Ὀρθοδοξίας, τῇ πρὸ αὐτῆς ἡμέρᾳ τὴν ἐτησίαν ῥόγαν τῷ τε στρατῷ καὶ τῇ συγκλήτῳ διανειμάμενος, οὐ διὰ χρυσίου πᾶσαν, ἀλλὰ τὸ ἐνδέον σηρικοῖς ὑφάσμασιν ἀναπληρωσάμενος. ∆ιαπεραιουμένου δ' αὐτοῦ περιστερά τις οὐ πάνυ λευκή, πρὸς τὸ μέλαν δὲ τὸ πλεῖστον αὑτῆς ὑποφαίνουσα, ποθὲν ἱπταμένη τὴν φέρουσαν τὸν βασιλέα τριήρη περιεπέτετο, ἕως εἰς αὐτὸν ἐκεῖνον καθεσθεῖσα χερσὶ ταῖς αὐτοῦ προσερρύη. Κἀκεῖνος ταύτην τῇ βασιλίδι ἀνέπεμψεν ἐν τοῖς ἀνακτόροις παρὰ τὸ εἰωθὸς ἀπομεινάσῃ διά τινας θρύψεις γυναικείας καὶ ἀκκισμούς. Ἔδοξεν οὖν ἡ περιστερὰ σύμβολον οὐ χρηστῆς ἀποβάσεως αὐτῷ τε τῷ λαβόντι καὶ πρὸς ἣν ἔσταλτο. Ἀλλ' ἐκείνη περιπετῶς σχοῦσα τῆς θρύψεως, μεταμεληθεῖσα πρὸς τὸν βασιλέα ἀφίκετο τὸν συντακτήριον ἀποδώσουσα καὶ αὐτὸν ἐπὶ τὴν ἐκστρατείαν προπέμψουσα. Ἐκεῖθεν οὖν ἀπάρας ὁ βασιλεὺς οὐκ ἐν Νεακώμῃ οὐδὲ ἐν ὑπατίοις χωρίοις τισὶ <ἢ> βασιλικοῖς προσωρμίσατο, ἀλλ' ἐν Ἑλενοπόλει, ἣν οἱ ἐγχώριοι ἀγροικικώτερον κικλήσκουσιν Ἐλεεινόπολιν, ὃ καὶ αὐτὸ οἰωνὸς οὐ χρηστὸς ἔδοξε. Συνέβη δὲ καί τι ἕτερον· τὸ γὰρ συνέχον τὴν βασιλικὴν σκηνὴν μέγιστον ξύλον κατεαγὲν πεσεῖν αὐτὴν αἰφνηδὸν παρεσκεύασεν. Ὅμως δ' οὖν οὐδὲ πρὸς ἓν τούτων ἡ τῶν ἀνθρώπων ἀβελτηρία καὶ οἷον εἰπεῖν καχεξία καὶ τὸ ἐν τῇ δοκούσῃ πίστει ἄπιστον καὶ ἀσύμβλητον διαβλέψαι ἠθέλησε, τοῦ χρεὼν ἐμποδίζοντος πανταχοῦ καὶ μηδ' αὐτῷ παρεχομένου συναίσθησιν πρὸς ὃν ἀποσκήπτειν ἔμελλον. Προῄει τοίνυν ὁ βασιλεὺς καὶ τῆς ἑῴας προσωτέρω προήρχετο, ἕως τῇ τῶν Ἀνατολικῶν ἐπαρχίᾳ προσέβαλε φειδωλίᾳ παρὰ τὸ εἰκὸς πρὸς πάντας 143 συνεχόμενος. Συνεὶς δέ, ὡς ἔοικε, τὸ συνεχὲς τῶν προγεγονότων σημείων εἰς αὐτὸν ἀποσκῆψον, οὐκ ἐν σκηνῇ οὐδ' ἐν πεδίοις, ἀλλ' ἐν γηλόφοις καὶ δωματίοις τὴν κατασκήνωσιν ἐποιήσατο. Ἔνθα δή τι καὶ συνέβη οὐκ ἔλαττον εἰς κακοδαιμονίαν οἰώνισμα. Πῦρ γάρ ποθεν ἐνεχθὲν τοὺς δόμους, ἐν οἷς ὁ βασιλεὺς ἐσκήνωτο, κατενεμήσατο, οἷς καὶ συγκατεκαύθησαν ἵπποι τε καὶ ἐφεστρίδες βασιλικαὶ καὶ χαλινὰ τῶν ἄλλων πολὺ διαφέροντα καὶ τοῦ πυρὸς δι' ὀλίγου γεγόνασι παρανάλωμα. Οἱ δὲ ἵπποι ἡμίφλεκτοι καθορώμενοι τῷ στρατοπέδῳ ἐλεεινὸν διεφαίνοντο θέαμα. Τὸν δὲ Σαγγάριον διαπεραιωθείς, παρ' ᾧ ταῦτα γέγονε, διὰ τῆς τοῦ Τζούμπου λεγομένης γεφύρας τὰς οἰκείας δυνάμεις ἀθροίζειν ἤρξατο, διασκεδασθείσας διὰ τὴν τῶν βαρβάρων ἐπίθεσιν. Καταλέξας δ' οὖν ἐκ τούτων ὅσον ἠβούλετο, τὸ λοιπὸν ἀπεπέμψατο στρατιωτῶν τε καὶ λοχαγῶν, τοὺς μὲν στρατιώτας ὡς προκατειργασμένους ταῖς προβεβηκυίαις ἥτταις, τοὺς δὲ λοχαγοὺς αὐτὸς δειλιῶν ἐπάγεσθαι σὺν αὑτῷ ὡς τῷ μέρει τῶν ἐφέδρων προσανέχοντας. Εἴθε μὲν οὖν αὐτὸ εἰς πάντας ἐπέπρακτο· καὶ εἰ μὴ δυνατὸν ἦν τὸν θεῖον ὅρον παρελθεῖν καὶ τὸ κεκερασμένον ποτήριον ἐκφυγεῖν, τέως δ' οὖν ἀσφαλῶς πράξας ἐφάνη ἄν. Τὸν Βοτανειάτην δὲ Νικηφόρον καὶ τοιούτους τινὰς ὡς ὑπόπτους διωσάμενος, τοὺς δόλου καὶ κακοηθείας μεστοὺς συνεπήγετο, ὡς προϊὼν ὁ λόγος δηλώσει. Αὐτὸς δὲ οὕτως ἰών, τῶν καταληψόντων αὐτὸν κακῶν ἀνεπαίσθητος, ἐπεραιώθη τὸν Ἅλυν λεγόμενον ποταμόν, εἰ καὶ αὐτὸς ὑπομείνας εἴς τι νεοπαγὲς φρούριον, πρὸς αὐτοῦ τὴν οἰκοδομίαν λαχόν, ἐσκηνώσατο. Μετὰ ταῦτα δὲ περαιωθεὶς τὴν διαίρεσιν εἰς οἰκείας κτήσεις συνδιεγράψατο. Τὴν δὲ Καισαρέων παρελθὼν εἰς τὴν λεγομένην κατήντησε Κρύαν Πηγήν· ἦν γὰρ ὁ τόπος πρὸς ὑποδοχὴν στρατοῦ εὔθετος πᾶσι βρίθων τοῖς χρησίμοις, ἀστυκώμη καὶ ἀγρόπολις διὰ τῆς συμμιγοῦς ποριμότητος γνωριζόμενος. Κειρομένης δὲ τῆς χώρας καὶ ἐρημουμένης παρὰ τῶν στρατιωτῶν 144 ἀπηνέστερον προσηνέχθη τισὶ τῶν ἐκ τοῦ τάγματος τῶν Νεμίτζων. Ἀλλ' οἵ γε δηχθέντες ἀποστατοῦσι. Γνωσθέντος δὲ τούτου ἵππου ἐπιβὰς ὁ βασιλεὺς καὶ τὸ στρατιωτικὸν συγκαλεσάμενος τοὺς ἰδιοξένους τούτους κατέπληξε καὶ αὖθις ὑποσπόνδους κατέστησεν, ἐν τούτῳ μόνῳ τὸ πρόστιμον ὁρίσας αὐτοῖς, ἐν τῷ ἐσχάτοις τετάχθαι ἀντὶ τῆς πρώην ἐγγύτητος καὶ σωματοφυλακίας. Ἐκεῖθεν χωρεῖ εἰς Σεβάστειαν τὴν