19
συνθλασθέντας καὶ πρὸς τὴν φυγὴν ἀπελπίσαντας, τούτους τὸ τάχος ἀνεῖλον, εἶθ' οὕτω ταῖς λεωφόροις κατεμερίσθησαν. 35.4 τὸ δὲ πλῆθος τῆς πόλεως εἰς πολλὰ μέρη τμηθὲν διεθρυλλεῖτό τε καὶ συνείχετο, οὐκ ἔχον ὅπου περισωθείη ἢ τὴν συμφορὰν διακρούσεται. 35.5 ἦν γὰρ ἰδεῖν τότε τοὺς ἀνθρώπους ὡς ἀκυβέρνητα σκάφη τῇδε κἀκεῖσε περιφερομένους, ἐλεεινὸν θέαμα, ἄνδρας γυναῖκας νήπια, ἀλλήλοις συμπίπτοντας, ἀλλήλων ἐκκρεμαμένους, ἀσπαζομένους τὸν οἴκτιστον ἐκεῖνον καὶ τελευταῖον ἀσπασμόν. 35.6 εἴ πού τις καὶ πατὴρ ἐν αὐτοῖς πρεσβύτης, ἐπιπεσὼν τῷ τραχήλῳ τοῦ παιδὸς δεινὸν ἐπεκώκυε, τὸν χωρισμὸν οὐ φέρων, ἀλλὰ τὰ μέλη κατέχων τοῦ φιλτάτου, καὶ πρὸ τοῦ ξίφους τῷ φυσικῷ νυττόμενος πάθει τὸν θρῆνον ἑαυτῷ διετίθει, 35.7 «φεῦ μοι» λέγων, «ὦ παῖ, ἐν τίσι νῦν ἐξετάζομαι καὶ τίνα ταῦτα τοῖς ὀφθαλμοῖς καθορῶ; 35.8 εἰς τοῦτο γάρ σε ἐπιμελῶς ἐξέθρεψα καὶ διὰ τοῦτό σε παιδευταῖς ἐξεδόμην καὶ συνέσει διαπρέπειν ἐν τοῖς ὁμήλιξι διεσπούδασα, ἵν' ὅτε προσεδόκων ζηλωτὸς μὲν εἶναι τῇ εὐπαιδίᾳ, ἐπίφθονος δὲ τῇ ἐπὶ σοὶ καυχήσει, μακαριώτερος δὲ πολλῶν ἄλλων πατέρων ὡς τοιοῦτον ἔχων εὐπρεπέστατον τέκνον, ἐράσμιον μὲν τὴν ἡλικίαν τοῦ σώματος, ἐρασμιώτερον δὲ τοῦ προσώπου τὴν θέαν καὶ ἔτι μᾶλλον τῆς ψυχῆς τὴν ἰδέαν, τότε κατ' ὀφθαλμοὺς ἰδέσθαι τὸν ὄλεθρον τοῦτον καὶ δυστυχέστατον ἀπὸ σοῦ χωρισμόν; 35.9 καὶ διὰ τοῦτο μέχρι τοῦδε τῇ δυστήνῳ ταύτῃ τετήρημαι πολιᾷ, ἵν' ὑπὸ βαρβάρων ἴδω καταικιζόμενόν σου τὸ σῶμα καὶ τὰ φίλτατά μοι καὶ παμπόθητα μέλη τῷ ξίφει τοῦ δημίου ἀνηλεῶς διασπώμενα; 35.10 οἴμοι, τίς γένωμαι; ποίαις ὄψεσι ταῦτα κατίδω; ποῖον ἐπὶ σοὶ ποιήσωμαι θρῆνον; 35.11 εἴθε τοιούτου τύχοιμεν δημίου ὃς ἐμὲ πρῶτον τῇ μαχαίρᾳ διέλοι, ἵνα μὴ καθυστερήσας δριμυτέρας τοῦ ξίφους ἐπὶ σοὶ τὰς ἀλγηδόνας αἰσθήσωμαι. 35.12 ἑνὶ τούτῳ τῷ μιαιφόνῳ χάριτας ὁμολογήσω, εἴ γε τῆς σφαγῆς ἀπὸ τοῦ ἐμοῦ κατάρξηται γηραιοῦ τραχήλου· εἶθ' οὕτω τῷ ἐμῷ λύθρῳ τὸ σὸν σπείσειεν αἷμα. 35.13 καὶ γὰρ οὕτω τὴν πολλὴν ὀδύνην ὑποτέμοι τῷ ἐγχειρήματι». 36.1 Καὶ ταῦτα μὲν οὗτος· ἄλλοθεν δὲ πάλιν ἄλλος τις τῇ συννόμῳ γυναικὶ προστυχών, βύθιόν τι καὶ μέγα στενάξας, τὴν κεφαλήν τε κινήσας καὶ τὴν μορφὴν ἀλλοιώσας, προσδραμὼν αὐτῇ καὶ περιπλακεὶς τὴν συμφορὰν ἐτραγῴδει. 36.2 «σώζου, γύναι, καὶ τοῦ συννόμου μὴ ἐπιλάθῃ. 36.3 ἤδη γὰρ ἡ μεγάλη στοργή, ἣν πρὸς ἀλλήλους ἐθέμεθα τῇ κοινωνίᾳ τῆς φύσεως, διακόπτεται σήμερον, καὶ ξίφος καινοτομεῖ τὴν συνάφειαν, καὶ θάνατος ἄωρος τὴν συζυγίαν διίστησιν. 36.4 οὐκέτι τὴν ζωὴν τῇ κοινότητι τῆς βιοτῆς ἐξανύομεν. 36.5 οὐδεὶς ἡμῖν τοῦ λοιποῦ παιδοποιίας λόγος. 36.6 εἴθε μηδὲ ταῦτα, ἃ νῦν ἡμᾶς περιέστηκε νήπια, τοῖς ὀφθαλμοῖς κατείδομεν ἐξ ἀρχῆς, εἴθε τῇ σορῷ ταῖς ἡμετέραις χερσὶν ἀπεδόθησαν, καὶ μὴ τοῖς θηρσὶ τούτοις εἰς δυστυχῆ δουλείαν διετηρήθησαν.» 36.7 εἶτα τοῖς τέκνοις ἀναμιχθέντες καὶ τὸν θρῆνον χοροστατήσαντες τὴν διαίρεσιν ἐκαρτέρουν. 36.8 ἀδελφὸς δὲ πάλιν ἀδελφῷ συναντήσας καὶ φίλος φίλῳ, ὁ μὲν τὴν συγγένειαν ὁ δὲ τὴν μακρὰν συνήθειαν ἀπεκλαίετο. 36.9 καὶ ἁπλῶς τῇ ἀμετρίᾳ τῶν κατὰ μέρος θρήνων κραυγῆς ἀσήμου πάντα πεπλήρωτο, ὥσπερ ἂν εἰς σφαγὴν συγκλεισθέντων προβάτων καὶ συμμιγῆ φωνὴν ἀφιέντων. 36.10 οἱ μὲν γὰρ αὐτῶν πρὸς τοὺς οἴκους ἀπέτρεχον, οἱ δὲ τὰς ὁδοὺς ἀπεσκόπουν· ἄλλοι πρὸς τοὺς σεβασμίους οἴκους ἠλαύνοντο, ἄλλοι τὰς πύλας τῆς πόλεως καταλαβεῖν ἔσπευδον. 36.11 ἕτεροι δὲ πρὸς τὸ τεῖχος ἀνιέναι ἐβούλοντο μέν, οὐ δεδύνηντο δὲ ὑποκλαζούσης αὐτοῖς τῆς φυσικῆς ἰσχύος τῇ προσδοκίᾳ τῶν φοβερῶν· 36.12 οὐκ εἶχον γὰρ ὅπως διαθῶνται πρὸς τὸ κακόν, ἀλλ' ὅπουπερ ἂν ἔτυχον γεγονότες τῆς πόλεως, κατὰ πρόσωπον εὕρισκον ἀπαντῶντας τὸν θάνατον, ὡς μηδὲν αὐτοῖς εἶναι λοιπὸν ἀσφαλὲς πρὸς ἐπίνοιαν. 37.1 Ἀλλὰ πῶς ἄν σοι τοῦ λοιποῦ τὴν καθ' ἡμᾶς συμφοράν, ὦ ἀνδρῶν λογιώτατε, ἢ τὴν ἐπαλληλίαν τῶν τοσούτων ἀνιαρῶν διαγράψωμαι; 37.2 ποῖον τούτων πρῶτον εἰπὼν τοῖς ἄλλοις δευτερεύειν παραχωρήσω; ἐπὶ τίνι τὴν γλῶτταν κινήσω ἢ τὴν χεῖρα πρὸς γραφὴν