Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
63 Μετὰ δὲ δεκάτην ἡμέραν, κατέλαβεν ὁ θαυμάσιος Κυνήγιος, ἔχων μεθ' ἑαυτοῦ τὸν ὑπατικὸν καὶ τὸν δοῦκα καὶ πολλὴν στρατιωτικὴν καὶ πολιτικὴν χεῖρα. Προέγνωσαν δὲ πολλοὶ τῶν εἰδωλολατρῶν καὶ ἐξῆλθον τῆς πόλεως, οἳ μὲν εἰς κώμας, ἄλλοι δὲ εἰς ἑτέρας πόλεις· ἦσαν δὲ οἱ πλείους τῶν πλουσίων τῆς πόλεως. Ἐμητάτευσεν δὲ τοὺς οἴκους τῶν φυγόντων ὁ εἰρημένος Κυνήγιος. Τῇ δὲ ἑξῆς προσκαλεσάμενος τοὺς τῆς πόλεως, παρόντων τοῦ τε δουκὸς καὶ τοῦ ὑπατικοῦ ἐνεφάνισεν αὐτοῖς τὰ βασιλικὰ γράμματα τὰ παρακελευόμενα ὥστε καταστραφῆναι τὰ εἰδωλεῖα καὶ πυρὶ παραδοθῆναι. Εὐθέως δὲ ἀκούσαντες οἱ εἰδωλολάτραι οἴμωξαν μεγάλῃ τῇ φωνῇ, ὥστε τοὺς ἄρχοντας ἀγανακτῆσαι καὶ μετὰ ἀπειλῆς ἐπιπέμψαι αὐτοῖς στρατιώτας τύπτοντας αὐτοὺς ῥάβδοις καὶ σκυτάλαις.
64 Οἱ δὲ Χριστιανοὶ μετὰ χαρᾶς μεγάλης ἀνευφήμουν τοὺς βασιλεῖς καὶ τοὺς ἄρχοντας. Εὐθέως δὲ ὥρμησαν μετὰ τῶν ἀρχόντων καὶ τῶν ταγμάτων, καὶ κατέστρεψαν τὰ εἰδωλεῖα. Ἦσαν δὲ ἐν τῇ πόλει ναοὶ εἰδώλων δημόσιοι ὀκτώ, τοῦ τε Ἡλίου καὶ τῆς Ἀφροδίτης καὶ τοῦ Ἀπόλλωνος καὶτῆς Κόρης καὶ τῆς Ἑκάτης καὶ τὸ λεγόμενον Ἡρωεῖον καὶ τῆς Τύχης τῆς πόλεως, ὃ ἐκάλουν Τυχαῖον, καὶ τὸ Μαρνεῖον, ὃ ἔλεγον εἶναι τοῦ Κρηταγενοῦς ∆ιός, ὃ ἐνόμιζον εἶναι ἐνδοξότερον πάντων τῶν ἱερῶν τῶν ἁπανταχοῦ. Ἦσαν δὲ καὶ ἄλλα πλεῖστα εἴδωλα ἐν ταῖς οἰκίαις καὶ ἐν ταῖς κώμαις, ἅτινα οὐδεὶς ἠδύνατο καθυποβαλεῖν ἀριθμῷ· οἱ γὰρ δαίμονες δραξάμενοι τῆς προαιρέσεως τῶν Γαζαίων, ὡς εἰσὶν εὐμετάγωγοι, ἐπλήρωσαν τῆς πλάνης πᾶσαν αὐτῶν τὴν πόλιν καὶ περιοικίδα. Τοῦτο δὲ ὑπομένουσιν ἀπὸ πολλῆς ἁπλότητος. ∆ιὸ μεταφερόμενοι εἰς τὴν ἁγίαν πίστιν Χριστιανοὶ ζηλωταὶ γίνονται. Τοσαῦτα μὲν περὶ τῶν Γαζαίων.
