διαφερόντως τοὺς μοναστὰς), οὐκ εἴων τὸν ἄνδρα ἐμμένειν οἷς ἔκρινε , προὐτρέποντο δὲ καὶ συζυγίαν ἀσπάσασθαι καὶ κρεωφαγίαν μὴ ὥς τι ἀπαίσιον ἀποφυγεῖν. Ἐδεδίεισαν γὰρ, μὴ τρυφαῖς καὶ κώμοις ἐπικλινὴς, ὡς εἰκὸς, γεγονὼς εἰς ἀλλοκότους ὑπολισθήσειεν ἡδονὰς, ἃς εἴωθεν αὐτοσχεδιάζειν τὸ αὐτοδέσποτον καὶ αὐτόνομον, ἐπειλημμένον δυνάμεως. ταῖς τῶν μοναστῶν οὖν καταπειθὴς γεγονὼς εἰσηγήσεσι, τὸν ἡλικιώτην μὲν καὶ συνειθισμένον βίον ἀπώσατο· τὴν δὲ τοῦ Ῥωμανοῦ ὁμευνέτιν, ἀριπρεπῆ ταῖς ὥραις καὶ αὐτόχρημα τυγχάνουσαν Λάκαιναν , πρὸς γάμον ἠγάγετο, καὶ πρὸς τὸ τῆς κρεωδαισίας ἀπὸ τῆς κεκολασμένης διαίτης μετεσκεύαστο 50 τρυφηλότερον. ὑπεψιθυρίζετο δὲ, μὴ ἔννομον συνδραμεῖν , παράλογον δέ πως τὸ συνοικέσιον, ὡς ἀνάδοχον ἐκ τοῦ θείου λουτροῦ γεγονότα τὸν Νικηφόρον τῶν τοῦ αὐτοκράτορος Ῥωμανοῦ καὶ τῆς Θεοφανοῦς παίδων. τῆς οὖν φήμης ἀπτέρῳ τάχει εἰς τὰς ἀκοὰς τοῦ ἱεραρχοῦντος Πολυεύκτου ἐνηχηθείσης , ἀπείργειν παντὶ σθένει τῶν ἱερῶν περιβόλων ἐπειρᾶτο τὸν ἄνακτα· ζήλου γὰρ θείου περίπλεως ὢν ὁ ἀνήρ, καὶ τὴν παντοδαπὴν γνῶσιν καὶ ἀρετὴν ἀπρόσιτος , διελέγχειν καὶ βασιλεῖς οὐκ ᾐσχύνετο. ὁ δὲ βασιλεὺς, τὰ μὲν τὸν ἀρχιερέα παραιτούμενος, τὰ δὲ καὶ ἀπολογούμενος, μὴ ἀνάδοχον αὐτὸν ἐκ τοῦ βαπτίσματος τῶν παίδων εἶναι τῆς Αὐγούστης Θεοφανοῦς, ἀλλὰ Βάρδαν, τὸν αὑτοῦ γενέτην , οὕτω κατεδυσώπησε τὸν ἀρχιερέα καὶ δεινῶς κατεκήλησεν, ὡς καθιλαρευσάμενος οἰκονομῆσαι τὴν τῆς Αὐγούστης Θεοφανοῦς μετὰ τούτου συνοίκησιν. ἐπεὶ δὲ κατὰ ῥοῦν ἐχώρησε τούτῳ τὰ πράγματα, κόσμον βασιλικὸν συμφορήσας ἀμύθητον , τεμένη τε γῆς εὐδαίμονος πολύπλεθρα, χυμῶν ἰδέαις καὶ καρπῶν πλήθει παντοδαπῶν περιβρίθοντα ἀφορίσας, Θεοφανοῖ τῇ ὁμευνέτιδι καὶ βασιλίδι χαρίζεται. αὐτὸς δὲ παρὰ τὴν Κωνσταντινούπολιν διαχειμάζων, ἀγῶσιν ἱππικοῖς καὶ παντοδαποῖς