γινώσκομεν γὰρ ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ὡς παρὰ πᾶσιν ἂν ὁμολογηθείη ὅτι ἡ ὑπομονὴ δοκίμιον ἐμποιεῖ τῷ ὑπομείναντι *** ∆ιὰ τοῦτο δὲ καὶ ἡ θεία γραφὴ ἀπαγορεύει μὲν τὴν ἐπὶ ἀδιαφόροις καύχησιν, προτρέπει δὲ ἐπὶ τὸ νοεῖν διὰ τὸ καλὸν κατὰ τὸ εὔλογον γινομένην ἐν τῷ Ἱερεμίᾳ φάσκουσα· «| Τάδε λέγει Κύριος· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος συνίειν καὶ γινώσκειν με, ὅτι ἐγώ εἰμι κύριος ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος» *** ‖ 230 παρα [··]· τινα τρόπον ἀπαγορεύει καυχᾶσθαι τὸν σοφὸν οὐχ ἁπλῶς [····]······τῇ ἑαυτοῦ [····]σοφοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὑτῶν ἐπιστήμονες *** καὶ διὰ τοῦτό γε οὐ χρὴ καυχᾶσθαι τὸν σοφὸν ἐν τῇ σοφίᾳ ἑαυτοῦ, ἐπεὶ κἂν τέλειος ᾖ ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ | [τοῦ] Θεοῦ σοφίας ἀπούσης, εἰς οὐδὲν λογισθήσεται *** ἀδιάφορος μὲν ἡ ἀνθρωπίνη σοφία, τῷ δὲ καλῶς αὐτῇ χρωμένῳ καὶ εἰς δεὸν αὐ[τὴ]ν παραλαμβάνοντι χώραν παρέχει τῇ τοῦ Θεοῦ σοφίᾳ ἐπεὶ παντὶ ἔχοντι δοθήσεται καὶ τάχα τοῦτο λέγεται ἐν τῷ Ἐκκλησιαστῇ [··]· «Σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας | ἐν τῇ πόλει». Βοηθεῖ γὰρ ἡ τοῦ Θεοῦ σοφία τῷ ἔχοντι τὴν ἀνθρωίνην σοφίαν καὶ ἑαυτὸν εὐτρεπίσαντι εἰς παραδοχὴν τῆς θε̣ίας σοφίας· οὐκ̣ ἀδιάφορος ἡ σοφία τῶν τὰ ὑφαντὰ καὶ ῥαφιδευτὰ καὶ ποικιλτικὰ ποιησάντων τῆς σκηνῆς τοῦ μαρτυρίου, οὓς ἐνέπλησεν τὸ πνεῦμα θεῖον συνέσεως καὶ ἐπιστήμης διανοεῖσθαι καὶ ἀρχιτεκτο|νεῖν τὰ κατὰ τὴν σκηνήν *** Τὸ γὰρ κατεργαζόμενον ἀρετὴν οὔτε μέσον οὔτε φαῦλον εἶναι δύναται· μήποτ' οὖν ἀναγκαίας ἀρετῆς ὑπομονῆς ἐστιν ἡ θλῖψις *** σπουδαι῀̣όν ἐστιν ἡ θλῖψις ὑπομονὴν μίαν τῶν ἀρετῶν κατεργαζομένη *** ἐπὶ μὲν τῶν δικαίων γέγραπται «Πολλαὶ αἱ θλίψεις τῶν δικαίων», ἐπὶ δὲ τῶν ἐναντίων «Πολλαὶ | αἱ μάστιγες τῶν ἁμαρτωλῶν», ὡς κατὰ ταῦτα μήτε τὸν δίκαιον μαστιγοῦσθαι, μήτε τὸν ἁμαρτωλὸν θλίβεσθαι *** «εἰσέλθατε διὰ τῆς στενῆς πύλης ὅτι πλατεῖα 232 ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ πολλοί εἰσιν οἱ εἰσπορευόμενοι δι' αὐτῆς *** «ἠκαιρεῖσθε δέ· οὐχ ὅτι καθ' ὑστέρησιν | λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι» *** εἰ μὴ δοκιμώτατός ἐστιν οὐκ ἔλαττον τοῦ πενίαν γενναίως ὑπομένοντος ὁ τὸν πλοῦτον οἰκονομῶν κατὰ τὸν λόγον καὶ οὐχ ἧττον τοῦ ἐγκαρτεροῦντος ἐν πόνοις τοῖς ἐν νόσοις ὁ διὰ τὴν ὑγίειαν τῆς ψυχῆς μηδὲν παραδεχόμενος πάθος κατὰ τὸν | καιρὸν τοῦ ὑγιαίνειν τὸ σῶμα, ὅτε φιλεῖ ἐπιτίθεσθαι ἐκ τούτου ἐπιθυμεῖν κατὰ τοῦ πνεύματος *** ἥτις θλῖψις καύχημά ἐστιν τῶν ἁγίων, καὶ τοιαύτη γε ὥστ' ἂν μὴ ἔλαττον εἰπεῖν ἐπὶ τῇ διὰ τὰς θλίψεις καυχήσει τὸ «Νὴ τὴν ἡμετέραν καύχησιν, ἀδελφοί» *** καὶ εἴπερ ἡ μὲν τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὁ | δὲ φόβος κόλασιν ἔχει καὶ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ ***