Νεστορίου λύττης τὴν μανίαν ἀπεικονίζουσαν. ὑμῖν ἀφῆκα συγκρίνειν αὐτὴν τοῖς τῶν Μασσαλιωτῶν δόγμασι. τὴν θήλειαν αὐτοῖς θεὸν ἢ ὑπηρέτιν θεῶν ἐκ τῶν ἀδύτων ἐξήνεγκα· παρήνεγκα καὶ τὸν μέγαν ἡμῶν δεσπότην καὶ λαβαῖς πάσαις ἀνάλωτον ἑαλωκότα καὶ τῶν δογμάτων αὐτοῖς καὶ τῶν νομίμων καὶ τῶν ἐθῶν καὶ τῆς ἡμιθέου καὶ μάντιδος καὶ τοὺς μὲν ἐν μέσοις κατακολπίσαντα στήθεσι καὶ ἐγκολπίους πανταχοῦ φέροντα, τὴν δὲ ἔνδον τε τοῦ θείου πεποιηκότα νεὼ μετὰ τὴν γνῶσιν τῆς ἀσεβείας καὶ εἰς τὸ Σίναιον ὄρος ἀναβιβάσαντα καὶ τῆς νεφέλης ἔνδον εἰσαγαγόντα καὶ μετειληφότα τῶν μυστηρίων καὶ τῶν ὀργίων αὐτῇ κοινωνήσαντα. ἐξέφρασα ὑμῖν τὸ εἶδος τῆς μαντῳδοῦ, τὴν ἐκ τοῦ θήλεος εἰς τὸ ἀρρενωπὸν μεταποίησιν, τὴν ἀναβολήν, τὴν κουρὰν τῶν τριχῶν. ἐξεικόνισα ὑμῖν μονονοὺ καὶ τὴν κατοχὴν καὶ τὴν τοῦ πνεύματος αὐτῆς μετοχήν, τὴν κίνησιν τῶν μελῶν, τὴν ἔκστασιν τῶν φρενῶν, τὴν ὑπόκρισιν τῶν ἠθῶν, τὴν τῆς διανοίας παράλλαξιν. εἶπον ὑμῖν καὶ τοῦ δεσπότου τὸ θάμβος, τὴν μετὰ δέους παράστασιν, τὴν τῶν ποδῶν συστολήν, τὴν τῶν χειρῶν συμπλοκήν, ὡς ἐξεθείασε τὰ ἐκείνης, ὡς ἐτελέσθη, ὡς ἐμυήθη, ὡς μετέσχε τῶν νέων Ἐλευσινίων; ὡς ἅπαντα ἐγεγόνει τὰ τέως θυλλούμενα, ∆ελφικός, ∆ωδωναῖος, Ἀπολλωνιακός, ∆ιονυσιακός· πρὸς τούτοις καὶ τὴν τῆς ἀπάτης ὑμῖν ἀνεκάλυψα δημοσίευσιν, τὸ θεῖον ἐκεῖνο κριτήριον, τὴν ἐπαγωγήν, τὴν τῆς ἀληθείας βάσανον, τὴν τῆς εὐσεβείας εὕρεσιν, τὴν εὐθῆ κρίσιν, τὴν συνεγνωσμένην κατάκρισιν, τὴν ἀπαγωγήν, τὴν δικαίαν ὑπερορίαν, τὴν ἐπὶ τοῖς διδασκάλοις τοῦ μαθητοῦ καὶ δεσπότου φροντίδα καὶ συντριβήν, τήν μετὰ ταῦτα ἐπίνοιαν, τὴν ἐμπερίβολον πρὸς τὸν μέγιστον ἡμῶν αὐτοκράτορα ἱκετηρίαν καὶ ἐκλιπάρησιν, ὡς ἐπολιόρκησεν, ὡς βέβληκε χάρακα, ἵνα κατασείσῃ τὴν ἐκείνου ψυχήν, ὡς ἄλλο προθέμενος ἕτερον εἴληφεν. ἐπὶ τούτοις ἐπήγαγον τὴν τῶν διδασκάλων ἀνάκλησιν, τὴν εὐγνωμοσύνην τοῦ μαθητοῦ, τὴν ἀπολογίαν τῆς ὑπερθέσεως, τὴν παρρησίαν τῆς ἀσεβείας, ὡς οὐκέτι ὑπὸ τὸν μόδιον ὁ πυρσὸς αὐτῷ τῆς αἱρέσεως ἐκέκρυπτο. Ἀλλὰ μετὰ τῆς γλώττης καὶ ἡ χεὶρ τὸ ἀσεβὲς ὑπεσήμαινεν. εἶπον τὴν καινὴν ὑπὲρ ἐκείνων γραφὴν ἄμα καὶ εὐφημίαν· ἣν κἂν τις τῶν ἠλιθιωτάτων ἀπώκνησεν, ἀλλ' ὁ συνετώτατος δεσπότης καὶ περὶ τὰ πρακτέα λεπτότατός τε καὶ ἀκριβέστατος πᾶσαν ὑπὲρ αὐτῶν ἐθάρρησε συγγραφήν. ταῦτα δὴ κατὰ μέρος ὑμῖν διελόμενος ἐφ' ἑκάστῳ τοὺς τῶν θεοφόρων πατέρων κανόνας προσήρμοσα, πέτραν ὅ φασι πρὸς στάθμῃ τιθείς, ὅπερ ἐστὶν ἀπευθύνων τοὺς λόγους πρὸς τοὺς ἐκείνων ὡσανεὶ γνώμονας. βίαιον δὲ ἢ τεχνικὸν νόημα ἢ ῥητορείας ἀγκύλην ἢ ποικίλην καὶ συνεστραμμένην κατασκευὴν οὔτε αὐτὸς οἶδα οὔτε ἴσως εἰδὼς τοῖς τοιούτοις ἐνταῦθα ἐχρησάμην ἐπιχειρήμασιν. ἀλλ' οὐδὲ δεινὸν καὶ φορτικὸν τὸν λόγον πεποίηκα ἢ τὰ νοήματα συνεσκίασα, ἀλλὰ καὶ τὴν φράσιν διέλυσα καὶ τὴν ἔννοιαν ὑμῖν ἀπελάμπρυνα, ἵνα μηδεὶς ὑμῶν ἔχοι λέγειν, ὡς τοῦτο μὲν δεινῶς κατεσκεύασται, ἐκεῖνο δὲ ποικιλώτερον διηρμήνευται. οὐδὲ τὸν λόγον εἰς ὕψος ἐπῆρα, μετεωρίσας οἷς οἶδε μετεωρίζεσθαι, ὥστε μηδένα τῇ δυνάμει τῆς τέχνης, ἀλλὰ τῇ τῶν πραγμάτων ἰσχύι τὴν ἀπόδειξιν οἰηθῆναι προβήσεσθαι. καὶ τέθεικα οὐχ ὑπὸ τῷ νέφει τὸν ἥλιον, ἀλλὰ διαυγῆ καὶ ἀνέφελον, ἵν', εἴ τις λέγοι μὴ βλέπειν τὸν δίσκον ἢ βλέπειν μέν, μὴ καθαρὸν δέ, λογίζοιτο οὗτος εὐθὺς συγκεχυμένος τὰ ὄμματα. σκοπεῖτε γοῦν τὰ ἡμέτερα καὶ πρὸς ἔπος τῶν εἰρημένων τὴν ἀντιλογίαν- ὅπερ οὐκ οἶμαι-ποιήσατε, ἵν' εἰδῶ, εἰ τοσοῦτον τῆς ἀληθείας καὶ ἀκριβείας φροντίσας ἠγνόησα τὴν ὑμετέραν ἀντίρρησιν. ἀλλ' ὑμεῖς μέν, ὅπως ἂν ἐθέλοιτε, διασκέψασθε· ἐγὼ δὲ τὰ πολλὰ ταῦτα διείλεγμαι πρὸς ὑμᾶς, οὐκ ἐπίδειξιν σοφίας ποιούμενος οὐδ' ἐμαυτὸν κατασκευάζων καὶ καλλύνων καθαπερεὶ ἄγαλμα, ἀλλ' ἀποδεικνὺς ἀποχρώντως, ὅτι