θεωρίοις, φιλοτησίαις τε τοῖς αὐτοκράτορσιν εἰθισμέναις, τοὺς ἐν τέλει φιλοφρονούμενος οὐκ ἀνίη· ὅσον τε θεραπευτικὸν καὶ οἰκίδιον τούτῳ παρείπετο , ἐξήσκει τὰ πολεμικὰ ταῖς καθ' ἡμέραν μελέταις ὡς μάλιστα, τόξον τε ἀνεπισφαλῶς ἐκτείνειν, καὶ τὸν ὀϊστὸν τῷ μαζῷ ἐρύειν, εὐστόχως 51 τε βάλλειν κατὰ σκοπὸν, καὶ δόρατα κραδαίνειν καὶ περιελίσσειν εὐπετῶς τῇδε κἀκεῖσε, ξίφη τε εὐθυβόλως κατὰ τὸν ἀέρα περιστρέφειν, καὶ ἵππων κούφως ὑπεράλλεσθαι· ὡς ἐν καιρῷ τῶν ἀγώνων μὴ φαίνοιτο τῶν ἐναντίων μειονεκτοῦν· καὶ μάλιστα προκινδυνεύειν ὀφεῖλον καὶ παρατάττεσθαι κατὰ φάλαγγα. ιʹ. Ἐπεὶ δὲ τὴν τοῦ χειμῶνος κατήφειαν ἐαριναὶ τροπαὶ πρὸς γαληνιῶσαν μετεσκεύαζον ἱλαρότητα, ἐκστρατείαν κατὰ τῶν Ἀγαρηνῶν παραγγείλας, τοῦ Βυζαντίου ἀπαίρει· καὶ τῇ Καππαδοκῶν ἐναυλιζόμενος χώρᾳ καὶ στρατιὰν συνειλοχὼς ἀξιόμαχον, ἐπὶ τὴν τῶν Ταρσέων ἤλαυνεν, ἀνδρῶν ἀρετῇ καὶ πλήθει καὶ μελέτῃ τῶν τακτικῶν τραχηλιῶσαν τότε καὶ νεανιευομένην ὑπέραυχα, καὶ πλείστας ἀναφανδὸν ἐκδρομὰς ἀνελπίστους εἰσπράττουσαν. ἐπεὶ δὲ ταύτῃ προσέσχε, καρτερὸν πηξάμενος χάρακα καὶ κυκλόθεν διειληφώς, ἐφρούρει παρακαθήμενος. οἱ δὲ ἔνδον Ἀγαρηνοὶ, δαψιλείᾳ τέως τῶν ἀναγκαίων ὄντες ὑπερκορεῖς, καὶ τῇ τοῦ πολίσματος τεθαῤῥηκότες ἐρυμνότητι (ἐς ὕψος γὰρ ἀμήχανον ᾐωρεῖτο τῶν περιβόλων τὸ δόμημα, διπλῇ περιελισσόντων αὐτό· καὶ ταφρείᾳ κυκλόθεν διείληπτο, ἐς βάθος ὅτι πλεῖστον καθικνουμένῃ, λίθων λευκῶν κατεσκευασμένῃ ξεστῶν, καὶ ἐς προμαχεῶνας συμπεραινομένῃ. εἶχε μὲν καὶ τὸν Κύδνον τὸ ἔρυμα, κατὰ μέσον αὐτὸ διατέμνοντα, ὃς ἐξ αὐτῶν τῶν πηγῶν πολυχεύμων τις, ψυχρός τε καὶ διειδὴς περινάων πρόεισιν, ἀσφάλειαν οὐ μικρὰν τῇ Ταρσῷ παρεχόμενος, καὶ γεφύραις τρισὶν ἔνδον τοῦ ἄστεος δια 52 ζωννύμενος· ὅτε δὲ πόλεμος αὐτοῖς ἐπιβρίθει, κατὰ τῆς τάφρου αὐτὸν ἀφιᾶσι καὶ ἐν