φάγετε, τὸ δ' αἷμα πίετέ μου. εἶτα μεθύσθητε, φησίν, ἀπὸ τῆς εὐφροσύνης καὶ πάντων λήθην λάβετε τῶν κοσμικῶν φροντίδων, ὡς ἐν ἐκστάσει δήπουθεν γενόμενοι τῇ μέθῃ. Εἶτα δεικνὺς ὁ καθαρὸς δεσπότης καὶ νυμφίος ὡς ἑκουσίως θάνατον ὑπὲρ ἡμῶν ὑπέστη ἡ σάρξ τε πέπονθεν αὐτοῦ, πάντως οὐχ ἡ θεότης, φησὶ καὶ τοῦτο πρὸς αὐτούς, οὓς εἴρηκε πλησίον· ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ [5, 2]. Ἐγώ, φησί, κἂν τέθνηκα σαρκὶ τῇ προσληφθείσῃ, ἀλλ' ἡ θεότης ἀπαθὴς ὅλως μεμένηκέ μου. Ἀλλ' αὖθις ἀκουσώμεθα τῆς νύμφης τῶν Ἀισμάτων. φωνὴ τοῦ ἀδελφιδοῦ μου, κρούει ἐπὶ τὴν θύραν μου· ἄνοιξόν μοι, ἀδελφή μου, πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου καὶ οἱ βόστρυχοί μου ψεκάδος νυκτός [5, 2]. Φησίν· ἐν μέσῳ τῆς νυκτὸς ὡς ἦλθεν ὁ νυμφίος, τὰς θύρας ἀναπέτασον, εἶπέ μοι, τῆς καρδίας, ὡς ἂν ἐν σοὶ ποιήσωμαι μονὴν σὺν τῷ πατρί μου. ταῖς ἀρεταῖς γὰρ πέφυκας ὄντως ἐμοῦ πλησίον. εἰ γοῦν ἀνοίξεις μοι, φησί, δώσω σοι δῶρον μέγα, τὴν δρόσον μου τῆς κεφαλῆς, ψεκάδας τῶν βοστρύχων, ἤγουν, ἰάσεις ἐκτελεῖν δώσω σοι πρὸς ἀνθρώπους· ἴαμα γὰρ ἡ δρόσος μου τυγχάνει τοῖς ἀνθρώποις. Ταῦτα μὲν οὖν θυροκρουστῶν, φησίν, ἐκεῖνος εἶπεν, ἐγὼ δ' ἐξεῖπον πρὸς αὐτόν, τοῦτ' ἔστι τὸν νυμφίον· ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς; [5, 3]. Ἐγώ, φησί, καὶ πρόπαλαι τὰς θύρας ἤνοιξά σοι· τὸ γὰρ τῆς παραβάσεως ἐξεδυσάμην πάχος, ὅπερ οὐκ ἐπενδύσομαι πώποτε μεταγνοῦσα, καὶ μολυσμὸν ἀπέρριψα τῆς γῆς ἐκ τῶν ποδῶν μου καὶ τούτους παρεσκεύασα πρὸς τρίβους σωτηρίας, οὕσπερ οὐκέτι μολυνῶ στραφεῖσα πρὸς τοὐπίσω. Τούτων αὐτῆς ὡς ἤκουσε τῶν λόγων ὁ νυμφίος, ἔνδον ἠθέλησεν αὐτῆς ὥσπερ κατασκηνῶσαι, ἀλλ' οὔκουν τὸν ἀχώρητον ἦν ὅλως χωρηθῆναι· ταύτην καὶ γὰρ ἐπλήρωσεν ἡ χεὶρ αὐτοῦ καὶ μόνη, ὡς ἀπ' αὐτῶν μαθεῖν ἐστι τῆς νύμφης τῶν ᾀσμάτων. φησὶ γὰρ οὕτω καθεξῆς ἡ νύμφη καὶ παρθένος· ἀδελφιδός μου ἀπέστειλε χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς, καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ' αὐτόν [5, 4]. Ἐγώ, φησί, κἂν ἤνοιξα πᾶσαν ἐμοῦ τὴν θύραν, ὡς ὑποδέξασθαι Χριστόν, τὸν λόγον καὶ νυμφίον, πλὴν μόλις εἰσελήλυθεν ἡ χεὶρ αὐτοῦ καὶ μόνη· ὅθεν τὸ μέγεθος αὐτοῦ μεγάλως κατεπλάγην. καλῶς ἐφιλοσόφησεν ἡ καθαρὰ παρθένος. ἡ τῶν ἀνθρώπων φύσις γάρ, ἡ βραχυτάτη πάνυ ὅσον πρὸς φύσιν θεϊκήν, τοῦ θαυμαστοῦ νυμφίου ὅλην οὐ δύναται χωρεῖν τὴν θειοτάτην φύσιν, ὅσον ἐν ὑπολήψεσι καὶ ταῖς θεολογίαις. ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου· χεῖρές μου ἔσταξαν σμύρναν, οἱ δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χεῖρας τοῦ κλείθρου [5, 5]. Ἐγώ, φησίν, ὡς ἤνοιξα δέξασθαι τὸν νυμφίον, κἀκεῖνος ἦν ἀχώρητος ἐν τοῖς ἐμοῖς ἐγκάτοις, ἀνέστην πρὸς ἐπίπονον καὶ σκληροτέραν πρᾶξιν, ὅπως τοῖς πόνοις τοῖς πολλοῖς σαρκός τε τῇ νεκρώσει πλατύτερον ἀνοίξω μου τοῦ λογισμοῦ τὰς θύρας καὶ τὸν ἀχώρητον τὸ πρὶν εἰσδέξομαι νυμφίον. ὅθεν αἱ χεῖρές μου, φησί, μετὰ καὶ τῶν δακτύλων τοῖς πόνοις σμύρναν ἔσταξαν μέχρις αὐτῶν τῶν κλείθρων, τοῦτ' ἔστιν, ἀπενέκρωσα τὰ μέλη τῆς σαρκός μου, μέχρις τὰ κλεῖθρα ξύμπαντα καὶ θύρας ἤνοιξά μου καὶ πάσας ἀνεπέτασα τὰς τῆς ψυχῆς αἰσθήσεις. ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου, ἀδελφιδός μου παρῆλθε [5, 6]. Ἀλλὰ κἂν ἤνοιξα, φησίν, ἁπάσας μου τὰς θύρας, οὐδ' οὕτως ἦν μοι χωρητὸς ὁ λόγος καὶ νυμφίος. ἡ ψυχή μου ἐξῆλθεν ἐν τῷ λόγῳ αὐτοῦ [5, 6]. Εἶτα, φησίν, ἀνύψωσα τὸν νοῦν πρὸς τὸν αἰθέρα ποθοῦσα δήπουθεν μαθεῖν σαφές τι περὶ τούτου, ἀλλ' ὅμως ὑψηλότερος καὶ τῶν φρενῶν ὑπῆρχε. Φησὶ γὰρ οὕτω καθεξῆς ἡ νύμφη καὶ παρθένος· ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου [5, 6]. Καὶ πῶς γὰρ εὑρεθήσεται καὶ κρατηθήσεταί που, ὅστις οὐδέν τι πέφυκεν ἐκ τῶν γινωσκομένων, οὐκ εἶδος, οὐ χρωματισμός, οὐ τόπος, οὐ ποσότης; εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν