῇ οὐσίᾳ ὁ θεός, ἄπειρος δὲ τῇ δυνάμει, τὰ δὲ συνυφιστάμενα αὐτῷ μήτε ἓν κατὰ τὴν οὐσίαν αὐτοῦ μήτε ἄπειρα κατὰ τὴν δύ ναμιν αὐτοῦ, οὐδ' ἄρα συνυφίσταται αὐτῷ. Ὁ θεὸς ἀεὶ τέ λειός ἐστιν, ἀεὶ δυνατός ἐστιν· καὶ ἐν αὐτῷ μὲν πρότερον καὶ ὕστερον οὐδέν, ἐν δὲ τοῖς ἔργοις αὐτοῦ ἐστιν ἀμφότερα. Eἰ σύνθετα τὰ ἔργα αὐτοῦ, πᾶν δὲ σύνθετον ἐξ ἁπλῶν σύγ κειται, καὶ ἀδύνατον ἅμα εἶναι τὰ ἁπλᾶ τοῖς συνθέτοις·