ζόντων τὴν ἁγίαν καὶ ὁμότιμον τριάδα ἐπὶ τῷ μεγέθει τῶν θείων δωρεῶν, ἧς τῷ ὀνόματι βαπτισθέντες ἐδικαιώθησαν λαβόντες τῆς τῶν οὐρανίων καὶ αἰωνίων ἀγαθῶν μετουσίας τὴν ἐλπίδα. Ὃν γὰρ ἐθεάσατο ὁ προφήτης ἄνθρακα τοῖς ἀκα θάρτοις αὑτοῦ χείλεσι προσαγόμενον εἰς κάθαρσιν ἀνομιῶν τε καὶ ἁμαρτιῶν, μήνυμα εἶχε τῆς δεσποτικῆς σαρκὸς καθαρι ζούσης τὸ συνειδὸς τῶν ἐσθιόντων αὐτὴν ἀπὸ πάσης ἀσεβείας. ∆ιὰ δὲ τῆς κατὰ τὸν προφήτην Ἰεζεκιὴλ ὀπτασίας τὰ μέλλοντα ἐδήλου συμβήσεσθαι τῷ Ναβουχοδονόσορ, βασιλεῖ Βαβυλῶνος, ψυχαγωγίαν ὄντα τῶν ἐν τῇ αἰχμαλωσίᾳ ἐν Βαβυλῶνι ὄντων Ἰσραηλιτῶν. Ἐθεάσατο δὲ ὁ προφήτης τετραπρόσωπα ζῶα, ὁμοιώματα ἔχοντα ἀνθρώπου τε καὶ λέοντος, μόσχου τε καὶ ἀετοῦ· λέγει δὲ καὶ ὁ προφήτης ∆ανιὴλ περὶ τοῦ Ναβουχοδο νόσορ, ὅτι ηὐξήνθησαν οἱ ὄνυχες αὐτοῦ ὡς ἀετοῦ καὶ αἱ τρίχες αὐτοῦ ὡς λέοντος, καὶ χόρτον ἐψώμισαν αὐτὸν ὡς τὸν μόσχον, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. Ἐκ ταύτης δὲ τῆς ὀπτα σίας ψυχαγωγίαν τινὰ ἐντίθησι τοῖς Ἰσραηλίταις, τοὺς πρὸς τὴν κραταιάν τε καὶ ἰσχυρὰν σφόδρα τῶν Βαβυλωνίων δυνα στείαν ἀποβλεψαμένους καὶ ἐν ἀπογνώσει καθεστῶτας τοῦ μὴ δύνασθαι ἔτι ἐκ τῆς τοιαύτης αἰχμαλωσίας τυχεῖν ἐλευθερίας· ἵνα οὖν ἀπὸ ταύτης τῆς ἀπογνώσεως μεταστήσῃ τοὺς Ἰσραη λίτας ὁ θεὸς καὶ παρασκευάσῃ αὐτοὺς πρὸς τὴν αὐτοῦ δυνα στείαν ἀποβλέπειν, δείκνυσι τῷ προφήτῃ ἡμέρου τε καὶ ἀνη μέρου ζώου τὴν σύζευξιν καὶ βαρυσώμου καὶ πετεινοῦ τὴν σύμ πηξιν· ἥμερον μὲν γὰρ ζῶον ὁ ἄνθρωπος, ἀνήμερον δὲ ὁ λέων, καὶ βαρύσωμον μὲν ζῶον ὁ μόσχος, πετεινὸν δὲ καὶ κοῦφον ζῶον ὁ ἀετός. Ἐν ἐκείνοις μὲν οὖν δηλοῖ τὴν τῆς βασιλείας ἐξ ἀνημέρου εἰς ἡμερότητα μετάστασιν, ἐν τούτοις δὲ τῆς βαρύτητος τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβολήν· ὑπό ζυγος γὰρ ὁ μόσχος, ζυγοῦ δὲ ἐλεύθερος ὁ ἀετός. ∆είκνυσι δὲ τῷ προφήτῃ καὶ τροχὸν ἐν τῷ τροχῷ, μηνύων δι' αὐτῶν τὴν τῶν Ἰουδαίων ἀπαγωγὴν εἰς αἰχμαλωσίαν καὶ ἀπαγωγὴν εἰς τὰ ἴδια. Ἐρώτησις με. ∆ιὰ τί ἐπὶ τοῦ Ἰεζεκιὴλ κατακέχρηται ὁ θεῖος ὁρισμὸς τῷ τοῦ υἱοῦ τοῦ ἀνθρώπου προσρήματι, ὅπερ ἐπὶ τῶν ἄλλων προφητῶν οὐκ ἐποίησε; Καὶ εἰ τὴν παγκόσμιον ἀνάστασιν ἐπὶ τῶν ξηρῶν ὀστέων ὁ αὐτὸς προφήτης τεθέαται, καὶ εἰ τῷ ὄντι ἀνέστησαν τὰ ὀστέα ἄνθρωποι γενόμενοι τέλειοι, καθὼς ἡ τοῦ αὐτοῦ προφήτου διδάσκει βίβλος; Ἀπόκρισις. Ἐπειδὴ ἔμελλε διὰ τοῦ προφήτου Ἰεζεκιὴλ κατ' ὀπτασίαν προγράφεσθαι τῶν νεκρῶν ἡ ἀνάστασις, μέλλουσα γίνεσθαι ἐπὶ πραγμάτων διὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου κατὰ τὸ εἰρημέ νον· Ἔρχεται ἡμέρα καὶ νῦν ἐστίν, ὅτε πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσονται· διὰ τοῦτο καλεῖται τῷ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ὀνόματι. Καθάπερ Ἰησοῦς, ὁ τοῦ Ναυῆ, μέλλων κατ' αὐθεντίαν ἡλίῳ καὶ σελήνῃ προστάσσειν τὴν στάσιν,