ἐντελέχειαν, ὡς ἰατροί, οἱ δὲ πρός τι, οἱ λόγον διπλάσιον ἢ ἡμιόλιον. Ἡ δύναμις εὑρίσκεται ἐν τῇ οὐσίᾳ ὡς ἐν τῷ σπέρματι ἄνθρωπος, ἐν τῷ ποσῷ ὡς οἱ παῖδες δυνάμει ἄνδρες, ἐν τῷ ποιῷ ὡς οἱ ψυχροὶ θερμοί, ἐν τῇ κατὰ τόπον μεταβολῇ· ἀνατέλλων γὰρ ὁ ἥλιος δυνάμει μεσουρανεῖ, δυνάμει δύνει. ἡ ὕλη μὲν μόνως ἐστὶ δύναμις, ἐνεργείᾳ δὲ οὐδὲ ἕν· τὸ εἶδος μόνον ἐντελέχεια· τὸ ἐξ ὕλης καὶ εἴδους ἐν ἀμφοτέροις. δυνάμει πάντως ἐν τῇ ὕλῃ καὶ ποτὲ μὲν τοῦτο ἔχει δυνάμει, ποτὲ δὲ ἐκεῖνο ἐνερ36 γείᾳ· μᾶλλον δὲ ἅμα καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, κατ' ἄλλο καὶ ἄλλο. τὰ θεῖα οὐδέποτε δυνάμει, ὅτι οὐκ ἐν ὕλῃ. ∆ύνασθαι καὶ πολλὰς ψυχὰς λέγειν τῷ ἀνθρώπῳ καθ' ὃ διαφέρουσι τῷ εἴδει καὶ μίαν διὰ τὴν συμφυΐαν καὶ συμπάθειαν. καὶ γὰρ αἱ λογικαὶ δυνάμεις διαβαίνουσι μεχρὶ καὶ τῶν φυτικῶν. Οἱ κρᾶσιν λέγοντες τὴν ψυχὴν τὰ αἰτιατὰ κρείττω ποιοῦσι τῶν αἰτίων· τὸ γὰρ ἄψυχον σῶμα ψυχῆς αἴτιον ποιοῦσι καὶ τὸ ἄζων ζωῆς. Οὐκ ἔστιν ἓν γένος τῶν ψυχῶν, ἐπειδὴ <ἐν> ταύταις τὸ πρότερον καὶ ὕστερον θεωρεῖται· πρότερον γὰρ ἡ λογικὴ καὶ ὅπου αὕτη καὶ αἱ λοιπαί, οὐ μὴν καὶ ἀνάπαλιν. ὡς τὰ ἀφ' ἑνὸς οὖν καὶ πρὸς ἓν ὁ περὶ ψυχῆς λόγος. Φαίνεται ὁ Ἀριστοτέλης δοξάζων τὰς πρὸ τῶν πολλῶν ἰδέας ἐν τῷ λέγειν «<ὥσπερ> ἡ τάξις ἐν τῷ στρατηγῷ καὶ τοῖς στρατιώταις, ἡ ὑγεία ἐν τῷ νοσοῦντι καὶ τῷ ἰατρῷ, οὕτω καὶ ἡ ἐνταῦθα τάξις <ἐν> θεῷ καὶ τῷ κόσμῳ». οἱ ὁρισμοὶ οὐκ ἐν τοῖς πρὸ τῶν πολλῶν, ἀλλὰ ἐν τοῖς ἐννοηματικοῖς (τὴν γὰρ ἔννοιαν ἣν ἔχομεν περὶ τῶν πραγμάτων ὁριζόμεθα), ταῦτα δὲ ὑστερογενῆ. Σαφέστερα ἃ ἐνεργοῦσι ἔν τισι τῶν ἐνεργειῶν, ὡς αἰσθητὸν αἰσθήσεως καὶ δοξαστὸν δόξης, ἐκτὸς νοῦ καὶ νοητοῦ· οὗτος γὰρ ἡμέτερος, τὸ δὲ ὑπὲρ ἡμᾶς. ψυχή ἐστιν οὐσία αὐτοκίνητος. Ἀπορία· εἰ διὰ τῶν ὁρισμῶν τὰ οἷον συμβεβηκότα γινώσκομεν καὶ διὰ τούτων τοὺς ὁρισμούς, διάλληλος <ἡ> δεῖξις. λύσις· ἐκ τῶν ἐναργῶν συμβεβηκότων γινώσκομεν τοὺς ὅρους, ἐκ δὲ τούτων τὰ ἀφανῆ συμβεβηκότα. ὁ Ἀριστοτέλης μὴ δυνάμενος ὁρίσασθαι τὸν τόπον σαφῶς εὗρε συμβεβηκότα τὸ περιέχειν τὸ ἐν τόπῳ, τὸ ἴσον εἶναι αὐτῷ. τὸ αὐτὸ ποιεῖ καὶ ἐπὶ κενοῦ καὶ ἀπείρου, ὁμοίως καὶ ἐπὶ ψυχῆς λαμβάνει φανταστικόν, κατὰ τόπον κινητικόν, ζωῆς ποιητικὸν καὶ ἕτερα. οὐ πάντα ὀφείλει περιλαμβάνειν ὁ ὅρος, ἀλλ' ὅσα δύναται διακρίνειν οὐσιωδῶς τὴν φύσιν τοῦ πράγματος. Τὸ οὐκ ἄνευ τινὸς τριχῶς· ἢ τὸ μήτε βλάπτον ἢ ὠφελοῦν, ὡς «οὐκ ἄνευ σκιᾶς τὸ ἐν φωτὶ σῶμα», ἢ τὸ ἐξ ἀνάγκης, ὡς ὄργανον («ἠρίστευσεν Ἀχιλλεὺς ἀλλ' οὐκ ἄνευ μελίας»), ἢ τὸ πάθος ἐμποδίζον, ὡς «ἐν χειμῶνι πλεύσας ἐσώθη ἀλλ' οὐκ ἄνευ κινδύνου». 37 Κατὰ τοῦ Ἀριστοτέλους λέγουσι· εἰ ἔστι πάθος ἴδιον ψυχῆς, ἤγουν ἐνέργεια, χωριστὴν ἔχει καὶ τὴν οὐσίαν· ὁ ὀφθαλμὸς ἰδίαν ἔχει ἐνέργειαν, λοιπὸν οὖν καὶ χωριστὴν ἔχει οὐσίαν. τὸ ἴδιον διττόν· ἢ τὸ ὂν μὲν ἔν τινι, δεόμενον <δὲ> καὶ τοῦ ὅλου, ὡς βάδισις τοῦ ποδός, ἢ τὸ μὴ δεόμενον, ὡς ἡ γλυκύτης ἐν τῷ οἰνομέλιτι τοῦ μέλιτος· ἰδία γὰρ τούτου καὶ χωριστή. καὶ ὁ ὀφθαλμὸς δὲ δέεται ἐγκεφάλου, πνεύματος καὶ τῶν ὀπτικῶν νεύρων. ἑτέρα λύσις· ἡ ὅρασις ἐνέργεια τοῦ ὀφθαλμοῦ οὐχ ὡς οὐσίας, ἀλλ' ὡς ὀργάνου· τῆς δὲ ψυχῆς ὡς οὐσίας. δεύτερος κανών· ὧν αἱ ἐνέργειαι τοῦ συναμφοτέρου, ἤγουν ἀχώριστοι, τούτων οὐδ' ἡ οὐσία χωριστή. ἰδοὺ οὖν τοῦ κυβερνήτου ἡ μὲν ἐνέργεια ἀχώριστος τοῦ πλοίου, ἡ δὲ οὐσία χωριστή. λύσις· ὁ κυβερνήτης ἐνεργεῖ καὶ ὡς κυβερνήτης καὶ ὡς ἄνθρωπος. αἱ μὲν οὖν ὡς κυβερνήτου ἐνέργειαι ἀχώριστοι τοῦ πλοίου καὶ οὐκ ἴδιαι τοῦ κυβερνήτου, αἱ δὲ ὡς ἀνθρώπου ἴδιαι. οὐ λέγομεν δὲ ὅτι δεῖ τὴν χωριστὴν οὐσίαν πάσας ἔχειν τὰς ἐνεργείας ἰδίας, ἀλλά τινας, καὶ διὰ ταύτας χωριστή· ἐπὶ δὲ τῆς ἀχωρίστου πάσας καὶ ἀχωρίστους. ἑτέρα λύσις· ἄλλη συμφυΐα οὐσιῶν καὶ ἄλλη κυβερνήτου πρὸς ναῦν· τί γὰρ ἡ τούτου συμφυΐα πρὸς ἐκείνην; Τριῶν ὄντων ἐν τοῖς φυσικοῖς, εἴδους, ὕλης καὶ αἰτίας, πῶς <ἐν> τῇ ὕλῃ τὸ εἶδος, φέρονται τούτοις μέθοδοι πέντε· ἡ φυσική, ἥτις διαλέξεται