65 Ἐπιτραπέντες οὖν οἱ στρατιῶται μετὰ τῶν Χριστιανῶν τῆς πόλεως καὶ τοῦ παραθαλαττίου αὐτῆς μέρους, ὥρμησαν ἐπὶ τὰ εἰδωλεῖα, καὶ πρῶτον βουληθέντες καταστρέψαι τὸ λεγόμενον Μαρνεῖον, ἀνεκρούσθησαν· οἱ γὰρ ἱερεῖς τοῦ εἰδωλείου ἐκείνου προακούσαντες, ἔσωθεν τὰς θύρας τοῦ ἐνδοτέρου ναοῦ λίθοις μεγάλοις προέφραξαν, καὶ καταγαγόντες εἰς τὰ λεγόμενα ἄδυτα ὅσα ἦν τῷ ἱερῷ τίμια σκεύη, ἔτι δὲ καὶ αὐτὰ τὰ ζῴδια τῶν θεῶν αὐτῶν, ἐκεῖ ἔκρυψαν, καὶ διὰ τῶν αὐτῶν ἀδύτων ἔφυγον δι' ἄλλων ἀνόδων· ἔλεγον γὰρ τὰ εἰρημένα ἄδυτα ἔχειν πολλὰς ἀνόδους εἰς διαφόρους τόπους. Ἀνακρουσθέντες οὖν, καθὼς προεῖπον, ἐτράπησαν ἐπὶ τὰ ἄλλα εἰδωλεῖα καὶ τὰ μὲν κατέστρεψαν, τὰ δὲ πυρὶ παρέδωκαν, ἁρπάσαντες πάντα τὰ ἐν αὐτοῖς σκεύη τίμια. Ἦν δὲ ὁ ἐν ἁγίοις Πορφύριος ἀναθεματίσας ἐν τῇ ἐκκλησίᾳ πάντα Χριστιανὸν πολίτην λαμβάνοντά τί ποτε ἐκ τῶν εἰδωλείων εἰς ἴδιον κέρδος· οὐδεὶς οὖν τῶν πολιτῶν τῶν πιστῶν ἐλάμβανεν οὐδέν, εἰ μὴ οἱ στρατιῶται καὶ οἱ παρεπίδημοι ἐκεῖσε εὑρεθέντες. Περιῆγον οὖν μετὰ τῶν λαϊκῶν ἄνδρες εὐλαβεῖς τοῦ κλήρου καὶ αὐτὸς ὁ ὅσιος ἐπίσκοπος Πορφύριος, ἀνακόπτοντες αὐτοὺς μηδὲν σφετερίσασθαι. Ἐποίησαν δὲ ἡμέρας δέκα καταστρέφοντες τοὺς ναοὺς τῶν εἰδώλων.
66 Μετὰ δὲ τὰς εἰρημένας ἡμέρας, ἐβουλεύσαντο καὶ περὶ τοῦ Μαρνείου πῶς αὐτῷ χρήσονται. Οἳ μὲν γὰρ ἔλεγον, κατασκαφῆναι αὐτό, ἄλλοι δὲ κατακαῆναι, ἄλλοι δὲ καθαρισθῆναι τὸν τόπον καὶ ἁγιασθῆναι εἰς ἐκκλησίαν θεοῦ, καὶ ἦν πολλὴ περὶ τούτου ἡ σκέψις. Τέλος δὲ ὁ ἐν ἁγίοις ἐπίσκοπος κηρύσσει νηστείαν τῷ λαῷ καὶ δέησιν, ἵνα ἀποκαλύψῃ αὐτοῖς ὁ κύριος πῶς δεῖ αὐτῷ χρήσασθαι, καὶ νηστεύσαντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ δεηθέντες τοῦ θεοῦ περὶ τούτου, ἑσπέρας ἐπετέλεσαν τὴν ἁγίαν σύναξιν. Τῆς δὲ συνάξεως ἐπιτελουμένης, παιδίον ὡς ἑπτὰ ἐνιαυτῶν, ἱστάμενον μετὰ τῆς ἰδίας μητρός, ἄφνω ἀνέκραξεν λέγον· Καύσατε τὸν ναὸν τὸν ἔνδον ἕως ἐδάφους· πολλὰ γὰρ δεινὰ γέγονεν ἐν αὐτῷ, μάλιστα αἱ ἀνθρώπων θυσίαι. Τοιούτῳ δὲ τρόπῳ καύσατε αὐτόν. Ἀγάγετε ὑγρὰν πίσσαν θεῖόν τε καὶ στέαρ χοίρεον καὶ μίξατε τὰ τρία καὶ χρίσατε τὰς χαλκᾶς θύρας καὶ ἐπ' αὐτὰς τὸ πῦρ ἐπιβάλετε, καὶ οὕτως πᾶς ὁ ναὸς καίεται· ἄλλως γὰρ οὐκ ἔστιν δυνατόν. Τὸν δὲ